Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τοῦ μὴ κρίνειν τὸν πλησίον

Ἰωάννης ὁ Χρυσόστομος

Χριστολογική ερμηνεία του Ψαλμού περί δίκαιης κρίσης

Ανάλυση της παρουσίας του Χριστού στη συναγωγή των θεών, με θεολογική εξήγηση των εννοιών του ορφανού και του πένητα σε σχέση με την ενανθρώπηση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Καὶ τίς ἂν εἴη ὁ Θεὸς ὁ σταθεὶς ἐν συναγωγῇ θεῶν, ἢ πάντως ὁ Χριστὸς, ὁ σταθεὶς ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων, τῶν ποτὲ ὄντων θεῶν, πρὸς οὓς ἀπεκρίθη, Ἐγὼ εἶπα, Θεοί ἐστε;

Ὅσον γὰρ ἐπὶ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ, θεοὺς αὐτοὺς ὠνόμασεν· ὅσον δὲ ἐν τῇ ἑαυτῶν κακίᾳ, ὡς ἄνθρωποι ἀπέθνησκον, καὶ ὡς εἷς τῶν ἀρχόντων ἔπιπτον· ἀρχόντων δὲ, οὐ τῶν ἐπιγείων τῶν ἀνθρώπων, ἀλλ᾽ ἐκ τῶν οὐρανίων ἁψίδων καταπεσόντων, περὶ ὧν λέγει καὶ Παῦλος· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.

Ὁ Θεὸς οὖν ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ. Θεοὺς ἀπὸ τῶν ποτὲ θεῶν διακρινεῖ Ἰουδαίων. Καί φησι πρὸς αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον· Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; καὶ ὁ Κύριός φησι· Μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε.

Εἶτα πάλιν τὸ Πνεῦμα τὸ ἅγιον· Κρίνατε ὀρφανῷ καὶ πτωχῷ. Ὅρα μοι πῶς περὶ Χριστοῦ πάντα εἰσηγεῖται, πάντα διδάσκει, βουλόμενος ἀνάψαι τὴν παρ᾽ αὐτῶν γινομένην ἀδικίαν· Κρίνατε γὰρ, φησὶν, ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε.

Ἀλλ᾽ ἴσως ἐρεῖ τις τῶν ἀκροατῶν καὶ ἀπορεῖν ἡμᾶς δεικνύναι τοῦ, ὅτι ὀρφανὸς ἀκήκοεν ὁ Κύριος. Τὸ μὲν γὰρ πτωχὸν, ῥᾴδιόν ἐστι καταμαθεῖν ἐκ τῶν τοῦ Ἀποστόλου ῥημάτων· Ὃς δι᾽ ἡμᾶς ἐπτώχευσε πλούσιος ὤν· ἀλλὰ τίς ἂν εἴη ὀρφανὸς, ἢ πάντως ὁ μήτε πατέρα ἔχων μήτε μητέρα; Ἄκουε δὲ τοῦ Ἀποστόλου λέγοντος περὶ τοῦ Χριστοῦ· Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος.

Ἀπάτωρ ἐπὶ τῆς γῆς κατὰ τὴν ἀνθρωπότητα ὁ Κύριος, καὶ ἀμήτωρ ἐν οὐρανοῖς κατὰ τὴν θεότητα. Κρίνατε ὀρφανῷ καὶ πτωχῷ, τῷ δι᾽ ἡμᾶς πτωχεύσαντι. Τοῖς πᾶσι γὰρ τὰ πάντα γέγονε πλεῖον τοῦ Ἀποστόλου, ἵνα τοὺς πάντας κερδήσῃ. Ταπεινὸν καὶ πένητα δικαιώσατε. Μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ἀλλὰ τί φησιν; Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· Ἐν σκότει διαπορεύονται.