Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τοῦ ἀποστασίου βιβλίου

Ἰωάννης ὁ Χρυσόστομος

Το αδιάλυτο του γάμου, η μοιχεία και οι συνέπειες των παράνομων δεσμών

Επισήμανση των κοινωνικών και ηθικών συνεπειών της σύναψης παράνομου γάμου ως μοιχεία, καθώς και η ανάλυση της αποστολικής παραίνεσης για την υπεροχή της χηρείας έναντι του δεύτερου γάμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Ποίῳ γὰρ ὄψει προσώπῳ τὸν ἄνδρα τῆς γυναικός; ποίοις ὀφθαλμοῖς τοὺς φίλους τοὺς ἐκείνου, τοὺς οἰκέτας; Εἰ γὰρ τελευτήσαντος τοῦ συνοικοῦντος, τὴν γυναῖκά τις τὴν ἐκείνου λαβὼν, εἶτα τὴν εἰκόνα μόνην ἀνακειμένην ἰδὼν, ἔπαθέ τι καὶ ἐδυσχέρανεν, ὡς ζῶντα τὸν ἄνδρα ὁρῶν τῆς αὐτῷ συνοικούσης, ποῖον βιώσεται βίον; πῶς οἴκαδε εἰσελεύσεται; μετὰ ποίας γνώμης, μετὰ ποίων ὀφθαλμῶν ὄψεται τὴν ἐκείνου γυναῖκα τὴν αὑτοῦ;

Μᾶλλον δὲ οὐδὲ ἐκείνου, οὔτε αὑτοῦ δικαίως ἄν τις τὴν τοιαύτην προσείποι· ἡ γὰρ μοιχαλὶς οὐδενός ἐστι γυνή. Καὶ γὰρ τὰς πρὸς ἐκεῖνον συνθήκας ἐπάτησε, καὶ πρὸς σὲ μετὰ τῶν προσηκόντων νόμων οὐκ ἦλθε. Πόσης οὐκ ἂν εἴη παρανοίας, πρᾶγμα τοσούτων γέμον κακῶν εἰς τὴν οἰκίαν εἰσαγαγεῖν; Μὴ γὰρ σπάνις ἐστὶ γυναικῶν; Τίνος ἕνεκεν, πολλῶν οὐσῶν, ἃς μετὰ τῶν προσηκόντων νόμων καὶ μετὰ καθαροῦ συνειδότος λαμβάνειν ἔξεστιν, ἐπὶ τὰς κεκωλυμένας τρέχομεν, τὰς οἰκίας ἀνατρέποντες, καὶ πολέμους ἐμφυλίους εἰσάγοντες, καὶ πανταχόθεν ἔχθραν ἑαυτοῖς παρασκευάζοντες, μυρίων κατηγόρων ἀνοίγοντες στόματα, καὶ τὴν ζωὴν τὴν ἑαυτῶν καταισχύνοντες, καὶ, τὸ πάντων χαλεπώτατον, ἀπαραίτητον ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως συνάγοντες ἑαυτοῖς κόλασιν; Τί γὰρ ἐροῦμεν τότε τῷ μέλλοντι κρίνειν ἡμᾶς, ὅταν τὸν νόμον παρενεγκὼν εἰς μέσον καὶ ἀναγνοὺς εἴποι· Ἐκέλευσα ἀπολελυμένην γυναῖκα μὴ λαμβάνειν, εἰπὼν ὅτι μοιχεία τὸ πρᾶγμά ἐστι. Πῶς οὖν ἐτόλμησας ἐπὶ κεκωλυμένον γάμον ἐλθεῖν; Τί ἐροῦμεν, καὶ τί ἀποκρινούμεθα;

Οὐ γὰρ δεῖ τοὺς παρὰ τῶν ἔξωθεν κειμένους νόμους ἐκεῖ προβαλέσθαι, ἀλλ᾽ ἀνάγκη σιγῶντας καὶ δεδεμένους εἰς τὸ τῆς γεέννης ἀπάγεσθαι πῦρ μετὰ τῶν μοιχῶν καὶ τῶν τοὺς ἀλλοτρίους ἀδικησάντων γάμους· ὅ τε γὰρ ἀπολύσας χωρὶς αἰτίας, τῆς ἐπὶ πορνείᾳ, ὅ τε ἐκβεβλημένην γαμῶν, τοῦ ἀνδρὸς ζῶντος, ὁμοίως μετὰ τῆς ἐκβληθείσης κολάζονται.

