Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τοῦ πῶς δεῖ γαμεῖν

Ἰωάννης ὁ Χρυσόστομος

Η επίτευξη του συνοικεσίου και τελικές προτροπές για τον έγγαμο βίο

Η αναγνώριση του θείου θελήματος στη συμφωνία του γάμου, η ενάρετη απλότητα της πομπής της νύφης, οι πρακτικές συμβουλές για την ανατροφή των παιδιών και η τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 6

Ἆρα ταῦτα εἶπε πρὸς αὐτοὺς τὰ ῥήματα, ὅτι δεσπότην ἔχοι περιφανῆ καὶ λαμπρὸν, παρὰ πάντων τιμώμενον, πολλῆς παρὰ τῶν ἐγχωρίων προεδρίας ἀπολαύοντα; καίτοι γε εἴπερ ἐβούλετο ταῦτα εἰπεῖν, οὐκ ἂν ἠπόρησε· καὶ γὰρ ἐν τάξει βασιλέως αὐτὸν οἱ ἐπιχώριοι ἐτίμων. Ἀλλ᾽ ὅμως οὐδὲν τούτων εἶπεν, ἀλλὰ τὰ ἀνθρώπινα ταῦτα ἀφεὶς, ἀπὸ τῆς ἄνωθεν αὐτὸν ῥοπῆς ἐκόσμησεν οὕτω λέγων· Παῖς Ἀβραὰμ ἐγώ εἰμι· Κύριος εὐλόγησε τὸν κύριόν μου σφόδρα, καὶ ὑψώθη, καὶ ἔδωκεν αὐτῷ πρόβατα, καὶ μόσχους, καὶ χρυσίον, καὶ ἀργύριον. Τὸν πλοῦτον εἶπεν, οὐχ ἵνα εὔπορον δείξῃ ὄντα, ἀλλ᾽ ἵνα φιλόθεον· οὐ γὰρ ἀπὸ τοῦ κεκτῆσθαι, ἀλλ᾽ ἀπὸ τοῦ παρὰ Θεοῦ ταῦτα αὐτὸν εἰληφέναι ἐγκωμιάσαι βούλεται· εἶτα περὶ τοῦ νυμφίου διαλεγόμενος· Καὶ ἔτεκε Σάῤῥα, ἡ γυνὴ τοῦ κυρίου μου, υἱὸν ἕνα τῷ κυρίῳ μου μετὰ τὸ γηρᾶσαι αὐτόν. Ἐνταῦθά μοι καὶ τὸν τρόπον τῶν ὠδίνων ᾐνίξατο, δεικνὺς ὅτι καὶ ὁ τόκος ἀπὸ τῆς τοῦ Θεοῦ γέγονε προνοίας τῆς πρὸς ἐκεῖνον, οὐ κατὰ φύσεως ἀκολουθίαν. Καὶ σὺ τοίνυν ἄν τε νυμφίον, ἄν τε νύμφην ἐπιζητῇς, ταῦτα πρὸ τῶν ἄλλων ζήτει, εἰ θεοφιλής ἐστιν, εἰ πολλῆς ἄνωθεν ἀπολαύει τῆς εὐνοίας. Ἂν γὰρ ἐκεῖνα ᾖ, καὶ τὰ ἄλλα ἕπεται· τούτων δὲ οὐκ ὄντων, κἂν μετὰ πολλῆς τῆς ἀδείας αὐτοῖς ὑπάρχῃ τὰ βιωτικὰ, κέρδος οὐδέν. Εἶτα ἵνα μὴ λέγωσι, Τίνος οὖν ἕνεκεν οὐδεμίαν τῶν ἐπιχωρίων ἔλαβε γυναικῶν;

Ὥρκισέ με, φησὶ, λέγων· Οὐ λήψῃ τῷ υἱῷ μου γυναῖκα ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, ἀλλ᾽ εἰς τὸν οἶκον τοῦ πατρός μου πορεύσῃ, καὶ εἰς τὴν φυλήν μου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου. Ἀλλ᾽ ἵνα μὴ πᾶσαν τὴν ἱστορίαν εἰς μέσον φέροντες παρενοχλεῖν δόξωμεν, ἐπὶ τὸ τέλος ἴωμεν. Ἐπειδὴ γὰρ εἶπε, πῶς ἐπὶ τῆς πηγῆς ἔστη, πῶς ᾔτησε τὴν κόρην, πῶς ἔδωκεν ἐκείνη πλέον τῆς αἰτήσεως, πῶς ὁ Θεὸς μεσίτης ἐγένετο, καὶ πάντα μετὰ ἀκριβείας ἀπαγγείλας, κατέλυσεν ἐν τούτοις τὸν λόγον. Ταῦτα ἅπαντα ἀκούσαντες ἐκεῖνοι, οὐκέτι λοιπὸν ἀμφέβαλον, οὐδὲν ἠμέλησαν, ἀλλ᾽ ὥσπερ τοῦ Θεοῦ τὴν ψυχὴν αὐτῶν εἰς τοῦτο κινήσαντος, εὐθέως αὐτῷ καθωμολόγησαν τὴν θυγατέρα.

Καὶ ἀποκριθεὶς Λάβαν καὶ Βαθουὴλ εἶπον· Τὸ πρόσταγμα τοῦτο παρὰ Θεοῦ ἐξῆλθεν· οὐ δυνησόμεθα οὖν σοι ἀντειπεῖν κακόν· ἰδοὺ Ῥεβέκκα, λαβὼν ἀπότρεχε, καὶ ἔσται γυνὴ τῷ κυρίῳ σου, καθάπερ ἐλάλησε Κύριος. Τίς οὐκ ἂν ἐκπλαγείη; τίς οὐκ ἂν θαυμάσειεν, ὅσα καὶ ἡλίκα κωλύματα ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἀνῃρεῖτο; Καὶ γὰρ τὸ ξένον εἶναι, καὶ οἰκέτην, καὶ ἀγνῶτα, καὶ πολὺ τῆς ὁδοῦ τὸ διάστημα, καὶ τὸ μηδὲ τὸν κηδεστὴν, μηδὲ τὸν νυμφίον, μήτε ἄλλον τινὰ τῶν ἐκείνῃ προσηκόντων γνωρίζεσθαι, καὶ καθ᾽ ἑαυτὸ τούτων ἕκαστον ἱκανὸν ἦν κωλῦσαι τὸν γάμον· ἀλλ᾽ ὅμως οὐδὲν ἐκώλυσεν, ἀλλὰ πάντα ταῦτα ἐξηυμαρίζετο καὶ καθάπερ γνωρίμῳ καὶ πλησίον οἰκοῦντι, καὶ ἐκ πρώτης ἡμέρας συναναστραφέντι, οὕτως αὐτῷ θαῤῥοῦντες ἐνεχείριζον τὴν νύμφην· τὸ δὲ αἴτιον, ὁ Θεὸς ἦν ἐν μέσῳ. Ὥσπερ γὰρ ὅταν χωρὶς αὐτοῦ τι ποιῶμεν, κἂν ἅπαντα ᾖ λεῖα καὶ ῥᾴδια, βάραθρα καὶ κρημνοὺς καὶ μυρίας ἐν αὐτοῖς ἀποτυχίας εὑρίσκομεν· οὕτως ὅταν παρῇ καὶ συνεφάπτηται, κἂν ἁπάντων ἀπορώτερα ᾖ τὰ προκείμενα, ἅπαντα λεῖα καὶ ῥᾴδια γίνεται. Μηδὲν οὖν μήτε ποιῶμεν, μήτε λέγωμεν, πρὶν ἢ τὸν Θεὸν καλέσαι καὶ παρακαλέσαι συνεφάψασθαι τῶν ἐν χερσὶν ἡμῖν ἁπάντων, καθάπερ οὖν καὶ οὗτος ἐποίησεν.

