Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τοῦ ὁμοουσίου

Ἰωάννης ὁ Χρυσόστομος

Η θεία συγκατάβαση και η σκοπιμότητα των ταπεινών εκφράσεων

Εξέταση των αιτιών για τις οποίες οι Γραφές χρησιμοποιούν ταπεινές εκφράσεις για τον Χριστό, περιλαμβάνοντας την επιβεβαίωση της ενανθρώπησης, τη συγκατάβαση στην ανθρώπινη αδυναμία και την αποτροπή των αιρέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Οἷον ὅτι εὔχεται τῷ Πατρί· εἰ γὰρ τῆς αὐτῆς ἐστι δυνάμεως, καὶ τῆς αὐτῆς οὐσίας, καὶ ἀπὸ ἐξουσίας πάντα ποιεῖ, τίνος ἕνεκεν εὔχεται; γʹ. Ἐγὼ δὲ οὐ ταῦτα ἐρῶ μόνον, ἀλλὰ καὶ ὅσα ἕτερα ταπεινὰ περὶ αὐτοῦ εἴρηται, πάντα παραθήσομαι μετὰ ἀκριβείας, πρότερον ἐκεῖνο εἰπὼν, ὅτι ἐγὼ μὲν τῶν ταπεινῶς εἰρημένων περὶ αὐτοῦ πολλὰς ἔχω καὶ δικαίας αἰτίας εἰπεῖν, σὺ δὲ τῶν ὑψηλῶν καὶ ἐνδόξων οὐδεμίαν ἑτέραν ἔχοις ἂν εἰπεῖν πρόφασιν, ἀλλ᾽ ἢ τὸ βούλεσθαι τὴν εὐγένειαν ἡμῖν αὐτὸν ἐνδείκνυσθαι τὴν αὐτοῦ. Ἐπεὶ εἰ μὴ τοῦτο οὕτως ἔχοι, μάχη καὶ πόλεμος ἐν ταῖς Γραφαῖς· τὸ γὰρ λέγειν ὅτι Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ, καὶ ὅσα ἕτερα εἶπον, καὶ τὸ πάλιν εὔχεσθαι, ἡνίκα ἂν δέῃ τοῦτο ποιεῖν, ἐναντίον· ἀλλ᾽ ἐὰν τὰς αἰτίας εἴπω, πᾶσα ἀνῄρηται λοιπὸν ἀμφισβήτησις.

Τίνες οὖν εἰσιν αἱ αἰτίαι τοῦ ταπεινὰ πολλὰ καὶ αὐτὸν καὶ τοὺς ἀποστόλους εἰρηκέναι περὶ αὐτοῦ; Πρώτη μὲν οὖν αἰτία καὶ μεγίστη, τὸ σάρκα αὐτὸν περιβεβλῆσθαι, καὶ βούλεσθαι καὶ τοὺς τότε καὶ τοὺς μετὰ ταῦτα πιστώσασθαι πάντας, ὅτι οὐ σκιά τίς ἐστιν, οὐδὲ σχῆμα ἁπλῶς τὸ ὁρώμενον, ἀλλ᾽ ἀλήθεια φύσεως. Εἰ γὰρ τοσαῦτα ταπεινὰ καὶ ἀνθρώπινα περὶ αὐτοῦ καὶ τῶν ἀποστόλων εἰρηκότων, καὶ αὐτοῦ περὶ ἑαυτοῦ, ὅμως ἴσχυσεν ὁ διάβολος πεῖσαί τινας τῶν ἀθλίων καὶ ταλαιπώρων ἀνθρώπων ἀρνήσασθαι τῆς οἰκονομίας τὸν λόγον, καὶ τολμῆσαι εἰπεῖν, ὅτι σάρκα οὐκ ἔλαβε, καὶ τὴν πᾶσαν τῆς φιλανθρωπίας ὑπόθεσιν ἀνελεῖν· εἰ μηδὲν τούτων εἶπε, πόσοι οὐκ ἂν εἰς τὸ βάραθρον τοῦτο κατέπεσον;

