Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τῶν διαφθειρόντων τὰς παρθένους

Ἰωάννης ὁ Χρυσόστομος

Κλήση σε μετάνοια, θεία ευσπλαχνία και αποκατάσταση

Προτροπή προς μετάνοια και εξομολόγηση, υπόμνηση της κλήσης από τον Χριστό και ευχαριστήριος ύμνος για τη συγχώρηση και την πνευματική ανόρθωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Παρέστηκε γάρ σοι ὁ ἀγαθὸς καὶ φιλάνθρωπος Δεσπότης ὁ ἀτιμασθεὶς ὑπὸ σοῦ οὐκ ἀποβάλλει σου τὴν συνοίκησιν· ἐπίδος αὐτῷ τὴν χεῖρα. Ἐπειδὴ γὰρ τὴν πρώτην δεξιὰν ἐνύβρισας, κἂν ταύτην μὴ ἀθετήσῃς. Οὐχ ὑπερηφανεῖ σου τὰ τραύματα· ἰᾶται γὰρ τὴν τῆς ψυχῆς καὶ τοῦ σώματος πληγήν· ἰατρὸς γάρ ἐστιν εὔσπλαγχνος.

Ἀποκάλυψον αὐτῷ δι᾽ ἐξομολογήσεως τὸ πάθος, ἵνα ἐπιθήσῃ ἀοράτως τὸ σωτήριον φάρμακον· οὐκ ἦλθε γὰρ καλέσαι δικαίους, ἀλλ᾽ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Πρὸς σὲ ἦλθε τὴν κειμένην· ἔγειραι οὖν, ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου, τουτέστιν, εἰς τὸν τῆς μετανοίας λιμένα. Μηκέτι πρόσχῃς μήτε τοῖς σαρκικοῖς ὀφθαλμοῖς, μήτε τοῖς τῆς διανοίας ἐπὶ τὸν μοιχὸν ἐκεῖνον τὸν πρόξενον τῆς γεέννης καὶ τοῦ ἀκοιμήτου σκώληκος.

Ἆρον, φησὶν, ἐντεῦθεν ἆρον· οὐ γὰρ βούλομαί σε κεῖσθαι. Διάῤῥηξον τὸ τῆς ἁμαρτίας σύμβολον· λοῦσαι τοῖς δάκρυσιν, οὐκ εἰς τὴν κολυμβήθραν, ἀλλ᾽ εἰς τὴν ἐκκλησίαν· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς χαρίσασθαί σοι τὸ πρῶτον ἀξίωμα. Μὴ διδάξῃς τὸν κεραμέα, πῶς τὸ ἴδιον διορθώσηται πλάσμα. Ἥμαρτες; Ἡσύχασον· μὴ εἴπῃς· Καὶ πῶς οἷόν τε εἰς τὸ πρῶτόν με ἐλθεῖν ἀξίωμα; μὴ λέγε τοῦτο, ὦ παρθένε· Θεὸς γὰρ ὁ δικαιῶν, καὶ τίς ὁ κατακρίνων; Ἄκουε τοῦ Δεσπότου πῶς ὀνειδίζει τὴν ἀπόγνωσιν διὰ Ἱερεμίου τοῦ προφήτου λέγων· Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαὰδ, ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; διὰ τί οὐκ ἀνέβη ἴασις τῆς θυγατρὸς τοῦ λαοῦ μου;

Ὢ τοῦ συμπαθοῦς ἰατροῦ! οὐκ ἐγκαλεῖ ἐπὶ πταίσματι, ἀλλ᾽ ἐπὶ τῇ ἀμελείᾳ· οὐκ εἶπε, Διὰ τί ἐπλήγης; ἀλλὰ, Διὰ τί οὐκ ἐθεραπεύθης; οὐκ εἶπε, Διὰ τί ἔπεσες; ἀλλὰ Διὰ τί οὐκ ἀνέστης; Ὅτι δέ σε λαμπροτέραν ὁ Κύριος διὰ τῆς μετανοίας παραστῆσαι βούλεται, ἄκουε αὐτοῦ διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Οὔτε ἂν ὁ Ἀπόστολος ἄκαιρον ἤλγησε πόνον, εἰ μὴ πρότερον τῆς τοῦ Δεσπότου ἀγαθότητος τὰς συνθήκας ἐδέξατο· οὐκ ἂν ἔλεγε, Τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Ἐπειδὴ γὰρ, φησὶ, τὴν κατ᾽ εἰκόνα Θεοῦ γενομένην ψυχὴν τῷ ψυχοφθόρῳ προέδωκας δαίμονι, πόρνης μέλη τὰ τοῦ Χριστοῦ μέλη ποιήσασα· ἕως τοσούτου οὐ παύομαι πενθῶν καὶ θλιβόμενος, ἕως ἂν πάλιν ἴδω μεμορφωμένον ἐν σοὶ τὸν Χριστὸν, τὸ τῆς σωφροσύνης κάλλος ἐνδεδυμένην. Μὴ ἀποῤῥίψῃς τὸ βραβεῖον τῆς μετανοίας, παρακαλῶ, δέομαι καὶ ἀντιβολῶ· ἄνδρισαι, ἅγνισαι, ἄλειψαι πνευματικῶς· πολυπλασιάζει ὁ Ἀπόστολος τὴν παράκλησιν· Διὰ τὸν Χριστὸν πρεσβεύω, καταλλάγητε τῷ Θεῷ.

Δέεται ὁ Ἀπόστολος, ἵνα τὴν μεμνηστευμένην τῷ Χριστῷ καὶ τὰς συνθήκας λύσασαν πάλιν ἀνακαλέσηται. Ὁ φιλάνθρωπος Δεσπότης λέγει· Οὐ μνησικακῶ ἐπὶ τῇ ὕβρει τῇ γενομένῃ· ἡ ἐμὴ ἐνύβρισται κοίτη, ἡ ἐμὴ ἠτίμασται συζυγία· ἀλλ᾽ εἰς οὐδὲν τῶν γενομένων ἐγκαλῶ, ὧν ἐποίησας. Διὰ τί δὲ πολεμοῦντος τοῦ ὑπεναντίου μὴ ἀντέστης; πῶς οὐκ ἐτροπώσω τὰ ἰοβόλα αὐτοῦ βέλη τῷ τύπῳ τοῦ σταυροῦ μου; Οὐχὶ ἐγὼ διὰ τοῦτο εἰς παρθενικὴν γαστέρα ἐνῴκησα, ἵνα ἡ ἔκπαλαι διὰ τῆς ἀπάτης ἀτιμασθεῖσα φύσις τιμηθῇ διὰ τῆς παρθενίας; Παρθένον γὰρ τὴν Εὔαν οὖσαν ὁ ἐχθρὸς ᾐχμαλώτευσε, καὶ διὰ παρθενίας πάλιν ταύτην ἐν παραδείσῳ εἰσήγαγον. Οὐκ ἤκουσάς μου λέγοντος, ὅτι οὐδείς ἐστιν, ὃς ἀφῆκε πατέρα ἢ μητέρα ἢ οἰκίαν, καὶ ἀπαρνήσηται πάντα τὰ τοῦ βίου, ὃς οὐ μὴ ἑκατονταπλασίονα λήψηται, καὶ ζωὴν αἰώνιον κληρονομήσῃ; οὐκ ἤκουσάς μου διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· Οἱ δουλεύοντές μοι εὐφρανθήσονται; οὐχὶ δι᾽ αὐτοῦ τοῦ δούλου μου Ἡσαΐου ἐπηγγειλάμην τοῖς ἐν ἁγνείᾳ τηροῦσι τὸ σῶμα κληρονομεῖν ἀγαθὰ πολλὰ, καὶ καρποὺς κρείσσονας υἱῶν καὶ θυγατέρων; οὐχὶ διὰ παρθενίας τὴν κορυφήν μου ἐκράτησεν; οὐχὶ Ἰωάννης ὁ υἱὸς Ζεβεδαίου διὰ παρθενίας παρ᾽ ἐμοῦ υἱὸς βροντῆς ἐκλήθη, καὶ υἱὸς τῆς μητρός μου; πῶς οὐκ ἤκουσας τοῦ ἀποστόλου μου Παύλου λέγοντος, Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖτε;

Ναὶ, φησὶ, Κύριε· ἀλλὰ τὴν δούλην σου τὴν ἀναξίαν οἰκτείρησον, καὶ μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ ἐν ὀργῇ σου παιδεύσῃς με. Ὁ γὰρ ἀρχέκακος καὶ ἀνθρωποκτόνος ἐχθρὸς βέλος ἠκόντισε πρός με ἰοβόλον, καὶ περιέδραμέ μου τὴν καρδίαν καὶ τοὺς νεφροὺς καὶ τὰ λοιπὰ αἰσθητήρια, καὶ ἐπελαθόμην τοῦ φόβου σου, καὶ τῆς δικαίας σου ἀνταποδόσεως· ἠμαύρωσε γάρ μου τοὺς τῆς διανοίας ὀφθαλμοὺς τὸ ἔνδον ἐπιγινόμενον πῦρ. Πλὴν ἀναπολόγητός εἰμι, Δέσποτα, μὴ ἐπικαλεσαμένη σε τότε εἰς τὴν ἐμὴν βοήθειαν· ἀλλ᾽ ἡμάρτηκα, Κύριε, ἡμάρτηκα, σὲ ἐγκαταλείψασα, καὶ δουλεύσασα πάθει αἰσχύνης καὶ ἀτιμίας. Τότε καὶ αὐτὸς ἐρεῖ σοι· Καλόν σε ἦν ἐνθυμηθῆναι, μὴ τὸ τάχος ἀποσταλῶσιν οἱ τὴν ψυχήν σου ἀπαιτοῦντες ἀπὸ σοῦ· καὶ ποῦ τότε ἡ ἐξομολόγησις καὶ ἡ μετάνοια; Διὰ τοῦτο γὰρ λέγω, ὅτι Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν. Πλὴν ἀπάρτι μηκέτι ἁμαρτήσῃς, μηδὲ ἐμὲ καταλιποῦσα, μοιχαλὶς χρηματίσῃς.

Καὶ ἡμεῖς οὖν δεόμεθα, Καταλλάγητε τῷ Θεῷ, καὶ εἰπὲ οὕτως, ὦ παρθένε· Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, ὅτι τὴν κειμένην ἤγειρας, τὴν τεθανατωμένην ἐζωοποίησας, τὴν ἐῤῥυπωμένην ἐλάμπρυνας, τὴν βεβυθισμένην τῇ ἁμαρτίᾳ τῷ ἀγκίστρῳ τῆς εὐσεβείας ἀνέσπασας, τὴν πλανηθεῖσαν ᾠκειώσω, τὴν αἰχμάλωτον ἠγόρασας, τὴν ὑβρίσασαν οὐκ ἠμύνου, τὴν δραπετεύσασαν ἀνεκαλέσω, τὴν αἱμαχθεῖσαν ἀπέπλυνας, τὴν ὑπὸ τῆς ἡδονῆς θηρευθεῖσαν ἀπέσπασας, τὴν ταρτάρων ἀξίαν οὐρανοπολίτιδα ἀπειργάσω, τῆς γεέννης ἠλευθέρωσας, τῆς ῥομφαίας ἐλυτρώσω, τῶν δεσμῶν ἔλυσας, τῆς ἀϊδίου ζωῆς ἠξίωσας, τοῦ κινδύνου ἀφήρπασας, τὸν διάβολον ᾔσχυνας, τὸ χειρόγραφον διέῤῥηξας. Ὢ δακρύων ἀγαθῶν γεωργὲ, τί τούτων λαμπρότερον τῶν θαυμάτων;