Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ὑπομονῆς καὶ συντελείας τοῦ αἰῶνος

Ἰωάννης ὁ Χρυσόστομος

Πρακτικές οδηγίες για την ορθή ανάγνωση των Γραφών

Συμβουλές για την προσεκτική μελέτη των ιερών κειμένων, με έμφαση στην ταπεινοφροσύνη και την επίκληση του θείου φωτισμού μέσω προσευχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Κρύψον τὸ σπέρμα εἰς τὰς λαγόνας τῆς γῆς· τουτέστι, κρύψον τὸν λόγον ἐν μέσῳ τῆς καρδίας σου, ὅπως καρποφορήσῃ τῷ Κυρίῳ ἐν φόβῳ. Ὅταν δὲ ἀναγινώσκῃς, ἐπιμελῶς καὶ ἐμπόνως ἀναγίνωσκε, ἐν πολλῇ καταστάσει διερχόμενος τὸν στίχον, καὶ μὴ σπούδαζε τὰ φύλλα μόνον διέρχεσθαι, ἀλλὰ ἐὰν χρεία, μὴ ὀκνήσῃς δὶς καὶ τρὶς καὶ πλειστάκις διελθεῖν τὸν στίχον, ὅπως νοήσῃς τὴν δύναμιν αὐτοῦ. Ὅταν δὲ μέλλῃς καθεσθῆναι καὶ ἀναγνῶναι, ἢ καὶ πάλιν ἄλλου ἀναγινώσκοντος ἀκοῦσαι, δεήθητι πρῶτον τοῦ Θεοῦ λέγων· Κύριε Ἰησοῦ Χριστὲ, ἄνοιξον τὰ ὦτα καὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας μου, τοῦ ἀκοῦσαί με τὸν λόγον σου, καὶ συνιέναι, καὶ ποιῆσαι τὸ θέλημά σου, Κύριε, ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ. Μὴ ἀποκρύψῃς ἀπ᾽ ἐμοῦ τὰς ἐντολάς σου, ἀλλ᾽ Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου· ἐπὶ σοὶ γὰρ ἤλπισα, ὁ Θεός μου, ἵνα σύ μου φωτίσῃς τὴν καρδίαν.

Ναὶ, ἀδελφέ μου, παρακαλῶ, οὕτω πάντοτε εὔχου τῷ Θεῷ, ὅπως φωτίσῃ σου τὸν νοῦν, καὶ δηλώσῃ σοι τὴν δύναμιν τῶν λόγων αὐτοῦ. Πολλοὶ γὰρ ἐπλανήθησαν θαῤῥήσαντες τῇ συνέσει αὐτῶν, καὶ Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, μὴ νοοῦντες τὰ γεγραμμένα, καὶ περιέπεσαν εἰς βλασφημίαν, καὶ ἀπώλοντο. Ἐὰν οὖν ἐν τῷ ἀναγινώσκειν σε εὕρῃς λόγον δυσνόητον, βλέπε μή σε διδάξῃ ὁ Πονηρὸς λέγειν ἐν ἑαυτῷ, ὅτι Οὐχ οὕτως ἐστὶν, ὡς λέγει ὁ λόγος οὗτος· πῶς γὰρ δύναται οὕτως εἶναι; καὶ τὰ τοιαῦτα· ἀλλ᾽, εἰ πιστεύεις τῷ Θεῷ, πίστευε καὶ τοῖς λόγοις αὐτοῦ, καὶ λέγε πρὸς τὸν Πονηρὸν, Πορεύου εἰς τὰ ὀπίσω μου, Σατανᾶ. Ἐγὼ γὰρ οἶδα, Τὰ λόγια τοῦ Θεοῦ, λόγια ἁγνά ἐστιν, ἀργύριον πεπυρωμένον ἑπταπλασίως· καὶ οὐδὲν ἐν αὐτοῖς σκολιὸν, οὐδὲ στραγγαλιῶδες, ἀλλὰ πάντα τὰ ἀγαθὰ ἐνώπιον τοῖς συνιοῦσιν· ἐγὼ δὲ ἀσύνετός εἰμι, καὶ οὐ γινώσκω· οἶδα οὖν ὅτι πνευματικῶς γεγραμμένα εἰσί· λέγει γὰρ καὶ ὁ Ἀπόστολος, ὅτι Ὁ νόμος πνευματικός ἐστιν. Εἶθ᾽ οὕτως ἀνάβλεψον εἰς τὸν οὐρανὸν, καὶ εἰπέ· Κύριε, πιστεύω τοῖς λόγοις σου· οὐκ ἀντιλέγω, ἀλλὰ θαῤῥῶ τοῖς λόγοις τοῦ ἁγίου Πνεύματος. Σὺ οὖν, Κύριε, σῶσόν με, ὅπως εὕρω χάριν ἐνώπιόν σου. Ἐγὼ γὰρ ἄλλο τι οὐ ζητῶ, εἰ μὴ μόνον τοῦ σωθῆναι, ὅπως τύχω τοῦ ἐλέους σου, εὔσπλαγχνε· ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας, ἀμήν.