Καὶ τί λέγω τοὺς ἔχοντας γυναῖκας; Ἐννόησόν μοι τοὺς διαπαντὸς ἐν παρθενίᾳ ζῶντας, καὶ μηδ᾽ ὅλως ὁμιλήσαντας γάμῳ, καὶ πολλὴν ἐπιδειξαμένους σωφροσύνην. Ὅταν οὖν ἄλλοι χωρὶς γάμου σωφρονῶσι, ποίας σὺ τεύξῃ συγγνώμης μετὰ γάμον πορνεύων; Ταῦτα καὶ ἄνδρες καὶ γυναῖκες ἀκουέτωσαν, καὶ χῆραι, καὶ γεγαμηκυῖαι· πᾶσι γὰρ ὁ Παῦλος διαλέγεται, καὶ ὁ νόμος οὗτος ὁ λέγων· Γυνὴ δέδεται νόμῳ, ἐφ᾽ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ. Καὶ ταῖς ἐχούσαις ἄνδρας, καὶ ταῖς οὐκ ἐχούσαις, καὶ ταῖς χηρευούσαις, καὶ ταῖς δεύτερον εἰσαγούσαις νυμφίον, καὶ πάσαις ἁπλῶς ὁ λόγος οὗτος χρήσιμος. Ἡ μὲν γὰρ ἔχουσα ἄνδρα οὐχ αἱρήσεται, ζῶντος ἐκείνου, ἔσεσθαι ἑτέρου, ἀκούσασα ὅτι ζῶντος αὐτοῦ δέδεται· ἡ δὲ ἀποβαλοῦσα πάλιν, ἂν μὲν βουληθῇ δευτέροις ὁμιλῆσαι γάμοις. οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε, τοῦτο ἐργάζεται, ἀλλὰ μετὰ τῶν κειμένων παρὰ τοῦ Παύλου νόμων, εἰπόντος, Ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ, τουτέστι, μετὰ σωφροσύνης, μετὰ σεμνότητος.