βʹ. Ὁρᾷς πῶς οὐκ ἀρκεῖ πρὸς σωτηρίαν ἡμῖν ἡ εὐχὴ, ἐὰν μὴ προσῇ τὸ κατ᾽ ἐκείνους εὔξασθαι τοὺς νόμους, οὓς τέθεικεν ὁ Χριστός; Τίνας δὲ τέθεικε νόμους; Ὑπὲρ τῶν ἐχθρῶν εὔχεσθαι. καὶ τῶν πολλὰ λυπούντων. Κἂν μὴ τοῦτο ποιῶμεν, ἀπολλύμεθα πάντως· καὶ δῆλον ἐκ τοῦ παραδείγματος τοῦ κατὰ τὸν Φαρισαῖον. Εἰ γὰρ οὗτος, οὐχὶ τῶν ἐχθρῶν κατευξάμενος, ἀλλὰ κενοδοξήσας μόνον, τοσαύτην ἔδωκε δίκην, τίς μένει τιμωρία τοὺς μακροὺς καὶ πολλοὺς κατὰ τῶν ἐχθρῶν ἀποτείνοντας λόγους; Τί ποιεῖς, ἄνθρωπε; ἕστηκας συγγνώμην αἰτῶν ἁμαρτημάτων, καὶ θυμοῦ πληροῖς τὴν διάνοιαν; Ὅτε πάντων ἡμερωτέρους εἶναι χρὴ, Δεσπότῃ διαλεγομένους, ὑπὲρ οἰκείων πλημμελημάτων παρακαλοῦντας, ἔλεον καὶ φιλανθρωπίαν καὶ συγγνώμην αἰτοῦντας, τότε ἀγριούμεθα, καὶ πρὸς θηριωδίαν ἐκπίπτομεν, καὶ πικρίας τὸ στόμα πληροῦμεν; Καὶ πῶς δυνησόμεθα, εἰπέ μοι, τῆς σωτηρίας ἐπιτυχεῖν, σχῆμα μὲν ἱκετῶν προβαλλόμενοι, ῥήματα δὲ ἀπονοίας φέροντες, καὶ καθ᾽ ἑαυτῶν παροξύνοντες τὸν Δεσπότην; Εἰσῆλθες τὰ οἰκεῖα θεραπεῦσαι τραύματα, οὐχὶ τὰ τοῦ πλησίον χαλεπώτερα ἐργάσασθαι· ἱλασμοῦ καιρός ἐστιν, εὐχῆς καιρὸς καὶ στεναγμοῦ, οὐχὶ ὀργῆς· δακρύων, οὐχὶ θυμοῦ, κατανύξεως, οὐχὶ ἀγανακτήσεως.