Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· Χριστὸν γὰρ μὴ δεξάμενοι τὸ φῶς, ἐν σκότει διαπορεύονται. Καὶ τὸ φῶς γὰρ ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε. Σαλευθήτωσαν πάντα τὰ θεμέλια τῆς γῆς· οὐ τῆς πατουμένης, ἀλλὰ περὶ ἧς λέγει, ὅτι Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Θεμέλιος γὰρ σώματος ἡ ψυχή· ἧς ἐξελθούσης, καθάπερ θεμελίου ὑποχωρήσαντος, ὁ οἶκος τοῦ σκήνους ἡμῶν καταπίπτει. Σαλευθήτωσαν πάντα τὰ θεμέλια τῆς γῆς, τουτέστι, μετακινηθήτωσαν καὶ μεταστήτωσαν αἱ ψυχαὶ ἀπὸ τῆς εἰδωλολατρείας εἰς τὴν θεογνωσίαν. Εἶτα, Ἀνάστα, ὁ Θεὸς, φησὶ, κρῖνον τὴν γῆν. Ἀνάστα, ὁ σταυρωθεὶς, ἀνάστα, ὁ τὰς ἁμαρτίας ἡμῶν ἐν εἰκόνι ἀκανθῶν ἐπὶ τῆς ἑαυτοῦ κεφαλῆς ἀναδησάμενος, Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν. Τὴν γῆν εἶπεν, οὐ τὸν οὐρανόν. Μὴ φοβηθῇς, ἀγαπητέ. Εἰ ἀναγεγέννησαι ἐξ ὕδατος καὶ Πνεύματος, οὐρανὸς εἶ· Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.