Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τοῦ μὴ δευτερογαμεῖν

Ἰωάννης ὁ Χρυσόστομος

Θεολογική και αγιογραφική θεώρηση του δεύτερου γάμου

Εξέταση των κινήτρων για τη σύναψη δεύτερου γάμου, ανάλυση της παύλειας διδασκαλίας περί της νομιμότητάς του και ανάδειξη της πνευματικής υπεροχής της μονανδρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

ΠΕΡΙ ΜΟΝΑΝΔΡΙΑΣ Τὸ μὲν τὰς ἀπείρους ὁμιλίας ἀνδρῶν καὶ ὠδίνων καὶ τῶν ἄλλων ἁπάντων, ἅπερ ἐπισυρόμενος ὁ γάμος εἰς τὰς τῶν ἀνθρώπων εἰσέρχεται οἰκίας, ἄνδρας ἐπιζητεῖν θαυμαστὸν οὐδέν· καὶ γὰρ τὸν πόλεμον πρᾶγμα οὕτως ἐπίπονον τοῖς ἀπείροις γλυκὺν ἡ παροιμία εἶναί φησι· τὸ δὲ τὰς μυρία ἀνασχομένας κακά, πολλάκις δὲ ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης ἀναπεισθείσας, μακαρίσαι μὲν τὰς ἀπηλλαγμένας τῶν τοῦ κόσμου πραγμάτων, ἐπαρᾶσθαι δὲ μυριάκις ἑαυταῖς καὶ ταῖς προμνηστευτρίαις καὶ τῇ ἡμέρᾳ καθ᾽ ἣν αἱ παστάδες ἐπλέκοντο, ταύτας δὲ μετὰ τοσαύτην ἀποδυσπέτησιν πάλιν τῶν αὐτῶν πραγμάτων ἐπιθυμεῖν, τοῦτό ἐστι τὸ μάλιστά με ἐκπλῆττον καὶ ποιοῦν ἀπορεῖν, καὶ τὴν αἰτίαν ἐπιζητεῖν δι᾽ ἣν τὰ πράγματα, ἃ πρότερον ἐνόμιζον εἶναι φευκτά, ὅτε ἦσαν ἐν αὐτοῖς, ταῦτα νῦν, ὅτε αὐτῶν ἀπηλλάγησαν, ὡς ποθεινὰ πάλιν διώκειν. Καὶ μυρίους ἄνω καὶ κάτω στρέφων παρ᾽ ἐμαυτῷ λογισμοὺς μόλις ποτέ, ὡς ἐμαυτὸν πείθω, τὴν αἰτίαν τοῦ πράγματος εὕρισκον· μᾶλλον δὲ οὐ μία τίς ἐστιν, οὐδὲ δύο μόνον, ἀλλὰ καὶ τούτων πλείους. Αἱ μὲν γὰρ ὑπὸ τοῦ πολλοῦ χρόνου λήθῃ παραδοῦσαι τὰ πρότερα καὶ τὰ ἐν χερσὶ μνημονεύουσαι μόνον, ἔρχονται μὲν ἐπὶ τὸν γάμον ὡς ἐπὶ λύσιν τῶν τῆς χηρείας κακῶν, εὑρίσκουσι δὲ ἕτερα πολλῷ χαλεπώτερα ἐν αὐτῷ, ὡς πάλιν τὰς αὐτὰς ἀφιέναι φωνὰς ἅσπερ καὶ πρότερον.

Ἄλλαι δὲ πάλιν πρὸς τὰ τοῦ κόσμου κεχηνυῖαι πράγματα, καὶ τῆς δόξης τοῦ παρόντος ἐκκρεμάμεναι βίου, καὶ τὴν χηρείαν ἐπονείδιστον πρᾶγμα εἶναι νομίζουσαι, αἱροῦνται τὰς ἐν τῷ γάμῳ ταλαιπωρίας ὑπὲρ τῆς δόξης τῆς κενῆς καὶ τοῦ τύφου τοῦ περιττοῦ. Εἰσὶ δὲ αἳ τούτων μὲν οὐδενί, ἀκρασίᾳ δὲ μόνῃ κρατούμεναι, ἐπὶ τὰ πρότερα πάλιν ἐπανέρχονται καὶ τὴν ὄντως αἰτίαν πειρῶνται ταῖς εἰρημέναις ἀποκρύπτειν προφάσεσιν.

Αἰτιάσασθαι μὲν οὖν αὐτὰς καὶ καταδικάσαι ὑπὲρ τοῦ γάμου τούτου οὔτε αὐτὸς τολμῶ οὔτε ἄλλῳ παραινῶ, ἐπειδὴ μηδὲ τῷ μακαρίῳ Παύλῳ τοῦτο δοκεῖ, μᾶλλον δὲ τῷ Πνεύματι τῷ ἁγίῳ. Εἰπὼν γάρ· «Γυνὴ δέδεται νόμῳ ἐφ᾽ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ», καὶ συγχωρήσας τῇ χήρᾳ εἰ βούλοιτο γαμηθῆναι πάλιν, καὶ εἰπών· «Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτως μείνῃ», ἵνα μή τις νομίσῃ ἀνθρώπινον εἶναι τὸ ἐπίταγμα, ἐπήγαγε· «Δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν», δηλῶν ὅτι Πνεύματι ταῦτα ἔγραψε.