θʹ. Ἀλλ᾽ ἴδωμεν, ἐπειδὴ αὐτὴν ἔλαβε, ποίῳ τρόπῳ τὸν γάμον ἐπετέλεσεν. Ἆρα κύμβαλα καὶ σύριγγας καὶ χοροὺς καὶ τύμπανα καὶ αὐλοὺς καὶ τὴν ἄλλην ἐπεσύρατο φαντασίαν; Οὐδὲν τούτων, ἀλλὰ μόνην λαβὼν οὕτως ἀπῄει, τὸν ἄγγελον ἔχων μεθ᾽ ἑαυτοῦ παραπέμποντα αὐτὴν καὶ συνοδοιποροῦντα, ὃν ὁ δεσπότης αὐτοῦ τὸν Θεὸν ἱκέτευσεν αὐτῷ συναποστεῖλαι ἐκ τῆς οἰκίας ἐξερχομένῳ. Καὶ ἤγετο λοιπὸν ἡ νύμφη αὐλῶν μὲν καὶ κιθάρας καὶ τῶν ἄλλων τῶν τοιούτων οὐδενὸς ἀκούσασα, μυρίας δὲ παρὰ τοῦ Θεοῦ ἐπὶ τὴν κεφαλὴν τὰς εὐλογίας ἔχουσα, στέφανον διαδήματος παντὸς λαμπρότερον. Ἤγετο οὐ χρυσᾶ περιβεβλημένη ἱμάτια, ἀλλὰ σωφροσύνην καὶ εὐλάβειαν, καὶ φιλοξενίαν, καὶ τὴν ἄλλην ἅπασαν ἀρετήν. Ἤγετο οὐκ ἐπὶ ὀχήματος καταστέγου, οὐδὲ ἐπὶ ἄλλης τινὸς φαντασίας τοιαύτης, ἀλλ᾽ ἐπὶ τῆς καμήλου καθημένη. Μετὰ γὰρ τῆς ἀρετῆς τῆς ἐν τῇ ψυχῇ, καὶ τὰ σώματα ταῖς παρθένοις τὸ παλαιὸν πολλῆς μετεῖχε τῆς εὐεξίας. Οὐ γὰρ οὕτως αὐτὰς ἔτρεφον αἱ μητέρες, καθάπερ τὰς νῦν, βαλανείοις πυκνοῖς, μύρων ἀλοιφαῖς, ἐπιτρίμμασι σκιαγραφίας, μαλακοῖς ἱματίοις, ἑτέροις μυρίοις διαφθείρουσαι τρόποις, καὶ τοῦ δέοντος μαλακωτέρας ποιοῦσαι, ἀλλ᾽ εἰς ἅπασαν αὐτὰς ἤγαγον ἐκεῖναι σκληραγωγίαν. Διὰ τοῦτο αὐταῖς καὶ τοῦ σώματος ἡ ὥρα σφόδρα ἦν εὐανθὴς καὶ γνησία, ἅτε φυσική τις οὖσα, ἀλλ᾽ οὐ χειροποίητος, οὔτε ἐπιτετηδευμένη.

Διὰ τοῦτο καὶ ὑγείας ἀπέλαυον καθαρᾶς, καὶ κάλλος αὐταῖς ἀμήχανον ἦν, οὐδεμιᾶς ἀῤῥωστίας ἐνοχλούσης τῷ σώματι, ἀλλὰ πάσης βλακείας ἐκβεβλημένης. Οἱ γὰρ πόνοι καὶ αἱ ταλαιπωρίαι καὶ τὸ ἐν ἅπασιν αὐτουργεῖν βλακείαν μὲν ἀπήλαυνε πᾶσαν, εὐρωστίαν δὲ καὶ ὑγείαν μετὰ πολλῆς παρεῖχε τῆς ἀσφαλείας.

Διὸ δὴ καὶ ποθεινότεραι τοῖς ἀνδράσιν ἦσαν, καὶ μᾶλλον ἐπέραστοι· οὐ γὰρ δὴ τὸ σῶμα μόνον, ἀλλὰ καὶ τὴν ψυχὴν τούτοις βελτίω καὶ σωφρονεστέραν κατειργάσαντο. Καθημένη τοίνυν ἐπὶ τῆς καμήλου καὶ φθάσασα εἰς τὴν χώραν, πρὶν αὐτὴν ἐλθεῖν ἐγγὺς, ἀναβλέψασα εἶδε τοῖς ὀφθαλμοῖς τὸν Ἰσαὰκ, καὶ κατεπήδησεν ἀπὸ τῆς καμήλου. Εἶδες ἰσχύν; εἶδες εὐεξίαν; Κατεπήδησεν ἀπὸ τῆς καμήλου. Οὕτως αὐταῖς ῥώμη πολλὴ μετὰ σωφροσύνης ἦν. Καὶ εἶπε τῷ παιδί· Τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ; Εἶπε δὲ ὁ παῖς· Ὁ κύριός μου. Εἶτα λαβοῦσα τὸ θέριστρον περιεβάλετο. Ὅρα πανταχοῦ τὴν σωφροσύνην αὐτῆς μαρτυρουμένην, πῶς ἦν αἰσχυντηρὰ, πῶς ἦν αἰδέσιμος. Καὶ ἔλαβεν αὐτὴν ὁ Ἰσαὰκ, καὶ ἐγένετο αὐτῷ εἰς γυναῖκα καὶ ἠγάπησεν αὐτὴν, καὶ παρεκλήθη περὶ Σάῤῥας τῆς μητρὸς αὐτοῦ.

