Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τοῦ ὁμοουσίου

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο και πνευματική προετοιμασία των ακροατών

Ο συγγραφέας επαινεί τους πιστούς για τη συμμετοχή τους στη σύναξη και τονίζει την αναγκαιότητα της πνευματικής εγρήγορσης για την ορθή κατανόηση των θείων Γραφών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 5

Πρὸς τοὺς ἀπολειφθέντας τῆς συνάξεως, καὶ τοῦ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ ἀπόδειξις, καὶ ὅτι τὰ ταπεινῶς εἰρημένα καὶ γεγενημένα παρ᾽ αὐτοῦ, οὐ δι᾽ ἀσθένειαν δυνάμεως, οὐδὲ δι᾽ ἐλάττωσιν ἐγίνετο καὶ ἐλέγετο, ἀλλὰ δι᾽ οἰκονομίας διαφόρους. Ἀπὸ τοῦ περὶ ἀκαταλήπτου, καὶ ἀκολούθως. Λόγος ἕβδομος. αʹ. Πάλιν ἱπποδρομίαι, καὶ πάλιν ὁ σύλλογος ἡμῖν ἐλάττων γέγονε· μᾶλλον δὲ ἕως ἂν ὑμεῖς παρῆτε, οὐκ ἂν γένοιτο ἐλάττων. Ὥσπερ γὰρ γεωργὸς, εἰ τὸν σῖτον ἀκμάζοντα καὶ ἀπηρτισμένον ἴδοι, οὐ πολὺν ποιεῖται λόγον τῶν φύλλων καταπιπτόντων· οὕτω δὴ καὶ ἐγὼ νῦν, τοῦ καρποῦ παρόντος ἡμῖν, οὐ τοσαύτην ποιοῦμαι τὴν ὀδύνην, τὰ φύλλα ἀναρπαζόμενα βλέπων. Ἀλγῶ μὲν γὰρ καὶ διὰ τὴν ῥᾳθυμίαν ἐκείνων, παραμυθεῖται δὲ ὅμως τὴν ἐπ᾽ ἐκείνοις ἀλγηδόνα τῆς ὑμετέρας ἀγάπης ἡ προθυμία. Ἐκεῖνοι μὲν γὰρ κἂν παραγένωνταί ποτε, οὐδὲ τότε πάρεισιν, ἀλλὰ τὸ μὲν σῶμα αὐτοῖς ἐνταῦθα ἵδρυται, ἡ διάνοια δὲ ἔξω πλανᾶται· ὑμεῖς δὲ κἂν ἀπολειφθῆτέ ποτε, καὶ τότε πάρεστε· τὸ μὲν γὰρ σῶμα ὑμῖν ἔξω, ἡ διάνοια δὲ ἐνταῦθα. Ἐβουλόμην μὲν οὖν μακρὸν κατ᾽ ἐκείνων ἀποτεῖναι λόγον, ἀλλ᾽ ἵνα μὴ δόξω σκιαμαχεῖν, ἐπιτιμῶν τοῖς μὴ παροῦσι μηδὲ ἀκούουσι, τούτους εἰς τὴν ἐκείνων παρουσίαν τηρήσας τοὺς λόγους, τὴν ὑμετέραν ἀγάπην ἐπὶ τὸν συνήθη λειμῶνα καὶ τὸ πέλαγος τῶν θείων Γραφῶν κατὰ τὴν θείαν χάριν ὁδηγῆσαι πειράσομαι.

Ἀλλὰ διανάστητε, καὶ γρηγορεῖτε· ἐπὶ μὲν γὰρ τῶν πλεόντων κἂν ἅπαντες καθεύδωσιν, ὁ δὲ κυβερνήτης ἐγρηγορὼς ᾖ μόνος, οὐδείς ἐστι κίνδυνος, τῆς νήψεως τῆς ἐκείνου καὶ τῆς τέχνης ἀντὶ πάντων ἀρκούσης τῷ πλοίῳ· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ κἂν μυριάκις ὁ λέγων νήφῃ, οἱ δὲ ἀκούοντες μὴ τὴν αὐτὴν ἀγρυπνίαν ἐπιδείκνυνται, καταποντισθεὶς ἡμῖν ὁ λόγος οἰχήσεται, οὐχ εὑρὼν διάνοιαν τὴν ὑποδεξαμένην αὐτόν. Διὸ χρὴ νήφειν καὶ ἐγρηγορέναι· καὶ γὰρ ὑπὲρ μειζόνων ἡμῖν ἡ ἐμπορία· οὐδὲ γὰρ ὑπὲρ χρυσίου καὶ ἀργυρίου καὶ τῶν ἀπολλυμένων πραγμάτων πλέομεν, ἀλλ᾽ ὑπὲρ τῆς μελλούσης ζωῆς, καὶ τῶν ἐν οὐρανοῖς θησαυρῶν, καὶ πλείους ἐνταῦθα αἱ ὁδοὶ τῶν ἐν τῇ θαλάσσῃ καὶ τῶν ἐν τῇ γῇ· κἂν μὴ μετὰ ἀκριβείας τις αὐτὰς εἰδῇ τεμεῖν, ναυάγιον ὑποστήσεται χαλεπώτατον.

