Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ὑπομονῆς

Ἰωάννης ὁ Χρυσόστομος

Οι πολλαπλές δοκιμασίες και η σταθερότητα του Ιωσήφ

Εκτενής αναφορά στον βίο του Ιωσήφ, από τον φθόνο των αδελφών του και την πώλησή του, μέχρι τη δοκιμασία της σωφροσύνης του στην Αίγυπτο και τον εγκλεισμό του στη φυλακή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ὅρα δέ μοι καὶ τὸν μακάριον Ἰωσὴφ, τὸν τῆς σωφροσύνης ἀγωνιστὴν, πῶς καὶ οὗτος τῇ ὑπομονῇ ἐφιλοσόφησε· πρῶτον μὲν γὰρ ἐπιβουλευόμενος ὑπὸ τῶν ἀδελφῶν διὰ τὰ ὀνείρατα. Καὶ ὅρα βασκανίαν ἀδελφῶν. Εἰ μὲν ἀληθῆ τὰ ἐνύπνια, τίς μηχανὴ πῶς οὐχὶ πάντως ἐκβῆναι τὰ προοραθέντα; εἰ δὲ ψευδεῖς αἱ τῶν ὀνειράτων ὄψεις, τί βασκαίνετε τῷ σφαλλομένῳ; Καὶ ὅρα τὸ θαυμαστὸν, ἀγαπητέ· Εἶδεν ἑαυτὸν ὑπὸ ἡλίου καὶ σελήνης καὶ ἕνδεκα ἀστέρων προσκυνούμενον. Ἤκουσαν τοῦτο οἱ τούτου ἀδελφοὶ, μᾶλλον δὲ οἱ τοῦ διαβόλου μαθηταὶ, οἱ παρὰ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου διδαχθέντες φθόνον καὶ φόνον, τὰς ἀδελφὰς αὐτῶν ἀνομίας, ἃς καὶ Παῦλος συνέζευξεν, εἰπών· Μεστοὺς φθόνου, φόνου. Ἤκουσαν τὴν μέλλουσαν διαδέχεσθαι αὐτῶν βασιλείαν, καὶ ἐνύττοντο τοῦ θανατῶσαι αὐτόν. Ὁ δὲ μακάριος Ἰωσὴφ τὴν ἄθλησιν ὑπέμεινε, καὶ ἀπελθόντων βόσκειν τῶν ἀδελφῶν αὐτοῦ πρόβατα εἰς Συχὲμ, εἶπεν ὁ πατὴρ αὐτοῦ· Οὐκ ἰδοὺ οἱ ἀδελφοί σου βόσκουσιν εἰς Συχέμ; Δεῦρο ἀποστείλω σε, καὶ βλέπε εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου καὶ τὰ πρόβατα, καὶ ἀνάγγειλόν μοι. Πορευομένου δὲ αὐτοῦ, εἶδον αὐτὸν μακρόθεν ἐρχόμενον, καὶ εἶπον πρὸς ἀλλήλους· Ἴδε ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται· δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ ἴδωμεν τί ἔσται τὰ ἐνύπνια αὐτοῦ. Εἶδες συμβουλίαν ἀδελφοκτονίαν βουλομένων ἐργάσασθαι;

Πάλιν ὁ διάβολος τούτοις σύμβουλος ἐγένετο, κἀκεῖνοι τὰ μαθήματα ὀξύτερον ἐμάνθανον. Ἦλθεν ὁ ἀδελφὸς πρὸς αὐτοὺς, καὶ ἀπέκδυσαν αὐτοῦ τὸν χιτῶνα· ἀλλ᾽ οὐκ ἐγένετο γυμνὸς τῆς ὑπομονῆς. Εἰ γὰρ καὶ τὸ κάλυμμα τῆς σαρκὸς ἀπέθετο, ἀλλὰ τὴν σωφροσύνην αὐτοῦ καὶ τὴν ἐλπίδα τὴν εἰς τὸν Θεὸν οὐκ ἀπέθετο, ἣ καὶ ἀνέφερεν αὐτοῦ τὴν δίκην. Ἔσφαξαν ἔριφον, ἔπλησαν τὸν τούτου χιτῶνα αἵματος, καὶ προσήνεγκαν τῷ πατρὶ λέγοντες· Ἐπίγνωθι τίνος ὁ χιτὼν οὗτος Ἐπέγνω ὁ πατὴρ τὸν τοῦ υἱοῦ ποικίλον χιτῶνα, ἤρξατο πενθεῖν καὶ ὀδύρεσθαι, καὶ θρηνῶν ἔλεγε· Θηρίον πονηρὸν κατέφαγε τὸν Ἰωσήφ.

