Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τῶν ἐν νηστείᾳ ἐγκρατῶς βιούντων

Ἰωάννης ὁ Χρυσόστομος

Παλαιοδιαθηκικά πρότυπα σωφροσύνης

Παραδείγματα δικαίων της Παλαιάς Διαθήκης, όπως ο Ιωσήφ, ο Μωυσής, ο Ιησούς του Ναυή, ο Σαμψών, ο Ηλίας, ο Ελισσαίος και ο Δανιήλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Καὶ γὰρ, εἰ καὶ Ἰωσὴφ τὸ τῆς σαρκὸς κάλυμμα, ἀλλ᾽ οὔ γε τῆς σωφροσύνης δόξης λαμπρότερον εἶχε τὸ ἔνδυμα; Σωφροσύνης ἁγνεία τοὺς πατέρας συσφίγξασα στύλους ἀδαμαντίνους τῇ οἰκουμένῃ ὑπήρεισε, τὰς μὲν εὐχὰς εἰς οὐρανὸν ἐκτείνοντας, τὰς δὲ ψυχὰς τῶν ἀνθρώπων ἐπὶ γῆς θεραπεύοντας. Μωϋσῆς ὁ μακάριος σωφροσύνῃ ἑαυτὸν περισφίγξας, στῦλος σωτηρίας τοῖς Ἑβραίοις γέγονεν ἐν Αἰγύπτῳ, καὶ τῶν μὲν πρωτοτόκων θύρας τῶν Αἰγυπτίων ἐδάφιζε, τοὺς δὲ φωτοφόρους παῖδας τῶν Ἑβραίων ἐμακάριζε· καὶ τῷ μὲν Φαραὼ καὶ τοῖς μάγοις στῦλος ἀνθίστατο, Ἰησοῦς δὲ ὁ τοῦ Ναυὴ, τὴν σωφροσύνην σύνευνον ἔχων, οὐρανίοις φωστῆρσιν ἐκέλευε· τοῦ γὰρ ἡλίου τοὺς δρόμους ἐκώλυε, καὶ τῆς σελήνης τοὺς ὅρους ἐπήγνυε, καὶ τῆς ἡμέρας τὸ φάος ἐμήκυνε. Πότε δὲ τοῦτο; Ὅτε ὑπὲρ Γαβαὼν τὸν πόλεμον ἔλεγε· Στήτω ὁ ἥλιος κατὰ Γαβαὼν, καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ. Οὗτος ποταμὸν διέτεμε, λαὸν περιέσωσεν, καὶ εἰς τὴν ἁγίαν γῆν πάλιν τοὺς Ἑβραίους ἐπέστρεφεν· οὗτος τείχη ἐῤῥίπιζε, καὶ πόλεις ἀσεβῶν κατέστρεφε, τὴν Ῥαὰβ διέσωζεν, ἀλλοφύλους ἐκόλαζεν, ὁμοφύλους ἐδόξαζε. Σαμψὼν δὲ ὁ ἀνδρειότατος, σωφροσύνην φυλάσσων, λέοντα ἀπέπνιγε, καὶ ἐκ σιαγόνος ὄνου ὕδωρ ἐπήγαζε, καὶ τὸ ἴαμα τῆς δίψης ἐκεῖθεν ἐδέχετο.

Ἠλίας δὲ ὁ Θεσβίτης σωφροσύνῃ συνοικήσας, τῇ πενιχρᾷ χήρᾳ ζωοδότης ἐγένετο· εὐλογία γὰρ ἀγαθὴ τὸ ἔλαιον αὐτῆς ἐπήγαζε, καὶ τὴν δράκα τοῦ ἀλεύρου καθ᾽ ἡμέραν ἐπλήθυνεν.

Ὁ αὐτὸς Ἠλίας διὰ σωφροσύνην πυρὸς καὶ ὕδατος θησαυροὺς ἐν νεφέλαις ἐκέκτητο· τοῖς γὰρ ἀσεβέσι πῦρ οὐράνιον ἐπόμβρει, καὶ τῇ οἰκουμένῃ ἐκλειπούσῃ οὐρανίους πηγὰς ἐξεκένωσεν. Ἑλισσαῖος δὲ ὁ τούτου μαθητὴς τὴν αὐτὴν τοῦ διδασκάλου σωφροσύνην κεκτημένος, ἐν τῇ ἀτόκῳ μήτρᾳ τῆς Σωμανίτιδος, δι᾽ εὐχῆς τὸν στάχυν τοῦ τέκνου ἐβλάστανε· καὶ ἐπειδὴ ἔδει αὐτὸν ἴσα τῷ διδασκάλῳ τὰ θαύματα δεικνύναι, νεκρὸν ἕνα ἀνεγείρει· καὶ μετὰ θάνατον τῶν ὀστῶν αὐτοῦ τὰ λείψανα τοὺς νεκροὺς ἀνεγείρουσι. Δανιὴλ δὲ ὁ σοφώτατος, καθάπερ μάχαιραν δίστομον τὴν σωφροσύνην περιζωσάμενος, τοὺς λαθροφόνους λύκους συνέπνιξε, καὶ τὴν ἀμνάδα Χελκίου ἀβλαβῆ διεφύλαττεν. Οὔτε γὰρ ὁ λαμπρὸς αὐτῆς πόκος τῆς σωφροσύνης μιαρῷ φιλήματι ἐτέμνετο, οὔτε τῇ διστόμῳ ῥομφαίᾳ τῆς ἁμαρτίας τοὺς μαστοὺς ἐμιαίνετο. Ἀμβακοὺμ δὲ ὁ μακάριος ὑπὸ Πνεύματος ἁγίου ἁρπαγεὶς τὸ τῶν ἐργατῶν ἄριστον τῷ ἐργάτῃ τῆς σωφροσύνης Δανιὴλ παρεκόμιζε. Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς καὶ τοῦτον, καθάπερ τὸν Ἠλίαν, διὰ κοράκων ἐκθρέψαι; ἀλλ᾽ ἵνα μὴ ἀπαραμύθητον ἐάσῃ τὸν μετὰ θηρίων οἰκοῦντα, ἀποστέλλει τὸν συμπροφήτην παρακαλοῦντα τὴν θλῖψιν. Ἐννόησον γὰρ, ἀγαπητὲ, πῶς ἦν ἐν τῷ λάκκῳ τῶν λεόντων Δανιὴλ, οὐκ ἔχων οὐ σκάμνον, οὐκ ἄρτον, οὐ τράπεζαν, οὐ λύχνον, οὐ κλίνην, ἀλλ᾽ ἐν μέσῳ τῶν δύο λεόντων σταυροειδῶς ἑστὼς τὸν μέλλοντα Χριστὸν ἐμιμεῖτο.