Ἡ γὰρ τῆς πενίας ἀνάγκη θεραπεύειν αὐτὴν μετὰ πολλῆς τῆς ἐπιμελείας ἀναπείθει τὸν ἄνδρα, καὶ πάντα εἴκειν καὶ πείθεσθαι, καὶ ἔριδος μὲν, καὶ μάχης, καὶ ἀπονοίας, καὶ ὕβρεως πᾶσαν ἀναιρεῖ πρόφασιν· εἰρήνης δὲ, καὶ ὁμονοίας, καὶ ἀγάπης, καὶ συμφωνίας γίνεται σύνδεσμος. Μὴ τοίνυν τοῦτο ζητῶμεν ὅπως χρήματα ἔχωμεν, ἀλλ᾽ ὅπως εἰρήνην, ὅπως ἡδονῆς ἀπολαύωμεν· διὰ τοῦτο γάμος, οὐχ ἵνα πολέμου καὶ μάχης τὰς οἰκίας ἐμπιπλῶμεν, οὐχ ἵνα ἔρεις καὶ φιλονεικίας ἔχωμεν, οὐχ ἵνα πρὸς ἀλλήλους διαστασιάζωμεν, καὶ ἀβίωτον τὸν βίον ποιῶμεν, ἀλλὰ ἵνα βοηθείας ἀπολαύωμεν, καὶ λιμένα ἔχωμεν καὶ καταφυγὴν, καὶ παραμυθίαν τῶν ἐπικειμένων κακῶν, ἵνα μεθ᾽ ἡδονῆς τῇ γυναικὶ διαλεγώμεθα. Πόσοι πλουτοῦντες, γυναῖκας λαβόντες εὐπόρους, τὴν οὐσίαν αὐξήσαντες, τὴν ἡδονὴν καὶ τὴν ὁμόνοιαν κατέλυσαν, καθημερινὰς μάχας ἐπὶ τῆς τραπέζης ποιούμενοι, φιλονεικίας ἔχοντες; πόσοι πένητες πενεστέρας λαβόντες, εἰρήνης ἀπολαύουσι, καὶ μετ᾽ εὐφροσύνης πολλῆς τὸν ἥλιον τοῦτον βλέπουσιν οἱ δὲ εὔποροι, πανταχόθεν αὐτοῖς περικειμένης τρυφῆς, διὰ τὰς γυναῖκας ηὔξαντο πολλάκις ἀποθανεῖν, καὶ τῆς παρούσης ἀπαλλαγῆναι ζωῆς; οὕτως οὐδὲν χρημάτων ὄφελος, ὅταν ψυχῆς μὴ ἐπιτυγχάνωμεν ἀγαθῆς. Καὶ τί χρὴ λέγειν περὶ εἰρήνης καὶ ὁμονοίας; Καὶ γὰρ εἰς αὐτὴν τῶν χρημάτων τὴν κτῆσιν πολλάκις τὸ πλουσιωτέραν λαβεῖν ἡμᾶς παρέβλαψεν.