Μὴ τοίνυν ἐγκαλοῦντα ταῖς γαμουμέναις ἢ μεμφόμενον νομιζέτω μέ τις λέγειν ταῦτα ἅπερ ἐρῶ νῦν. Καὶ γὰρ ἂν εἴη τῆς ἐσχάτης ἀπονοίας τε καὶ μανίας ἃς οὐκ ἐκόλασεν ὁ μακάριος ἐκεῖνος, ἀλλ᾽ ἐφείσατο, ταύτας ἡμᾶς καταδικάζειν ἀφειδῶς ἐξ ἐναντίας, καὶ ταῦτα μυρίων ἐμπεπλησμένους κακῶν. Εἰ γὰρ μηδὲ κρίνειν κελευόμεθα, ἵνα μὴ τῷ αὐτῷ μέτρῳ κριθῶμεν, μηδὲ σφοδροὶ τῶν ἑτέροις ἁμαρτανομένων γίνεσθαι δικασταί, ἀλλὰ συγγνωμονικοὶ καὶ ἥμεροι, ὅταν πράγματι σχολάζῃς καὶ κατακρίνῃς ἑτέρους, πάσης ἀποστερεῖς σεαυτὸν συγγνώμης, διὰ τῶν εἰς τὸν πλησίον σφοδρότερον σαυτῷ γίνεσθαι παρασκευάζων τὸν κριτήν. Οὐ τοίνυν κατηγορῶν οὐδὲ καθαπτόμενος ἐπὶ τοῦτο ἦλθον νῦν· τὸ γὰρ ἐν Κυρίῳ γενέσθαι δυνάμενον πάσης κατηγορίας ἀπήλλακται. «Μόνον γάρ, φησίν, ἐν Κυρίῳ.» Ἀλλ᾽ ὥσπερ ὅταν ὑπὲρ παρθενίας λέγωμεν, οὐ τὸν γάμον ἀτιμάζοντες ἐκείνην ἐπαίρομεν· οὕτως ὅταν περὶ χηρείας διαλεγώμεθα, οὐ τὸν δεύτερον γάμον ἐν τοῖς ἀπειρημένοις τιθέντες τῷ προτέρῳ στέργειν παρακαλοῦμεν, ἀλλ᾽ ὁμολογοῦμεν μὲν καὶ τοῦτον εἶναι κατὰ νόμον τὸν δεύτερον, πολλῷ δὲ τὸν ἕνα τοῦ δευτέρου βελτίονα. Μὴ δὴ οὖν τὴν κατὰ σύγκρισιν ὑπεροχὴν τοῦ κατ᾽ αὐτὴν ἐλαττωθέντος πράγματος κακίαν τις εἶναι νομιζέτω.

Οὐδὲ γὰρ εἰς τὴν τῶν πονηρῶν τὸ πρᾶγμα ὠθοῦντες τάξιν τὴν σύγκρισιν ταύτην ποιούμεθα· ἀλλ᾽ ἀφέντες αὐτὸ τῶν νενομισμένων εἶναι καὶ ἐν ἐξουσίᾳ, οὕτως αὐτοῦ τὸ πολλῷ κρεῖττον προτιμῶμέν τε καὶ θαυμάζομεν. Τί δήποτε; Ὅτι οὐκ ἔστιν ἴσον ἑνὸς ἀνδρὸς εἶναι γυναῖκα καὶ δύο τὴν αὐτήν. Ἡ μὲν γὰρ ἀρκεσθεῖσα τῷ προτέρῳ ἔδειξεν ὅτι οὐδ᾽ ἂν τοῦτον εἵλετο τὴν ἀρχήν, εἰ τοῦ πράγματος ᾔδει τὴν πεῖραν καλῶς· ἡ δὲ δεύτερον ἐπεισάγουσα νυμφίον τῇ τοῦ προτέρου εὐνῇ, τῆς πολλῆς περὶ τὸν κόσμον φιλίας καὶ πρὸς τὰ γήϊνα πράγματα συμπαθείας τεκμήριον ἐξήνεγκεν οὐ μικρόν.