Οὐχ ἁπλῶς δὲ ταῦτα εἴρηται, ὅτι ἠγάπησεν αὐτὴν, καὶ παρεκλήθη περὶ τῆς Σάῤῥας τῆς μητρὸς αὐτοῦ, ἀλλ᾽ ἵνα μάθῃς τοῦ φίλτρου καὶ τῆς ἀγάπης τὰς ὑποθέσεις, ἃς οἴκοθεν ἔχουσα ἦλθεν ἡ γυνή. Τίς γὰρ τὴν τοιαύτην οὐκ ἂν ἠγάπησε, τὴν οὕτω σώφρονα, τὴν οὕτω κοσμίαν, τὴν οὕτω φιλόξενον καὶ φιλάνθρωπον καὶ ἥμερον, τὴν ἀνδρείαν μὲν κατὰ τὴν ψυχὴν, ῥωμαλέαν δὲ κατὰ τὸ σῶμα; Ταῦτα εἶπον, οὐχ ἵνα ἀκούσητε, οὐδ᾽ ἵνα ἀκούσαντες ἐπαινέσητε μόνον, ἀλλ᾽ ἵνα καὶ ζηλώσητε. Καὶ πατέρες μὲν, τὴν πρόνοιαν τοῦ πατριάρχου μιμεῖσθε, ἣν ἐποιεῖτο περὶ τοῦ λαβεῖν γυναῖκα ἄπλαστον, οὐ χρήματα ἐπιζητήσας, οὐ γένους λαμπρότητα, οὐ σώματος κάλλος, οὐκ ἄλλο οὐδὲν, ἀλλὰ ψυχῆς εὐγένειαν μόνον· μητέρες δὲ, οὕτω τὰς ἑαυτῶν ἀνατρέφετε θυγατέρας. Οἱ δὲ ἄγεσθαι αὐτὰς μέλλοντες νυμφίοι, μετὰ τοσαύτης αὐτὰς ἄγετε κοσμιότητος, χορείας μὲν καὶ γέλωτας καὶ ῥήματα αἰσχρὰ, καὶ σύριγγας καὶ αὐλοὺς, καὶ τὴν διαβολικὴν φαντασίαν, καὶ τὰ ἄλλα πάντα τὰ τοιαῦτα ἐξορίζοντες, τὸν Θεὸν δὲ ἀεὶ παρακαλοῦντες μεσίτην γενέσθαι τῶν πραττομένων ἁπάντων. Ἂν γὰρ οὕτω τὰ καθ᾽ ἑαυτοὺς οἰκονομήσωμεν, οὐκ ἀποστάσιον ἔσται ποτὲ, οὐ μοιχείας ὑποψία, οὐ ζηλοτυπίας πρόφασις, οὐ μάχη καὶ ἔρις, ἀλλὰ πολλῆς μὲν ἀπολαυσόμεθα τῆς εἰρήνης, πολλῆς δὲ τῆς ὁμονοίας· ταύτης δὲ οὔσης, καὶ αἱ ἄλλαι πάντως ἕψονται ἀρεταί.

Ὥσπερ γὰρ, γυναικὸς πρὸς ἄνδρα στασιαζούσης, οὐδὲν ὑγιὲς ἔσται ἐπὶ τῆς οἰκίας, κἂν ἅπαντα τὰ ἄλλα κατὰ ῥοῦν φέρηται πράγματα· οὕτως ὁμονοούσης καὶ εἰρηνευούσης, οὐδὲν ἔσται ἀηδὲς, κἂν μυρίοι χειμῶνες καθ᾽ ἑκάστην τίκτωνται τὴν ἡμέραν.

Ἂν οὕτως οἱ γάμοι γένωνται, καὶ τὰ παιδία μετὰ πολλῆς τῆς εὐκολίας εἰς ἀρετὴν ἀγαγεῖν δυνησόμεθα. Ὅταν γὰρ ἡ μήτηρ οὕτως ᾖ κοσμία, καὶ σώφρων, καὶ πᾶσαν ἀρετὴν κεκτημένη, πάντως καὶ τὸν ἄνδρα ἑλεῖν δυνήσεται καὶ χειρώσασθαι τῷ περὶ αὐτὴν πόθῳ· ἑλοῦσα δὲ αὐτὸν, μετὰ πολλῆς ἕξει τῆς προθυμίας βοηθοῦντα πρὸς τὴν τῶν παίδων ἐπιμέλειαν, καὶ τὸν Θεὸν οὕτως ἐπισπάσεται πρὸς τὴν αὐτὴν ταύτην πρόνοιαν· ἐκείνου δὲ συνεφαπτομένου τῆς καλῆς ταύτης οἰκονομίας, καὶ τὰς ψυχὰς τῶν παίδων ἀσκοῦντος, οὐδὲν ἀηδὲς ἔσται λοιπὸν, ἀλλὰ καὶ τὰ τῆς οἰκίας εὖ διακείσεται, τῶν ἀρχόντων οὕτω διακειμένων· καὶ μετὰ τῆς οἰκίας οὕτως ἕκαστος δυνήσεται, τῆς ἑαυτοῦ γυναικὸς λέγω, καὶ παίδων καὶ οἰκετῶν, καὶ τὸν ἐνταῦθα μετὰ ἀδείας ἁπάσης διανύσαι βίον, καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰσελθεῖν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ δόξα, καὶ κράτος, σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.