Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τοῦ ἀποστασίου βιβλίου

Ἰωάννης ὁ Χρυσόστομος

Καταδίκη της πορνείας και ο πνευματικός καθαρμός της μετάνοιας

Αυστηρός έλεγχος του σαρκικού μολυσμού της πορνείας, περιγραφή των μέσων του αληθινού καθαρμού της ψυχής μέσω της μετάνοιας και ολοκλήρωση του έργου με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Ἂν δ᾽ ἄρα τις βουληθῇ δεύτερον ἐπεισαγαγεῖν νυμφίον, μετὰ σωφροσύνης, μετὰ σεμνότητος, μετὰ τῶν προσηκόντων νόμων· καὶ γὰρ καὶ τοῦτο ἐφεῖται, πορνεία δὲ κεκώλυται μόνον καὶ μοιχεία. Ταύτην τοίνυν φεύγωμεν, καὶ οἱ γυναῖκας ἔχοντες, καὶ οἱ μὴ ἔχοντες· καὶ μὴ καταισχύνωμεν ἡμῶν τὸν βίον, μηδὲ καταγέλαστον ζῶμεν ζωὴν, μηδὲ μολύνωμεν τὸ σῶμα, μηδὲ πονηρὸν συνειδὸς εἰς τὴν διάνοιαν εἰσαγάγωμεν. Πῶς γὰρ εἰς ἐκκλησίαν ἐλθεῖν δυνήσῃ μετὰ τὴν πρὸς τὰς πόρνας ὁμιλίαν; πῶς τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατεῖναι, αἷς τὴν πόρνην περιελάμβανες; πῶς κινῆσαι γλῶτταν, καὶ τῷ στόματι καλέσαι τούτῳ, ᾧ τὴν πόρνην ἐφίλησας; ποίοις ὀφθαλμοῖς ὄψει τῶν φίλων τοὺς σεμνοτέρους;

Καὶ τί λέγω τοὺς φίλους; Κἂν γὰρ μηδεὶς ὁ συνειδὼς ᾖ, σὺ σαυτὸν ἀναγκασθήσῃ πρὸ πάντων ἐρυθριᾷν καὶ αἰσχύνεσθαι, καὶ πάντων μᾶλλον τὸ ἑαυτοῦ βδελύττεσθαι σῶμα. Εἰ γὰρ μὴ τοῦτο ἦν, τίνος ἕνεκεν ἐπὶ βαλανεῖον μετὰ τὴν ἁμαρτίαν τρέχεις ἐκείνην; οὐκ ἐπειδὴ βορβόρου παντὸς ἀκαθαρτότερον ἑαυτὸν εἶναι νομίζεις; Ποίαν ἑτέραν ζητεῖς μείζονα ἀπόδειξιν τῆς τῶν γεγενημένων ἀκαθαρσίας, ἢ τίνα τὸν Θεὸν προσδοκᾷς ψῆφον οἴσειν, ὅταν ὁ πεπλημμεληκὼς σὺ τοιαύτην περὶ τῶν γεγενημένων γνώμην ἔχῃς;

Ὅτι μὲν οὖν ἀκαθάρτους ἑαυτοὺς εἶναι νομίζουσι, σφόδρα ἐπαινῶ καὶ ἀποδέχομαι· ὅτι δὲ οὐκ ἐπὶ τὸν προσήκοντα τῶν καθαρσίων ἔρχονται τρόπον, ἐγκαλῶ διὰ τοῦτο καὶ μέμφομαι. Εἰ μὲν γὰρ σωματικὸς ὁ ῥύπος ἦν, εἰκότως τοῖς τῶν βαλανείων καθαρμοῖς ἑαυτὸν ἀπέσμηχες· τὴν δὲ ψυχὴν καταῤῥυπάνας καὶ ποιήσας ἀκάθαρτον, τοιοῦτον ζήτει καθάρσιον, ὃ τὴν ἐκείνης κηλῖδα ἀποσμῆξαι δυνήσεται. Ποῖον δέ ἐστι τῆς τοιαύτης ἁμαρτίας τὸ βαλανεῖον; Θερμαὶ δακρύων πηγαὶ, στεναγμοὶ κάτωθεν ἀπὸ καρδίας ἀνιόντες, κατάνυξις διηνεκὴς, εὐχαὶ ἐκτενεῖς, ἐλεημοσύναι, καὶ ἐλεημοσύναι δαψιλεῖς, τὸ καταγνῶναι τῶν γεγενημένων, τὸ μηκέτι τοῖς αὐτοῖς ἐπιχειρῆσαι πράγμασιν· οὕτως ἁμαρτίας ἀποσμήχεται φύσις, οὕτως ἐκκαθαίρεται τῆς ψυχῆς ὁ ῥύπος· ὥστε ἐὰν μὴ τοιαῦτα ποιῶμεν, κἂν ἁπάσας τῶν ποταμῶν διέλθωμεν τὰς πηγὰς, οὐδὲ μικρὸν τῆς ἁμαρτίας ταύτης ὑφελέσθαι δυνησόμεθα μέρος. Τὸ μὲν οὖν ἄμεινον, μηκέτι πεῖραν λαβεῖν τῆς μυσαρᾶς ταύτης ἁμαρτίας. Εἰ δ᾽ ἄρα τις ὑπεσκελίσθη ποτὲ, ταῦτα ἐπιτιθέτω τὰ φάρμακα, πρότερον ὑποσχόμενος μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν.

Ὡς ἐὰν ἁμαρτάνοντες καταγινώσκωμεν τῶν ἤδη γεγενημένων, πάλιν δὲ τοῖς αὐτοῖς ἐπιχειρῶμεν, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῶν καθαρσίων. Ὁ γὰρ ἀπολουόμενος, καὶ τῷ αὐτῷ πάλιν ἐγκυλινδούμενος βορβόρῳ, καὶ ὁ καθαιρῶν πάλιν ὅπερ ᾠκοδόμησε, καὶ οἰκοδομῶν πάλιν, ἵνα καθέλῃ, οὐδὲν κερδαίνει πλέον, ἢ τὸ περιττὰ ποιεῖσθαι καὶ ταλαιπωρεῖν. Καὶ ἡμεῖς τοίνυν, ἵνα μὴ μάτην μηδὲ εἰκῆ τὴν ζωὴν ἀναλώσωμεν, τὰ πρότερα ἁμαρτήματα ἐκκαθάρωμεν, καὶ τὸν ἐπίλοιπον ἅπαντα βίον ἐν σωφροσύνῃ καὶ κοσμιότητι καὶ τῇ λοιπῇ διαγάγωμεν ἀρετῇ· ἵνα καὶ τὸν Θεὸν ἔχοντες ἵλεων, τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.