Κἀκείνη μὲν οὔτε ζῶντος τοῦ ἀνδρὸς πρὸς ἕτερόν τινα ἐπτόητο· αὕτη δὲ εἰ καὶ μὴ ἥμαρτεν εἰς ἑτέρους ζῶντος ἐκείνου, ἀλλ᾽ ἐκείνου μᾶλλον πολλοὺς ἑτέρους ἐθαύμασεν. Ἵνα δὲ μὴ τοῦ διελθόντος καταστοχαζώμεθα βίου, αὐτὸ τὸ πρᾶγμα συγκρίνωμεν. Ὥσπερ γὰρ ἡ παρθενία τοῦ γάμου κρείττων, οὕτως οὗτος ἐκείνου βελτίων ὁ γάμος. Ἡ μὲν γὰρ χήρα, ἀπὸ τῆς ἀρχῆς ἐλαττωθεῖσα τῆς παρθενίας μόνον, κατὰ τὸ τέλος ἐξισοῦται πάλιν αὐτῇ καὶ συνάπτεται· ὁ δὲ γάμος οὗτος ἐξ ἑκατέρων αὐτῆς ἀφέστηκε τῶν μερῶν. Χωρὶς δὲ τούτων ἡ μὲν εὐκόλως φέρουσα τὴν χηρείαν καὶ ζῶντος πολλάκις ἐγκρατεύεται τοῦ ἀνδρός· ἡ δὲ τὸ πρᾶγμα ἔχουσα ἐπαχθῶς οὐ δύο μόνον καὶ τρισίν, ἀλλὰ καὶ πολλῷ πλείοσιν ὁμιλῆσαι παρεσκεύασται ἀνδράσι, καὶ μόλις τοῦ γήρως ἐπελθόντος ἀφίσταται. Ὥσπερ οὖν πολλῆς σεμνότητος καὶ σωφροσύνης σημεῖον ὁ γάμος ἐκεῖνός ἐστιν, οὕτως οὗτος ἀσελγείας μὲν οὐκ ἂν εἴποιμι, μὴ γένοιτο, ἀσθενοῦς δὲ ψυχῆς καὶ σαρκικωτάτης καὶ τῇ γῇ προσδεδεμένης, καὶ μέγα καὶ ὑψηλὸν οὐδὲν δυναμένης φαντασθῆναί ποτε.

Εἰ δὲ λέγοι τις ὅτι τὸ καλὸν ταὐτόν ἐστι, κἄν τε ἅπαξ γένηται, κἄν τε δίς, κἄν τε πολλάκις—ὁμοίως γὰρ ἔσται καλὸν καὶ ὁ πολλάκις αὐτῷ χρώμενος μᾶλλον ἐπαινοῖτ᾽ ἂν δικαίως· ὥστε εἰ καὶ ὁ γάμος καλόν, ὁ συνεχῶς αὐτῷ κεχρημένος τοῦ σπανιάκις θαυμαστότερος καὶ μᾶλλον ἀποδεκτός—, ἐροῦμεν ὅτι τοὺς μὲν ἀφελεστέρους τοῦτο σοφίσασθαι δύναιτ᾽ ἄν, τοῖς δὲ βουλομένοις προσέχειν, εὐφώρατον ἔσται τὸ σόφισμα. Γάμος γὰρ οὐ διὰ τὴν μίξιν λέγεται γάμος· ἐπεὶ οὕτω γε καὶ ἡ πορνεία γάμος ἂν ἦν· ἀλλὰ διὰ τὸ στέργειν ἑνὶ τὴν γαμουμένην ἀνδρί, καὶ τούτῳ τῆς πόρνης διέστηκεν ἡ ἐλευθέρα καὶ σώφρων γυνή. Εἰ μὲν γὰρ ἑνὶ διαπαντὸς ἀρκοῖτο ἀνδρί, γάμος τὸ πρᾶγμα εἰκότως ἂν λέγοιτο· εἰ δὲ ἀνθ᾽ ἑνὸς πολλοὺς εἰς τὴν οἰκίαν εἰσάγει νυμφίους, πορνείαν μὲν οὐ τολμῶ τὸ πρᾶγμα καλεῖν, τῆς δὲ οὐκ εἰδυίας ἕτερον ἄνδρα πλὴν ἑνὸς πολλῷ τῷ μέτρῳ ἀπολείπεσθαι φαίην ἄν.

Ἐκείνη μὲν γὰρ ἤκουσε τοῦ Κυρίου λέγοντος· «Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν», καὶ ὥσπερ σαρκὸς ἀληθῶς οἰκείας ἀντείχετο καὶ οὐκ ἐπελάθετο τῆς ἅπαξ δοθείσης αὐτῇ κεφαλῆς· αὕτη δὲ οὔτε τὸν πρῶτον οὔτε τὸν δεύτερον ἔσχεν ἐν τάξει τῆς οἰκείας σαρκός· ὁ μὲν γὰρ πρῶτος ἐκβέβληται παρὰ τοῦ δευτέρου, ὁ δεύτερος δὲ ὑπ᾽ ἐκείνου· οὔτε δὲ τοῦ προτέρου μεμνῆσθαι δύναιτ᾽ ἂν καλῶς τῷ ἑτέρῳ μετ᾽ ἐκεῖνον προσέχουσα, οὔτε τοῦτον μετὰ τῆς προσηκούσης φιλοστοργίας ὄψεται, σχιζομένης εἰς τὸν ἀπελθόντα τῆς διανοίας αὐτῆς. Ὥστε ἑκάτερον λοιπὸν συμβαίνει καὶ τοῦτον κἀκεῖνον ἐκβεβλῆσθαι τῆς ἀνδρὶ προσηκούσης καὶ τιμῆς καὶ φιλίας παρὰ γυναικός.