Πάντες τοίνυν ὑμεῖς οἱ μεθ᾽ ἡμῶν πλέοντες, μὴ τὴν τῶν ἐπιβατῶν ἄδειαν, ἀλλὰ τὴν τῶν κυβερνητῶν ἀγρυπνίαν ἐπιδείκνυσθε καὶ φροντίδα· καὶ γὰρ ἐκεῖνοι τῶν λοιπῶν καθευδόντων ἁπάντων ἐπὶ τῶν οἰάκων καθήμενοι, οὐ μόνον τὰς ἐν τοῖς ὕδασι περισκοποῦσιν ὁδοὺς, ἀλλὰ καὶ πρὸς τὸν οὐρανὸν ἐκ τοσούτου βλέποντες τοῦ διαστήματος, ὥσπερ τινὸς χειρὸς τῆς τῶν ἄστρων πορείας χειραγωγούσης αὐτοὺς, μετὰ ἀσφαλείας τὸ σκάφος ἰθύνουσι, καὶ οὐδεὶς ἰδιώτης τὸ πέλαγος οὕτως ἀδεῶς ἐν ἡμέρᾳ δύναιτ᾽ ἂν πλεῦσαι ὡς ἐκεῖνοι μεθ᾽ ἡσυχίας ἁπάσης ἐν μέσῃ νυκτὶ, ὅτε φοβερωτέρα ἡ θάλασσα φαίνεται, ἐγρηγορότες ἀταράχως τὴν ἑαυτῶν ἐπιδείκνυνται τέχνην, καὶ οὐχὶ τὰς ἐν τοῖς ὕδασιν ἀτραποὺς μόνον, οὐδὲ τῶν ἄστρων τοὺς δρόμους, ἀλλὰ καὶ ἀνέμων ἐξόδους περισκοποῦσι, καὶ τοσαύτη τῶν ἀνδρῶν ἐκείνων ἐστὶν ἡ σοφία, ὡς πολλάκις πνεύματος ῥύμην σφοδρότερον ἐμπεσοῦσαν, καὶ μέλλουσαν περιτρέπειν τὸ πλοῖον, ταῖς πυκναῖς τῶν ἱστίων μεταβολαῖς δεχομένους εὐστόχως ἅπαντα λῦσαι τὸν κίνδυνον, καὶ ταῖς βιαίοις τῶν ἀνέμων ἐμβολαῖς τὴν αὐτῶν ἀντιστήσαντας τέχνην, ἐξαρπάσαι τοῦ κλυδωνίου τὸ σκάφος. Εἰ δὲ ὑπὲρ βιωτικῶν ἐκεῖνοι πραγμάτων αἰσθητὴν πλέοντες θάλασσαν, οὕτως ἐγρηγορυῖαν διηνεκῶς ἔχουσι τὴν ψυχὴν, πολλῷ μᾶλλον ἡμᾶς οὕτω παρεσκευάσθαι χρή· καὶ γὰρ καὶ μείζων ὁ κίνδυνος ῥᾳθυμοῦσι, καὶ πλείων ἡ ἀσφάλεια νήφουσιν.

Οὔτε γὰρ ἀπὸ σανίδων ἡμῖν τὸ σκάφος τοῦτο κατεσκεύασται, ἀλλ᾽ ἀπὸ τῶν θείων κεκόλληται Γραφῶν, οὔτε ἀστέρες αὐτὸ χειραγωγοῦσιν ἄνωθεν, ἀλλ᾽ ὁ τῆς δικαιοσύνης ἥλιος τοῦτον ἡμῖν κατευθύνει τὸν πλοῦν, καὶ καθήμεθα ἐπὶ τῶν οἰάκων, οὐ ζεφύρου πνοὰς ἀναμένοντες, ἀλλὰ τὴν πραεῖαν αὔραν τοῦ Πνεύματος.