Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ξηρασίας

Ἰωάννης ὁ Χρυσόστομος

Προτροπή σε μετάνοια και ικεσία προς τη Θεοτόκο

Κάλεσμα σε έμπρακτη επιστροφή στον Θεό με το παράδειγμα των Νινευιτών και εκτενής προσευχή προς την Παναγία για την κατάπαυση της οργής και τη σωτηρία του λαού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Γενώμεθα οὖν, ἀδελφοὶ, ἐν αἰσθήσει τοῦ πρέποντος, ἱλεωσώμεθα τὸν εὔσπλαγχνον Κύριον, μὴ χείρονες ὀφθῶμεν τῶν Νινευϊτῶν. Ἐκεῖνοι ἐθνικοὶ ὄντες καὶ ἄπιστοι, ἐπειδὴ παρὰ τοῦ προφήτου τὴν καταστροφὴν τῆς πόλεως ἔμαθον, τοσαύτην ἐπεδείξαντο μετάνοιαν, ὡς καὶ τὰ νήπια καὶ τὰ κτήνη νηστεύειν ἠνάγκασαν, καὶ σποδὸν καὶ σάκκον περιεβάλοντο, καὶ οὕτω τῆς δικαίας ὀργῆς τοῦ Θεοῦ ἀπηλλάγησαν. Δακρύσωμεν οὖν καὶ ἡμεῖς, ἐξομολογησώμεθα ἕκαστος τὰ ἴδια πταίσματα, προληψώμεθα πρὸς Θεὸν μεσίτας τοὺς ἁγίους, τούς τε ἄλλους καὶ κατ᾽ ἐξαίρετον τὴν ὑπέραγνον δέσποιναν, τὴν ταχεῖαν προστασίαν καὶ ἄμαχον· προσπέσωμεν αὐτῇ, μετὰ δακρύων δεόμενοι· Κυρία δέσποινα, ἡ τὸν Θεὸν Λόγον ἐν γαστρί σου χωρήσασα, ἡ τὴν φύσιν ἡμῶν τῷ σῷ τόκῳ θεώσασα, ἡ Θεῷ καὶ ἀνθρώποις τῷ τόκῳ σου μεσιτεύσασα, ἐλέησον τὸν λαόν σου καὶ τὴν κληρονομίαν σου· σπλαγχνίσθητι ἐπὶ ταύτῃ τῇ πόλει σου, τῇ ἐν τῷ σῷ καυχωμένῃ ὀνόματι· μεσίτευσον ὑπὲρ ἡμῶν τῶν ἀναξίων δούλων σου· δυσώπησον τὸν μονογενῆ σου Υἱὸν ἐπὶ τοῖς ἡμετέροις μακροθυμῆσαι πταίσμασι, καὶ λῦσαι τὴν καθ᾽ ἡμῶν ταύτην δικαίαν ὀργὴν, καὶ ταῖς νεφέλαις ἐπιτάξαι τὸν ὑετὸν ἐπομβρίσαι συνήθως, καὶ τὸν αὐχμὸν διαλῦσαι, καὶ τῆς γῆς δροσίσαι τὸν καύσωνα.

Ναὶ, δέσποινα, δέσποινα, ἡ τοῦ κόσμου ἀντίληψις, ἐλέησον, θήλασσον τὰ νήπια, γέροντας κεκμηκότας, πένητας πεφρυγμένους· μὴ ἐάσῃς ἡμᾶς ἀπολέσθαι ταῖς ἁμαρτίαις ἡμῶν· ἡμάρτομεν, ἠνομήσαμεν, τὸν καθαρὸν τοῦ βαπτίσματος χιτῶνα κατεῤῥυπώσαμεν, τὰς δεσποτικὰς ἐντολὰς ἠθετήσαμεν· ἀλλὰ κἂν ὀλισθαίνωμεν, οὐκ ἐπετάσαμεν τὰς χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον, ἀλλ᾽ εἰς τὸν μονογενῆ σου Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι προσκυνούμενον καὶ συνδοξαζόμενον, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας.