Ναὶ, ἀδελφέ μου, παρακαλῶ, οὕτω πάντοτε εὔχου τῷ Θεῷ, ὅπως φωτίσῃ σου τὸν νοῦν, καὶ δηλώσῃ σοι τὴν δύναμιν τῶν λόγων αὐτοῦ. Πολλοὶ γὰρ ἐπλανήθησαν θαῤῥήσαντες τῇ συνέσει αὐτῶν, καὶ Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, μὴ νοοῦντες τὰ γεγραμμένα, καὶ περιέπεσαν εἰς βλασφημίαν, καὶ ἀπώλοντο. Ἐὰν οὖν ἐν τῷ ἀναγινώσκειν σε εὕρῃς λόγον δυσνόητον, βλέπε μή σε διδάξῃ ὁ Πονηρὸς λέγειν ἐν ἑαυτῷ, ὅτι Οὐχ οὕτως ἐστὶν, ὡς λέγει ὁ λόγος οὗτος· πῶς γὰρ δύναται οὕτως εἶναι; καὶ τὰ τοιαῦτα· ἀλλ᾽, εἰ πιστεύεις τῷ Θεῷ, πίστευε καὶ τοῖς λόγοις αὐτοῦ, καὶ λέγε πρὸς τὸν Πονηρὸν, Πορεύου εἰς τὰ ὀπίσω μου, Σατανᾶ. Ἐγὼ γὰρ οἶδα, Τὰ λόγια τοῦ Θεοῦ, λόγια ἁγνά ἐστιν, ἀργύριον πεπυρωμένον ἑπταπλασίως· καὶ οὐδὲν ἐν αὐτοῖς σκολιὸν, οὐδὲ στραγγαλιῶδες, ἀλλὰ πάντα τὰ ἀγαθὰ ἐνώπιον τοῖς συνιοῦσιν· ἐγὼ δὲ ἀσύνετός εἰμι, καὶ οὐ γινώσκω· οἶδα οὖν ὅτι πνευματικῶς γεγραμμένα εἰσί· λέγει γὰρ καὶ ὁ Ἀπόστολος, ὅτι Ὁ νόμος πνευματικός ἐστιν. Εἶθ᾽ οὕτως ἀνάβλεψον εἰς τὸν οὐρανὸν, καὶ εἰπέ· Κύριε, πιστεύω τοῖς λόγοις σου· οὐκ ἀντιλέγω, ἀλλὰ θαῤῥῶ τοῖς λόγοις τοῦ ἁγίου Πνεύματος. Σὺ οὖν, Κύριε, σῶσόν με, ὅπως εὕρω χάριν ἐνώπιόν σου. Ἐγὼ γὰρ ἄλλο τι οὐ ζητῶ, εἰ μὴ μόνον τοῦ σωθῆναι, ὅπως τύχω τοῦ ἐλέους σου, εὔσπλαγχνε· ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας, ἀμήν.