Ναὶ, ἀδελφὲ, κτῆσαι τὴν ἡσυχίαν μετὰ φόβου Θεοῦ, καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μετὰ σοῦ, ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Παρακαλῶ οὖν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, σπουδάζειν ἡμᾶς καθ᾽ ἑκάστην ἡμέραν τὴν τούτων μνήμην ποιεῖσθαι, λέγω δὴ τῆς ἐλπίδος, τῆς πίστεως, τῆς ἀγάπης, τῆς ταπεινοφροσύνης, τοῦ σφραγίζεσθαι πάντοτε ἐν ταῖς εὐχαῖς τοῦ Θεοῦ, καὶ ταῖς μελέταις τῶν θείων Γραφῶν, καὶ τῇ ἡσυχίᾳ. Ταῦτα γὰρ ὑμῖν παρόντα καὶ πλεονάζοντα, οὐκ ἀργοὺς, οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν. Χριστιανὸς γὰρ, ὃς οὐ κέκτηται ταῦτα, τυφλός ἐστι, μυωπάζων, λήθην λαβὼν τῶν πάλαι αὐτοῦ ἁμαρτημάτων· καὶ συμβέβηκεν αὐτῷ τὸ τῆς ἀληθοῦς παροιμίας, Κύων ἐπιστρέψας ἐπὶ τὸν ἴδιον ἔμετον· καὶ, Ὗς λουσαμένη ἐν κυλισμῷ βορβόρου. Διότι ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου, ὡς γέγραπται, καὶ ταῦτα ἐν τῷ ἁγίῳ λουτρῷ ἀπαρνησάμενοι, καὶ ἐν ἐπιγνώσει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ γενόμενοι, εἶτα πάλιν τούτοις ἐμπεπλεγμένοι· γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. Κρεῖττον ἦν αὐτοῖς μὴ ἐπιγνῶναι τὴν ὁδὸν τῆς ἀληθείας, ἢ ἐπιγινώσκουσιν εἰς τὰ ὀπίσω πάλιν ἀνακάμψαι.