Θῆρες γὰρ ἀληθῶς καὶ πονηροὶ οἱ τοῦτο ποιήσαντες, μᾶλλον δὲ καὶ τῶν θηρίων ἀγριώτεροι, ἅτε τὸν ἴδιον ἀδελφὸν θανατῶσαι συμβουλευσάμενοι καὶ ἀδελφοκτονίαν βουλόμενοι ἐργάσασθαι. Ἀλλ᾽ ὅμως ὁ μακάριος Ἰωσὴφ ἠγωνίζετο τῇ ὑπομονῇ· ἐβλήθη ἐν τῷ λάκκῳ, καὶ τοῦτο ὑπέμεινεν. Εἴπατε δέ μοι, ὦ μιαροὶ, διὰ τί τοσαύτην ἀπανθρωπίαν ἐβάλεσθε εἰς τὸν ἴδιον ἀδελφόν; οὐκ ἤρκεσεν ὑμῖν ἡ τοῦ χιτῶνος ἀπόδυσις, ἀλλὰ καὶ αὐτὸν ἐῤῥίψατε ἐν τῷ λάκκῳ; οὐκ ἐλογίζεσθε, ὅτι ὁ Θεὸς ἐν οὐρανῷ ὁρᾷ τὰ πάντα; οὐκ ἔφριξεν ὑμῶν τὸ σῶμα; οὐκ ἐδειλίασεν ὑμῶν ἡ καρδία τοῦτο πρᾶξαι τολμήσασα; οὐκ οἴδατε, ὅτι ἡ πρώτη ἐντολὴ τοῦ νόμου, Οὐ φονεύσεις, καὶ τοῦτο ἐν πρώτοις ἐσπουδάσατε ποιῆσαι μάλιστα εἰς ἀδελφόν; Εἶτα συμβούλιον ποιησάμενοι ἐπειρῶντο τοῦτον εἰς δουλείαν πωλῆσαι. Κατῆλθον οἱ Ἰσμαηλῖται εἰς Αἴγυπτον· εἶδον αὐτοὺς, καὶ ἀνήνεγκαν αὐτὸν ἐκ τοῦ λάκκου, καὶ πωλοῦσι τὸν ἑαυτῶν βασιλέα, ὡς μηδέποτε δούλου βασιλεύσοντος. Κατῆλθον εἰς Αἴγυπτον. Καὶ ὅρα πῶς πειρασμὸς πειρασμὸν διεδέχετο.

Προσετέθη αὐτῷ Αἰγυπτία· βλαβερῷ τῷ λόγῳ τὸν δίκαιον ἐπειρᾶτο συλᾷν λέγουσα. Κοιμήθητι μετ᾽ ἐμοῦ, καὶ τιμὰς καὶ δῶρά σοι παράσχωμαι· οἱ δὲ ἐμοὶ οἰκέται ὑπὸ τὰς σὰς χεῖρας ἔστωσαν· χρήμασί σε ποικίλοις ἐμπλήσω, ὅλον δέ μου τὸν οἶκον ὑπὸ τὰς σὰς χεῖρας παραθήσομαι, κἀγὼ δέ σου θεράπαινα γένωμαι· μόνον πείσθητί μοι, Ἰωσὴφ, συγκατάβηθι τῷ τραύματι τῷ ἡμετέρῳ, σβέσον τὴν ἔνδον ἐκκαιομένην φλόγα, δρόσισόν μου τὴν καρδίαν τὴν ἀθυμοῦσαν τῷ πάθει, συγκατάβηθι τῇ ἐμῇ δυστήνῳ ψυχῇ. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὦ γύναι, δοῦλος μὲν γέγονα οὐδεπώποτε· διὰ δὲ φθόνον καὶ βασκανίαν εἰς δουλείαν κατῆλθον ἐνθάδε. Οὐ μιάνῃς μου τὴν σωφροσύνην, οὐ συλᾷς μου τὴν εὐγένειαν· οὐ προδιδῶ μου τὸ φρόνημα, οὐ ῥίπτω ἐμαυτὸν εἰς τὸ στόμα τοῦ θανάτου, οὐκ ἀπόλλυμι τὴν τῶν συγγενῶν μου ἀξίαν. Ἔγγονός εἰμι τοῦ Ἀβραὰμ τοῦ τῷ Θεῷ διαλεγομένου μετὰ παῤῥησίας, ᾧ διαλεγόμενος Θεὸς εἶπεν· Ἡ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης.

Πάππος μου τυγχάνει Ἰσαὰκ, ἐκεῖνος ὁ ἐπὶ θυσίαν ἑαυτὸν ἀνενεγκὼν προθύμως· πατήρ μού ἐστιν Ἰακὼβ ὁ μετὰ ἀγγέλου παλαίσας, ἐκεῖνος ὁ θεασάμενος τὴν οὐράνιον κλίμακα καὶ ἀπὸ τῆς γῆς ἐστηριγμένην ἕως τοῦ οὐρανοῦ, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας. Τούτου εἰμὶ υἱός· οὐκ εