Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τοῦ πῶς δεῖ γαμεῖν

Ἰωάννης ὁ Χρυσόστομος

Το βιβλικό παράδειγμα του Αβραάμ και η επίκληση της θείας πρόνοιας

Η υπεροχή της ψυχικής ωραιότητας έναντι του πλούτου μέσα από το παράδειγμα του Αβραάμ, ο οποίος ανέθεσε την εξεύρεση συζύγου για τον Ισαάκ στην πρόνοια του Θεού και στον πιστό του δούλο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 6

Ἡ μὲν γὰρ τοῦ σώματος εὐμορφία, ὅταν μὴ συνεζευγμένην ἔχῃ τὴν τῆς ψυχῆς ἀρετὴν, καὶ εἴκοσι καὶ τριάκοντα ἡμέρας δυνήσεται τὸν ἄνδρα ἑλεῖν, περαιτέρω δὲ οὐ προβήσεται, ἀλλὰ δείξασα τὴν κακίαν, ἅπαν καταλύσει τὸ φίλτρον· αἱ δὲ τῷ κάλλει τῆς ψυχῆς καταλάμπουσαι, ὅσῳπερ ἂν ὁ χρόνος προΐῃ, καὶ πεῖραν τῆς οἰκείας εὐγενείας παρέχωσι, τοσούτῳ μάλιστα θερμότερον τοῖς οἰκείοις ἀνδράσι ποιοῦσι τὸν ἔρωτα, καὶ τὴν πρὸς αὐτὸν ἐξάπτουσιν ἀγάπην. Τούτου δὲ ὄντος, καὶ φιλίας μεταξὺ κειμένης θερμῆς καὶ γνησίας, ἅπαν ἐλαύνεται πορνείας εἶδος, καὶ οὐδὲ ἔννοιά τις ἀκολασίας τῷ φιλοῦντι τὴν ἑαυτοῦ γυναῖκά ποτε ἐμπεσεῖται, ἀλλὰ μένει διηνεκῶς τὴν ἑαυτοῦ στέργων καὶ διὰ τῆς σωφροσύνης τὸν Θεὸν ἐπισπώμενος εἰς τὴν τῆς οἰκίας ἁπάσης εὔνοιάν τε καὶ προστασίαν. Οὕτως ἐλάμβανον οἱ γενναῖοι τῶν παλαιῶν ἀνδρῶν γυναῖκας, ψυχῆς εὐγένειαν ἐπιζητοῦντες, καὶ οὐκ εὐπορίαν χρημάτων.

Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, παραδείγματος ἕνεκεν, ἑνὸς ἐπιμνησθήσομαι γάμου· Καὶ Ἀβραὰμ πρεσβύτερος ἦν καὶ προβεβηκὼς ἡμερῶν, φησὶ, καὶ εἶπε τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ, τῷ ἄρχοντι τῶν αὐτοῦ πάντων· Θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, μεθ᾽ ὧν ἐγὼ οἰκῶ μετ᾽ αὐτῶν, ἀλλ᾽ εἰς τὴν γῆν μου οὗ ἐγεννήθην, πορεύσῃ, καὶ εἰς τὴν φυλήν μου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν.

Εἶδες τοῦ δικαίου τὴν ἀρετὴν, πόσην ὑπὲρ γάμου πρόνοιαν ἐποιήσατο; Οὐ γὰρ δὴ μαστρωποὺς καλέσας γυναῖκας, καθάπερ οἱ νῦν, οὐδὲ προμνηστρίας, οὐδὲ γραΐδια μυθεύοντα, ἀλλὰ τὸν οἰκέτην τὸν ἑαυτοῦ, τούτῳ τὸ πρᾶγμα ἐνεχείρισεν· ὃ καὶ αὐτὸ τῆς εὐλαβείας τοῦ πατριάρχου μέγιστόν ἐστι σημεῖον, ὅτι τοιοῦτον κατεσκεύασε τὸν οἰκέτην, ὡς καὶ τοιούτου πράγματος νομίσαι ἀξιόπιστον εἶναι διάκονον. Εἶτα γυναῖκα ζητεῖ, οὐκ εὔπορον, οὐδὲ εὔμορφον, ἀλλ᾽ εὐγενῆ τοῖς τρόποις, καὶ διὰ τοῦτο τοσαύτην ὁδὸν ἀποδημίας προπέμπει. Ὅρα δὲ καὶ τοῦ οἰκέτου τὴν εὐγνωμοσύνην· οὐδὲ γὰρ εἶπε, Τί ποτε τοῦτό ἐστιν; ἔθνη τοσαῦτα πλησίον ἡμῶν, εὐπόρων ἀνδρῶν θυγατέρες τοσαῦται, ἐπισήμων καὶ περιφανῶν· σὺ δὲ εἰς μακρὰν οὕτω πέμπεις γῆν, πρὸς ἀνθρώπους ἀγνῶτας· τίνι διαλέξομαι; τίς με εἴσεται; τί δὲ, ἂν δόλον μοι ῥάψωσιν, ἂν ἀπάτην ἐργάσωνται; οὐδὲν γὰρ οὕτως εὐεπιχείρητον, ὡς ξένος. Οὐδὲν τούτων εἶπεν, ἀλλὰ ταῦτα ἅπαντα παριδὼν, ὃ μάλιστά ἐστιν ὑπιδέσθαι, τοῦτο ὑπείδετο, ἀπὸ μὲν τοῦ μηδὲν ἐκείνῳ ἀντειπεῖν τὴν ὑπακοὴν ἐπιδεικνύμενος, ἀπὸ δὲ τοῦ μόνον ἐκεῖνο ἐρέσθαι, ὃ μάλιστα πάντων ζητῆσαι ἔδει, τὴν σύνεσιν τὴν αὐτοῦ καὶ πρόνοιαν δηλῶν. Τί ποτ᾽ οὖν ἐστι τοῦτο; καὶ τί τὸν δεσπότην ἤρετο τὸν ἑαυτοῦ;

Ἐὰν δὲ μὴ βουληθῇ, φησὶν, ἡ γυνὴ πορευθῆναι μετ᾽ ἐμοῦ, ἀποστρέψω τὸν υἱόν σου εἰς τὴν γῆν, ὅθεν ἐξῆλθες; Εἶτα ὁ Ἀβραάμ· Μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ. Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ ἐκ τῆς γῆς, ἧς ἐγεννήθην, ὃς ἐλάλησέ μοι καὶ ὤμοσέ μοι λέγων· Σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου, καὶ κατευοδώσει τὴν ὁδόν σου. Ὁρᾷς πίστιν ἀνδρός; Οὐ παρεκάλεσε φίλους, ἢ συγγενεῖς, οὐκ ἄλλον οὐδένα, ἀλλὰ τὸν Θεὸν ἔδωκεν αὐτῷ μεσίτην καὶ συνοδοιπόρον. Εἶτα βουλόμενος παραθαρσῦναι τὸν οἰκέτην, οὐχ ἁπλῶς εἶπε, Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἀλλὰ προστίθησιν, Ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Ἀναμνήσθητι, φησὶ, πῶς τοσαύτην ἤλθομεν ἀποδημίαν, πῶς τὴν οἰκείαν ἀφέντες ἐπὶ τῆς ἀλλοτρίας πλείονος ἀπελαύσαμεν εὐημερίας, πῶς τὰ ἀδύνατα γέγονε δυνατά. Οὐ τοῦτο δὲ μόνον βουλόμενος δηλῶσαι ἔλεγεν, Ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου, ἀλλ᾽ ὅτι καὶ ὀφειλέτην ἔχει τὸν Θεόν. Χρεώστης, φησὶν, ἡμῖν ἐστιν· αὐτὸς εἶπε, Σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου. Ὥστε εἰ καὶ ἡμεῖς ἀνάξιοι, διὰ γοῦν τὴν ὑπόσχεσιν αὐτὸς τὴν ἑαυτοῦ, καὶ ἵνα αὐτὴν εἰς τέλος ἀγάγῃ, συμπαρέσται, καὶ ἐξευμαριεῖ τὰ προκείμενα ἅπαντα, καὶ τέλος ἐπιθήσει τούτου οὗπερ εὐχόμεθα. Ταῦτα εἰπὼν ἔπεμψε τὸν παῖδα.

Εἶτα ἐλθὼν ἐκεῖνος εἰς τὴν χώραν ἐκείνην, οὐ προσῆλθέ τινι τῶν τὴν πόλιν οἰκούντων, οὐ διελέχθη ἀνθρώποις, οὐκ ἐκάλεσε γυναῖκας· ἀλλ᾽ ὅρα πῶς καὶ ἐκεῖνος πιστὸς ὢν, τὸν μεσίτην, ὃν ἔλαβεν, αὐτὸν κατεῖχεν, αὐτῷ διελέγετο μόνῳ, καὶ στὰς ηὔξατο, φησὶ, Καὶ εἶπε, Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, εὐόδωσον ἐναντίον μου σήμερον· καὶ οὐκ εἶπε, Κύριε ὁ Θεός μου, ἀλλὰ τί; Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραάμ. Εἰ καὶ ἐγὼ εὐτελὴς καὶ ἀπεῤῥιμμένος, φησὶν, ἀλλὰ τὸν δεσπότην προβάλλομαι τὸν ἐμόν· οὐ γὰρ ἐμαυτῷ, ἀλλ᾽ ἐκείνῳ διακονῶν ἥκω· ἐκείνου τοίνυν αἰδεσθεὶς τὴν ἀρετὴν, συγκατάπραξόν μοι τὸ προκείμενον ἅπαν.

ϛʹ. Εἶτα ἵνα μὴ νομίσῃς ὅτι ὡς χρέος ἀπαιτεῖ, ἄκουσον καὶ τῶν ἑξῆς· Καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Ἀβραάμ. Κἂν μυρία ὦμεν, φησὶ, κατωρθωκότες, ἀξιοῦμεν χάριτι σωθῆναι, καὶ ἀπὸ φιλανθρωπίας τοῦτο λαβεῖν, οὐκ ἐξ ὀφειλῆς τινος καὶ χρέους. Τί τοίνυν βούλει· Ἰδοὺ ἕστηκα, φησὶν, ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος· αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ· καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, Ἐπίκλινόν μοι τὴν ὑδρίαν σου, ἵνα πίω, καὶ εἴπῃ, Πίε καὶ σὺ, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πᾶσαι πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου Ἰσαὰκ, καὶ ἐν τούτῳ γνώσομαι ὅτι ἐποίησας ἔλεος τῷ κυρίῳ μου Ἀβραάμ. Ὅρα σοφίαν οἰκέτου, οἷον τίθησι σημεῖον. Οὐκ εἶπεν, Ἐάν τινα ἴδω ἐπὶ ἡμιόνων φερομένην, ἐπὶ ὀχήματος ὀχουμένην, εὐνούχων δὲ ἐσμὸν ἐπισυρομένην, πολλὴν ἔχουσαν θεραπείαν, εὔμορφον καὶ ἀπολάμπουσαν κατὰ τὴν τοῦ σώματος ὥραν, ταύτην ἡτοίμασας τῷ παιδί σου· ἀλλὰ τί; ᾟ ἂν ἐγὼ εἴπω· Ἐπίκλινόν μοι τὴν ὑδρίαν σου, ἵνα πίω. Τί ποιεῖς, ἄνθρωπε; οὕτως εὐτελῆ γυναῖκα τῷ δεσπότῃ σου ζητεῖς, ὑδροφοροῦσαν, καί σοι διαλεχθῆναι δυναμένην; Ναὶ, φησίν· οὐ γὰρ ἔπεμψέ με χρημάτων εὐπορίαν, οὐδὲ γένους λαμπρότητα, ἀλλὰ ψυχῆς εὐγένειαν ἐπιζητήσοντα.

Πολλαὶ πολλάκις τῶν ὑδροφορουσῶν τούτων ὁλόκληρον ἔχουσιν ἀρετὴν, ἄλλαι δὲ ἐν οἴκοις λαμπροῖς καθήμεναι, πάντων εἰσὶ χείρους καὶ φαυλότεραι. Εἶτα καὶ πόθεν τοῦτο, ὅτι ἐνάρετός ἐστιν ἡ γυνή; Ἀπὸ τοῦ σημείου, φησὶν, οὗ εἶπε. Καὶ ποῖον τοῦτο τὸ σημεῖον ἀρετῆς; Μέγιστον καὶ ἀναμφισβήτητον. Φιλοξενίας γὰρ τοῦτο μέγα σημεῖόν ἐστιν, ὥστε πᾶσαν παρασχεῖν ἀπόδειξιν. Ὃ τοίνυν λέγει τοιοῦτόν ἐστιν, εἰ καὶ μὴ ταῦτα φθέγγεται τὰ ῥήματα· Ἐκείνην ζητῶ τὴν παρθένον, ἥτις οὕτω φιλόξενός ἐστιν, ὡς πᾶσαν παρασχεῖν ἐν οἷς ἂν δύνηται θεραπείαν. Καὶ οὐχ ἁπλῶς τοῦτο ἐζήτει· ἀλλ᾽ ἐπειδὴ τοιαύτης οἰκίας ἦν, ἐν ᾗ μάλιστα τὰ τῆς φιλοξενίας ἤνθει κατορθώματα, τοῦτο πρὸ τῶν ἄλλων ἐζήτησεν, ὁμότροπον τοῖς ἑαυτοῦ δεσπόταις λαβεῖν.

Εἰς οἰκίαν αὐτὴν μέλλομεν, φησὶν εἰσαγαγεῖν, ξένοις ἀνεῳγμένην· ἵνα μὴ πόλεμος ᾖ καὶ μάχη, τοῦ ἀνδρὸς προϊεμένου τὰ ὄντα, καὶ τὸν πατέρα μιμουμένου, καὶ τοὺς ξένους ὑποδεχομένου· ταύτης δὲ σμικρολογουμένης τε καὶ μὴ ἀνεχούσης, καὶ κωλυούσης, ὃ πολλάκις ἐν πολλαῖς οἰκίαις εἴωθε γίνεσθαι· ἐντεῦθεν ἤδη βούλομαι μαθεῖν εἰ φιλόξενός ἐστι· καὶ γὰρ ἐντεῦθεν ἡμῖν ἅπαντα γέγονε τὰ ἀγαθά. Οὕτω τὸν νυμφίον ἐκτήσατο ὁ δεσπότης ὁ ἐμός· οὕτω πατὴρ ἐγένετο, μόσχον ἔθυσε, καὶ παιδίον ἔλαβεν, ἄλευρα ἔφυρε, καὶ κατὰ τὸ πλῆθος τῶν ἄστρων τοὺς ἐκγόνους αὐτῷ ὑπέσχετο δώσειν ὁ Θεός. Ἐπεὶ οὖν ἐντεῦθεν ἡμῖν καὶ τῇ οἰκίᾳ ἅπαντα γέγονε τὰ ἀγαθὰ, τοῦτο πρὸ τῶν ἄλλων ἐπιζητῶ. Μὴ γὰρ τοῦτο ἴδωμεν, ὅτι ὕδωρ ἐπεζήτησεν, ἀλλ᾽ ἐκεῖνο σκοπήσωμεν, ὅτι σφόδρα φιλοξένου ψυχῆς, μὴ μόνον δοῦναι τὸ αἰτηθὲν, ἀλλὰ καὶ πλέον ὧν ᾔτησε παρασχεῖν. Καὶ ἐγένετο, φησὶ, πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦντα, ἰδοὺ Ῥεβέκκα ἐξεπορεύετο, καὶ τὸ προφητικὸν ἐκεῖνο ἐπληροῦτο· Ἔτι λαλοῦντός σου ἐρῶ, Ἰδοὺ πάρειμι. Τοιαῦται τῶν γενναίων ἀνδρῶν αἱ εὐχαί· πρὸ τοῦ τέλους πείθουσι τὸν Θεὸν ἐπινεῦσαι τοῖς λεγομένοις. Καὶ σὺ τοίνυν, ἐπειδὰν μέλλῃς γυναῖκα ἄγεσθαι, μὴ πρὸς ἀνθρώπους καταφύγης, μηδὲ πρὸς γυναῖκας ἐμπορευομένας τὰς ἀλλοτρίας συμφορὰς, καὶ ζητούσας ἓν μόνον, ὅπως αὐταὶ μισθὸν λάβωσιν· ἀλλὰ κατάφυγε ἐπὶ τὸν Θεόν.

Οὐκ ἐπαισχύνεταί σου γενέσθαι νυμφαγωγός. Αὐτὸς ὑπέσχετο καὶ εἶπε· Ζητεῖτε τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Καὶ μὴ λέγε, Πῶς δύναμαι τὸν Θεὸν ἰδεῖν; μὴ γὰρ ἀφεῖναί μοι φωνὴν ἔχει, καὶ διαλεχθῆναι φανερῶς, ἵνα προσελθὼν ἐρωτήσω; Ἀπίστου ταῦτα ψυχῆς. Καὶ γὰρ ὀξέως καὶ χωρὶς φωνῆς πάντα, ὅσα ἂν θέλῃ, δύναται κατασκευάζειν ὁ Θεός· ὃ δὴ καὶ ἐπὶ τούτου γέγονεν. Οὐδὲ γὰρ φωνὴν ἤκουσεν, οὐδὲ ὄψιν τινὰ εἶδεν· ἀλλ᾽ ἐπὶ πηγῇ ἑστὼς ηὔξατο, καὶ ταχέως ἐπέτυχεν. Ἐγένετο γὰρ πρὶν ἢ συντελέσαι λαλοῦντα αὐτὸν, φησὶ, Ῥεβέκκα ἐξεπορεύετο ἡ τεχθεῖσα Βαθουὴλ τῷ υἱῷ Μελχᾶς, ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων· ἡ δὲ παρθένος ἦν καλὴ τῇ ὄψει σφόδρα, παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. Τί μοι λέγεις τὴν εὐμορφίαν τοῦ σώματος;

Ἵνα μάθῃς τὴν ὑπερβολὴν τῆς σωφροσύνης, ἵνα μάθῃς τὸ κάλλος τὸ ἐν τῇ ψυχῇ. Θαυμαστὸν μὲν γὰρ τὸ σωφρονεῖν· πολλῷ δὲ θαυμαστότερον, ὅταν μετ᾽ εὐμορφίας τοῦτο γίνηται. Διὰ τοῦτο καὶ περὶ τοῦ Ἰωσὴφ μέλλων ἡμῖν διηγεῖσθαι καὶ τῆς ἐκείνου σωφροσύνης, πρότερον τὴν εὐμορφίαν τοῦ σώματος τέθεικεν, εἰπών· Καλὸς ἦν τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει σφόδρα· καὶ τότε τὴν σωφροσύνην αὐτοῦ διηγήσατο δεικνὺς, ὅτι τὸ κάλλος αὐτὸν εἰς ἀσέλγειαν οὐ προήγαγεν. Οὔτε γὰρ τὸ κάλλος πορνείας αἴτιον, οὔτε ἡ ἀμορφία σωφροσύνης πάντως.

Πολλαὶ γὰρ κατὰ τὴν ὥραν τοῦ σώματος λάμψασαι, μειζόνως κατὰ τὴν σωφροσύνην ἔλαμψαν· ἄλλαι πάλιν αἰσχραὶ καὶ δυσειδεῖς οὖσαι, αἰσχρότεραι κατὰ τὴν ψυχὴν ἐγένοντο, μυρίαις ῥυπωθεῖσαι πορνείαις. Οὐ γὰρ ἡ φύσις τοῦ σώματος, ἀλλ᾽ ἡ προαίρεσις τῆς ψυχῆς καὶ τούτου κἀκείνου αἰτία.