Διὸ παρακαλῶ, καὶ δέομαι καὶ ἀντιβολῶ, μήτε ἄνδρας ἐκβάλλειν γυναῖκας, μήτε γυναῖκας ἄνδρας ἀφιέναι, ἀλλ᾽ ἀκούειν τοῦ Παύλου λέγοντος· Γυνὴ δέδεται νόμῳ, ἐφ᾽ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ.

Ποίαν γὰρ ἔχοιεν συγγνώμην οἱ, τοῦ Παύλου καὶ δεύτερον ἐπιτρέποντος γάμον μετὰ τὴν τελευτὴν τοῦ συνοικοῦντος, καὶ τοσαύτην παρέχοντος ἄδειαν, πρὸ τῆς τελευτῆς τολμῶντες τοῦτο ποιεῖν; τίνος ἂν τύχοιεν ἀπολογίας, ἢ οὗτοι οἱ ζώντων τῶν ἀνδρῶν τὰς γυναῖκας λαμβάνοντες, ἢ ἐκεῖνοι οἱ πρὸς τὰς πανδήμους ἀπερχόμενοι πόρνας; Καὶ γὰρ καὶ ἐκεῖνο μοιχείας ἕτερον εἶδος, τὸν γυναῖκα ἔχοντα ἔνδον, πόρναις γυναιξὶν ὁμιλεῖν. Ὥσπερ γὰρ ἡ τὸν ἄνδρα ἔχουσα γυνὴ, κἂν οἰκέτῃ κἂν ἐλευθέρῳ τινὶ γυναῖκα μὴ ἔχοντι ἑαυτὴν ἐκδῷ, τοῖς τῆς μοιχείας ἁλίσκεται νόμοις· οὕτω καὶ ὁ ἀνὴρ, κἂν εἰς πάνδημον πόρνην, κἂν εἰς ἑτέραν γυναῖκα ἄνδρα οὐκ ἔχουσαν ἁμάρτοι, γυναῖκα ἔχων, μοιχείας τὸ πρᾶγμα νενόμισται. Φεύγωμεν τοίνυν καὶ τοῦτον τὸν τρόπον τῆς μοιχείας Τί γὰρ ἕξομεν εἰπεῖν, τί δὲ προβαλέσθαι τοιαῦτα τολμῶντες; ποίαν εὐπρόσωπον παρεξόμεθα πρόφασιν; Τὴν τῆς φύσεως ἐπιθυμίαν;

Ἀλλ᾽ ἐφέστηκεν ἡ κληρωθεῖσα γυνὴ, τῆς ἀπολογίας ἡμᾶς ταύτης ἀποστεροῦσα. Διὰ τοῦτο γάμος εἰσενήνεκται, ἵνα μὴ πορνεύσῃς· μᾶλλον δὲ οὐχ ἡ γυνὴ μόνον, ἀλλὰ καὶ ἕτεροι πολλοὶ τῆς αὐτῆς ἡμῖν μετασχόντες φύσεως ταύτης ἡμᾶς ἀποστεροῦσι τῆς συγγνώμης. Ὅταν γὰρ ὁ σύνδουλός σου, τὸ αὐτὸ σῶμα ἔχων, τὴν αὐτὴν ἐπιθυμίαν κεκτημένος, ὑπὸ τῆς αὐτῆς ἀνάγκης ὠθούμενος, μηδεμίαν ἑτέραν ἴδῃ γυναῖκα, ἀλλὰ μένῃ τὴν αὐτοῦ στέργων μόνην, ποίαν ἕξεις ἀπολογίαν σὺ τὴν ἐπιθυμίαν προβαλλόμενος;

Καὶ τί λέγω τοὺς ἔχοντας γυναῖκας; Ἐννόησόν μοι τοὺς διαπαντὸς ἐν παρθενίᾳ ζῶντας, καὶ μηδ᾽ ὅλως ὁμιλήσαντας γάμῳ, καὶ πολλὴν ἐπιδειξαμένους σωφροσύνην. Ὅταν οὖν ἄλλοι χωρὶς γάμου σωφρονῶσι, ποίας σὺ τεύξῃ συγγνώμης μετὰ γάμον πορνεύων; Ταῦτα καὶ ἄνδρες καὶ γυναῖκες ἀκουέτωσαν, καὶ χῆραι, καὶ γεγαμηκυῖαι· πᾶσι γὰρ ὁ Παῦλος διαλέγεται, καὶ ὁ νόμος οὗτος ὁ λέγων· Γυνὴ δέδεται νόμῳ, ἐφ᾽ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ. Καὶ ταῖς ἐχούσαις ἄνδρας, καὶ ταῖς οὐκ ἐχούσαις, καὶ ταῖς χηρευούσαις, καὶ ταῖς δεύτερον εἰσαγούσαις νυμφίον, καὶ πάσαις ἁπλῶς ὁ λόγος οὗτος χρήσιμος. Ἡ μὲν γὰρ ἔχουσα ἄνδρα οὐχ αἱρήσεται, ζῶντος ἐκείνου, ἔσεσθαι ἑτέρου, ἀκούσασα ὅτι ζῶντος αὐτοῦ δέδεται· ἡ δὲ ἀποβαλοῦσα πάλιν, ἂν μὲν βουληθῇ δευτέροις ὁμιλῆσαι γάμοις. οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε, τοῦτο ἐργάζεται, ἀλλὰ μετὰ τῶν κειμένων παρὰ τοῦ Παύλου νόμων, εἰπόντος, Ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ, τουτέστι, μετὰ σωφροσύνης, μετὰ σεμνότητος.

Ἂν δ᾽ ἄρα ἕληται πρὸς τὸν ἀπελθόντα τὰς συνθήκας φυλάξαι, ἀκούσεται τοὺς ἀποκειμένους αὐτῇ στεφάνους, καὶ μείζονα λήψεται προθυμίαν. Μακαριωτέρα γάρ ἐστι, φησὶν, ἐὰν οὕτω μείνῃ. δʹ. Ὁρᾷς πῶς ἅπασιν ὁ λόγος χρήσιμος, τῇ τε ἐκείνων ἀσθενείᾳ συγκαταβαίνων, καὶ ταύτας οὐκ ἀποστερῶν τῶν οἰκείων ἐπαίνων; Ὅπερ γὰρ ἐπὶ τοῦ γάμου καὶ ἐπὶ τῆς παρθενίας ἐποίησε, τοῦτο καὶ ἐπὶ τοῦ προτέρου γάμου καὶ τοῦ δευτέρου. Καθάπερ γὰρ ἐκεῖ οὐκ ἀπέκλεισε τὸν γάμον, ἵνα μὴ βαρήσῃ τοὺς ἀσθενεστέρους, οὔτε ἀνάγκην ἐπέθηκεν, ἵνα μὴ τοὺς βουλομένους παρθενεύειν ἀποστερήσῃ τῶν κειμένων στεφάνων, ἀλλ᾽ ἔδειξε μὲν ὅτι καλὸς ὁ γάμος, ἐδήλωσε δὲ ὅτι κρείττων ἡ παρθενία· οὕτω δὴ καὶ ἐνταῦθα πάλιν ἡμῖν ἑτέρους τίθησι βαθμοὺς, δεικνὺς ὅτι μεῖζον μὲν καὶ ὑψηλότερον τὸ τῆς χηρείας, δεύτερον δὲ καὶ κατώτερον τὸ τῶν δευτέρων γάμων, τούς τε ἰσχυροτέρους καὶ μὴ μεταπηδᾷν βουλομένους ἀλείφων, καὶ τοὺς ἀσθενεστέρους οὐκ ἀφιεὶς πεσεῖν. Εἰπὼν γὰρ, Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω μείνῃ, ἵνα μὴ νομίσῃς ἀνθρώπινον εἶναι τὸν νόμον, ἀκούων, Κατὰ τὴν ἐμὴν γνώμην, ἐπήγαγε· Δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν. Οὐκ ἔχεις τοίνυν εἰπεῖν, ὅτι ἀνθρωπίνη ἐστὶν ἡ γνώμη, ἀλλὰ τῆς τοῦ Πνεύματος χάριτος ἡ ἀπόφασις, καὶ θεῖος ὁ νόμος. Μὴ τοίνυν Παύλου νομίζωμεν εἶναι ταῦτα λέγοντος, ἀλλὰ τοῦ Παρακλήτου ταῦτα νομοθετοῦντος ἡμῖν.