Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τοῦ μὴ κρίνειν τὸν πλησίον

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή στον φωτιστικό ρόλο των διδασκάλων της Εκκλησίας

Οι δάσκαλοι της Εκκλησίας παρομοιάζονται με τα ουράνια σώματα που καθοδηγούν τους πιστούς στην αλήθεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Εἰς τὸ λέγειν τοὺς Ἰουδαίους, «Δαιμόνιον ἔχεις,» καὶ εἰς τὸ, «Μὴ κρίνετε κατ᾽ ὄψιν.» Ὥσπερ ἡ φαεσφόρος σελήνη τὰ τῆς νυκτὸς ἀμαυρὰ λευκαίνουσα, τοῖς τε κατὰ γῆν καὶ θάλατταν πλωτῆρσί τε καὶ ὁδοιπόροις τὸ κάλλος δᾳδουχοῦσα, ἀνεμπόδιστον ἑκάστῳ τὴν πορείαν κατεργάζεται· ὡσαύτως καὶ ὁ τῆς Ἐκκλησίας διδάσκαλος δίκην σελήνης τὰς τῆς θεογνωσίας λαμπηδόνας διὰ λόγου αὐγάζων, τούς τε ἐν τῷ πελάγει τοῦ βίου τούτου τὴν ἁλμυρίδα τῶν ἡδονῶν παρατρέχοντας, καὶ τοὺς τὴν χριστοφόρον ὁδὸν βαίνοντας, ἐπὶ τὴν ἀλήθειαν Χριστὸν παραπέμπει.

Οἶδε δὲ καὶ ἡ θεία Γραφὴ τοὺς τῆς Ἐκκλησίας διδασκάλους καὶ ἐν σεμνῇ πολιτείᾳ βιοῦντας, ἐν εἰκόνι σελήνης καὶ ἀστέρων ὀνομάζειν, ὥς φησιν ὁ προφήτης Δαυΐδ· Σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας. Σαφέστερον δὲ ἔστιν ἐκ τῶν τοῦ Ἀποστόλου ῥημάτων ἰδεῖν τὴν διαφορὰν τῶν ἁγίων ἐπὶ τάξει ἡλίου καὶ σελήνης καὶ ἀστέρων ὀνομαζομένην· Ἄλλη δόξα, φησὶν, ἡλίου καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων καὶ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ.