Υἱὸς λέγῃ σὺ, ἀλλὰ Μονογενὴς οὐ λέγῃ καθάπερ καὶ ἐκεῖνος, ἀλλ᾽ ἐν τοῖς κόλποις τοῦ Πατρὸς οὐ διατρίβεις, ἀλλ᾽ ἀπαύγασμα τῆς δόξης οὐκ εἶ, οὐδὲ χαρακτὴρ τῆς ὑποστάσεως, οὐδὲ μορφὴ τοῦ Θεοῦ ὑπάρχεις. Εἰ τοίνυν οὐ πείθει σε τὸ πρότερον, ταῦτα πειθέτω, καὶ πολλὰ ἕτερα πλείονα τούτων, τὴν εὐγένειαν αὐτῷ μαρτυροῦντα ἐκείνην. Ὅταν μὲν γὰρ τὸ ἀπαράλλακτον τῆς οὐσίας αὐτοῦ δεῖξαι βούληται τὸ πρὸς τὸν γεγεννηκότα, Ὁ ἑωρακὼς ἐμὲ, φησὶν, ἑώρακε τὸν Πατέρα. Ὅταν δὲ τὸ ἰδιάζον τῆς δυνάμεως, Ἐγὼ, φησὶ, καὶ ὁ Πατὴρ ἕν ἐσμεν· ὅταν δὲ τὸ ἐφάμιλλον τῆς ἐξουσίας, Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς, οὓς θέλει ζωοποιεῖ· ὅταν δὲ τὴν ταυτότητα τῆς λατρείας, Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα· ὅταν δὲ τὴν αὐθεντίαν τὴν ἐν ταῖς τῶν νόμων μετασκευαῖς, Ὁ Πατήρ μου, φησὶν, ἐργάζεται, κἀγὼ ἐργάζομαι. Ἀλλ᾽ οὗτοι πάντα ταῦτα παραδραμόντες, καὶ τὸ Υἱὸς ὄνομα οὐ κυρίως ἐκλαβόντες, ἐπειδὴ καὶ αὐτοὶ τετίμηνται τῇ τῶν υἱῶν προσηγορίᾳ, εἰς τὴν αὐτὴν εὐτέλειαν τὸν Υἱὸν κατάγουσι λέγοντες, Ἐγὼ εἶπα, θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.