Ἀλλ᾽ εὐκολώτερον, φησί, μεταχειριεῖται, διὰ τὸν ἐκείνου φόβον οὐδενὸς ἀντιπίπτοντος, οὐδὲ δυσκολίαν παρέχοντος. Καὶ γὰρ οἰκέται καὶ οἰκονόμοι καὶ ἐπίτροποι πάντες κατεπτήχασι, καὶ μετὰ πολλῆς ὑπακούουσι τῆς πειθοῦς, καὶ ὁ ἀντιλέγων οὐδείς· ὅταν δὲ ὁ φοβῶν ἀπέλθῃ, ἅπαντες ἐπεμβαίνουσι τῇ χήρᾳ, κακουργοῦσι, καταθρασύνονται, πάντα συγχέουσι καὶ διασπῶσι· κἂν ἐπέλθῃ καὶ ἀμύνηται, στρεβλοῦσα, μαστίζουσα, εἰς δεσμωτήριον ἐμβάλλουσα, καταγνώσεις, λοιδορίαι, κατηγορίαι παρὰ τῶν πολλῶν. Ἂν δὲ τὰς πρὸς τὸν ἀπελθόντα συνθήκας πατήσῃ καὶ τῆς φιλίας ἐπιλάθηται τῆς ἐκείνου, καὶ τὴν ἑσπέραν καθ᾽ ἣν πρῶτον αὐτῇ συνήπτετο, καὶ τὸν κρότον, καὶ τὸν ὑμέναιον, καὶ τὰς γαμηλίους δᾷδας, καὶ τὰς πρώτας περιπλοκάς, καὶ τὰς τραπέζας, καὶ τῶν ἁλῶν ὧν αὐτῇ παρὰ πάντα τὸν χρόνον ἐκοινώνησε, καὶ ῥημάτων ὧν εἰκὸς γυναῖκα ἀπολαύειν παρὰ ἀνδρός· ἂν ταῦτα ῥίψῃ πάντα ἐξαίφνης ὡς οὐδὲ γεγενημένα, ἑτέρῳ τὰς θύρας ἀναπετάσασα τῆς οἰκίας, καὶ πρὸς τὴν εὐνὴν αὐτὸν ἕλκῃ τὴν ἐκείνου τὴν πάντα τὰ πρότερα συνειδυῖαν, ἂν ταῦτα ποιῇ, οὐδεὶς ὁ μεμφόμενος οὐδὲ ἐγκαλῶν; οὐδεὶς ὁ μισήσων καὶ ἄστοργον καὶ ἄπιστον καὶ ἄσπονδον καὶ πάντα τὰ τοιαῦτα προσερῶν;