Οὐκ ἀκούεις ἔτι καὶ νῦν Μαρκίωνος ἀρνουμένου τὴν οἰκονομίαν, καὶ Μανιχαίου, καὶ Οὐαλεντίνου, καὶ πολλῶν ἑτέρων; Διὰ τοῦτο πολλὰ ἀνθρώπινα καὶ ταπεινὰ φθέγγεται, καὶ τῆς οὐσίας ἐκείνης τῆς ἀποῤῥήτου ἀποδέοντα, ἵνα πιστώσηται τῆς οἰκονομίας τὸν λόγον. Καὶ γὰρ σφόδρα ἐσπούδακεν ὁ διάβολος ταύτην ἐκ τῶν ἀνθρώπων τὴν πίστιν ἀνελεῖν, εἰδὼς ὅτι τῆς οἰκονομίας ἐὰν ἀνέλῃ τὴν πίστιν, τὸ πλέον τῶν καθ᾽ ἡμᾶς οἰχήσεται πραγμάτων. Ἔστι καὶ ἑτέρα μετὰ ταύτην αἰτία, ἡ ἀσθένεια τῶν ἀκουόντων, καὶ τὸ μὴ δύνασθαι τότε πρῶτον αὐτὸν ἰδόντας, καὶ τότε πρῶτον ἀκούοντας, τοὺς ὑψηλοτέρους τῶν δογμάτων δέξασθαι λόγους. Καὶ ὅτι οὐ στοχασμὸς τὸ λεγόμενον, ἀπ᾽ αὐτῶν σοι παραστῆσαι τοῦτο πειράσομαι τῶν Γραφῶν καὶ δεῖξαι, ὅτι εἴ ποτέ τι μέγα καὶ ὑψηλὸν καὶ τῆς αὐτοῦ δόξης ἄξιον ἐφθέγξατο· τί λέγω μέγα καὶ ὑψηλὸν, καὶ τῆς αὐτοῦ δόξης ἄξιον; εἴ ποτέ τι τῆς ἀνθρωπίνης φύσεως εἶπε πλέον, ἐθορυβοῦντο καὶ ἐσκανδαλίζοντο· εἰ δέ ποτέ τι ταπεινὸν καὶ ἀνθρώπινον, προσέτρεχον καὶ τὸν λόγον ἐδέχοντο. Καὶ ποῦ τοῦτο ἔστιν ἰδεῖν; φησί. Παρὰ τῷ Ἰωάννῃ μάλιστα· εἰπόντος γὰρ αὐτοῦ, Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε καὶ ἐχάρη, λέγουσι· Τεσσαράκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας; Ὁρᾷς ὅτι ὡς περὶ ἀνθρώπου ψιλοῦ διέκειντο; Τί οὖν αὐτός; Πρὸ τοῦ τὸν Ἀβραὰμ γενέσθαι, φησὶν, ἐγώ εἰμι.

Καὶ ἦραν λίθους, ἵνα βάλλωσιν ἐπ᾽ αὐτόν. Καὶ ὅτε περὶ τῶν μυστηρίων μακροὺς ἐπέτεινε λόγους, λέγων, Καὶ ὁ ἄρτος δὲ, ὃν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, ἡ σάρξ μου ἐστὶν, ἔλεγον, Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; Καὶ ἐκ τούτου πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ᾽ αὐτοῦ περιεπάτουν. Τί οὖν ἔδει ποιεῖν; εἰπέ μοι· τοῖς ὑψηλοτέροις ἐνδιατρίβειν ῥήμασι διηνεκῶς, ὥστε ἀποσοβῆσαι τὴν θήραν, καὶ πάντας ἀποκρούσασθαι τῆς διδασκαλίας; Ἀλλ᾽ οὐκ ἦν τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Καὶ γὰρ πάλιν ἐπειδὴ εἶπεν, Ὁ τὸν λόγον μου ἀκούων, θανάτου οὐ μὴ γεύσηται εἰς τὸν αἰῶνα, ἔλεγον, Οὐ καλῶς ἐλέγομεν, ὅτι δαιμόνιον ἔχεις; Ἀβραὰμ ἀπέθανε, καὶ οἱ προφῆται ἀπέθανον, καὶ σὺ λέγεις, ὅτι Ὁ τὸν λόγον μου ἀκούων οὐ μὴ γεύσηται θανάτου; Καὶ τί θαυμαστὸν εἰ τὸ πλῆθος οὕτω διέκειτο, ὅπου γε καὶ αὐτοὶ οἱ ἄρχοντες ταύτην εἶχον τὴν γνώμην;

Ὁ γοῦν Νικόδημος ἄρχων αὐτὸς ὢν, καὶ μετὰ πολλῆς τῆς εὐνοίας πρὸς αὐτὸν ἐλθὼν καὶ εἰπὼν, Οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος, τὸν περὶ τοῦ βαπτίσματος οὐκ ἠδυνήθη δέξασθαι λόγον, πολλῷ μείζονα τῆς ἀσθενείας ὄντα τῆς ἐκείνου· εἰπόντος γὰρ τοῦ Χριστοῦ, ὅτι Ἂν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ· οὕτως εἰς ἀνθρωπίνας κατέπεσεν ὑπονοίας, καί φησι, Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν, καὶ γεννηθῆναι ἄνωθεν;

Τί οὖν ὁ Χριστός; Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐκ ἐπιστεύσατε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε; μονονουχὶ ἀπολογούμενος καὶ λέγων, τίνος ἕνεκεν οὐ συνεχῶς αὐτοῖς περὶ τῆς ἄνω γεννήσεως διελέγετο. Πάλιν παρ᾽ αὐτὸν τοῦ σταυροῦ τὸν καιρὸν μετὰ τὰ μυρία σημεῖα, μετὰ τὴν πολλὴν ἐκείνην ἀπόδειξιν τῆς αὐτοῦ δυνάμεως, ἵνα εἴπῃ, ὅτι Ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐπὶ τῶν νεφελῶν ἐρχόμενον, οὐκ ἐνεγκὼν τὸ λεχθὲν ὁ ἀρχιερεὺς, διέῤῥηξεν αὑτοῦ τὰ ἱμάτια. Πῶς οὖν τούτοις διαλέγεσθαι ἔδει, τοῖς οὐδὲν τῶν ὑψηλῶν φέρουσιν; Ὅτι γὰρ ὅλως οὐκ εἶπέ τι μέγα καὶ ὑψηλὸν περὶ ἑαυτοῦ, οὐ θαυμαστὸν ἀνθρώποις χαμαὶ συρομένοις, καὶ οὕτως ἀσθενῶς ἔχουσιν.

δʹ. Ἤρκει μὲν οὖν καὶ τὰ εἰρημένα δεῖξαι, ὅτι αὕτη ἡ αἰτία καὶ ἡ πρόφασις ἦν τῆς τῶν τότε λεγομένων εὐτελείας· ἐγὼ δὲ καὶ ἀπὸ θατέρου μέρους τοῦτο πειράσομαι ποιῆσαι φανερόν. Ὥσπερ γὰρ αὐτοὺς εἴδετε σκανδαλιζομένους, θορυβουμένους, ἀποπηδῶντας, λοιδορουμένους, φεύγοντας, εἴ ποτέ τι μέγα καὶ ὑψηλὸν ἐφθέγξατο ὁ Χριστὸς, οὕτως ὑμῖν αὐτοὺς δεῖξαι πειράσομαι προστρέχοντας, καὶ καταδεχομένους τὴν διδασκαλίαν, εἴ ποτέ τι ταπεινὸν καὶ εὐτελὲς εἶπεν.

Αὐτοὶ γὰρ, αὐτοὶ οἱ ἀποπηδῶντες, εἰπόντος αὐτοῦ πάλιν, ὅτι Ἀπ᾽ ἐμαυτοῦ οὐ ποιῶ οὐδὲν, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ Πατήρ μου λαλῶ, εὐθέως προσέδραμον. Καὶ βουλόμενος ἡμῖν ἐνδείξασθαι ὁ Εὐαγγελιστὴς, ὅτι διὰ τὴν ταπεινότητα τῶν ῥημάτων ἐπίστευσαν, ἐπισημαίνεται λέγων· Ταῦτα αὐτοῦ λαλήσαντος, πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. Καὶ ἀλλαχοῦ πολλαχοῦ τοῦτο εὕροι τις ἂν οὕτω συμβαῖνον. Διὰ τοῦτο πολλὰ καὶ πολλάκις ἀνθρωπίνως ἐφθέγγετο, καὶ πάλιν οὐκ ἀνθρωπίνως, ἀλλὰ θεοπρεπῶς, καὶ τῆς εὐγενείας ἄξια τῆς ἑαυτοῦ, τὸ μὲν τῇ τῶν ἀκουόντων συγκαταβαίνων ἀσθενείᾳ, τὸ δὲ τῆς τῶν δογμάτων προνοῶν ὀρθότητος. Ἵνα γὰρ μὴ ἡ συγκατάβασις διαπαντὸς γινομένη εἰς τὴν περὶ τῆς ἀξίας αὐτοῦ δόξαν παραβλάψειε τοὺς μετὰ ταῦτα, οὐδὲ ἐκείνου τοῦ μέρους ἠμέλησεν· ἀλλὰ καίτοι προειδὼς, ὅτι οὐκ ἀκούσονται, ἀλλὰ καὶ λοιδορήσονται αὐτῷ, καὶ ἀποπηδήσουσιν, ὅμως εἶπεν, αὐτό τε τοῦτο ὅπερ εἶπον κατασκευάζων, καὶ δεικνὺς τὴν αἰτίαν, δι᾽ ἣν καὶ τὰ ταπεινὰ αὐτοῖς ἀνέμιξε ῥήματα. Αὕτη δὲ ἦν, τὸ μηδέπω δύνασθαι δέξασθαι τὸ μέγεθος τῶν λεγομένων.

Καὶ εἰ μὴ τοῦτο κατασκευάσαι ἐβούλετο, περιττὴ τῶν ὑψηλῶν δογμάτων ἦν ἡ διδασκαλία τοῖς οὐκ ἀκουσομένοις, οὐδὲ προσέξουσιν· νῦν δὲ εἰ καὶ ἐκείνους μηδὲν ὠφέλει, ἀλλ᾽ ἡμᾶς ἐπαίδευε, καὶ τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν ἔχειν παρεσκεύαζε, καὶ ἔπειθεν ὅτι διὰ τὸ μὴ δύνασθαι μηδέπω τὸ μέγεθος τῶν λεγομένων δέχεσθαι ἐκείνους, ἐπὶ τὸ ταπεινότερον τὸν λόγον μετήγαγεν. Ὅταν οὖν ἴδῃς αὐτὸν ταπεινὰ λέγοντα, μὴ τῆς εὐτελείας τῆς κατὰ τὴν οὐσίαν, ἀλλὰ τῆς ἀσθενείας τῆς κατὰ τὴν διάνοιαν τῶν ἀκροατῶν εἶναι νόμιζε τὴν συγκατάβασιν. Βούλεσθε εἴπω καὶ τρίτην αἰτίαν; Οὐ γὰρ δὴ μόνον διὰ τὴν τῆς σαρκὸς περιβολὴν, οὐδὲ διὰ τὴν ἀσθένειαν τῶν ἀκροατῶν, ἀλλὰ καὶ διὰ τὸ βούλεσθαι διδάσκειν ταπεινοφρονεῖν τοὺς ἀκούοντας, πολλὰ ταπεινὰ καὶ ἐποίει καὶ ἔλεγε· καὶ ἔστι καὶ αὕτη τρίτη πάλιν αἰτία. Ὁ γὰρ ταπεινοφρονεῖν διδάσκων, οὐχὶ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων τοῦτο παιδεύει, καὶ λόγῳ καὶ ἔργῳ μετριάζων· Μάθετε γὰρ, φησὶν, ἀπ᾽ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ πάλιν ἀλλαχοῦ· Ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι. Ὁ τοίνυν ταπεινοὺς διδάσκων γίνεσθαι, καὶ μηδαμοῦ τοῖς πρωτείοις ἐπιτρέχειν, ἀλλὰ καταδέχεσθαι τὸ ἐλαττοῦσθαι πανταχοῦ, καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων εἰς τοῦτο ἐνάγων, πολλὰς εἶχε προφάσεις τοῦ ταπεινὰ φθέγγεσθαι.

Ἔστι καὶ τετάρτην αἰτίαν εἰπεῖν, οὐκ ἐλάττω τῶν εἰρημένων.

Τίς δέ ἐστιν αὕτη; Τὸ μὴ διὰ τὴν πολλὴν ἐγγύτητα καὶ ἄφατον τῶν ὑποστάσεων εἰς ἑνὸς προσώπου ποτὲ ὑπόνοιαν ἡμᾶς ἐμπεσεῖν, ὅπου γε καὶ νῦν ὀλιγάκις αὐτοῦ τι τοιοῦτον εἰπόντος, πρὸς τὴν ἀσέβειαν ταύτην ἤδη τινὲς ἐξώλισθον. Σαβέλλιος γοῦν ὁ Λίβυς ἀκούσας αὐτοῦ λέγοντος· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, καὶ, Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα, τὴν ἀπὸ τῶν ῥημάτων τούτων ἐγγύτητα πρὸς τὸν γεγεννηκότα ἐμφαινομένην εἰς ἀσεβείας ὑπόθεσιν, καὶ ἑνὸς προσώπου καὶ μιᾶς ὑποστάσεως ὑπόνοιαν ἥρπασεν. Οὐχ αὗται δὲ μόνον εἰσὶν αἱ προφάσεις, ἀλλὰ καὶ τὸ μηδένα νομίσαι αὐτὸν εἶναι τὴν πρώτην καὶ ἀγέννητον οὐσίαν, καὶ μείζονα τοῦ γεγεννηκότος αὐτὸν ὑπολαβεῖν. Καὶ γὰρ καὶ ὁ Παῦλος αὐτὸ τοῦτο φαίνεται δεδοικὼς, μή τις ὑποπτεύσῃ ποτὲ τὸ ἀσεβὲς τοῦτο δόγμα καὶ πονηρόν. Εἰπὼν γοῦν, Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ προσθεὶς, ὅτι Πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, ἐπήγαγεν· Ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα· οὐκ ἂν ἐπαγαγὼν, εἰ μὴ ἔδεισε, μή που διαβολικὴ τοιαύτη τις ἔννοια γένηται. Πολλαχοῦ δὲ καὶ τὸν τῶν Ἰουδαίων φθόνον παραμυθούμενος καθυφίησι τοῦ τῶν ῥημάτων ὕψους, καὶ πρὸς τὴν ὑπόνοιαν δὲ τῶν διαλεγομένων αὐτῷ πολλάκις ἀποκρινόμενος, ὡς ὅταν λέγῃ· Ἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής.

Πρὸς τὴν ἐκείνων γὰρ ὑπόνοιαν ἀποτεινόμενος οὕτως εἶπεν· οὐ γὰρ δὴ τοῦτο ἠθέλησε δεῖξαι, ὅτι οὐκ ἔστιν ἀληθὴς, ἀλλ᾽ ὡς ὑμεῖς νομίζετε καὶ ὑποπτεύετε, φησὶ, μὴ βουλόμενοί με παραδέξασθαι αὐτὸν περὶ ἑαυτοῦ λέγοντα.

εʹ. Καὶ ἄλλας δὲ πλείους αἰτίας ἐστὶν εὑρεῖν. Τῆς μὲν οὖν ταπεινότητος τῶν ῥημάτων πολλὰς ἂν ἔχοιμεν εἰπεῖν προφάσεις· σὺ δὲ εἰπὲ τῶν ὑψηλῶν δογμάτων μίαν πρόφασιν ἑτέραν, πλὴν ἧς ἡμεῖς εἰρήκαμεν· αὕτη δὲ ἦν τὸ βούλεσθαι αὐτὸν τὴν οἰκείαν εὐγένειαν ἡμῖν ἐνδείκνυσθαι· ἀλλ᾽ οὐκ ἂν ἔχοις ἑτέραν εἰπεῖν.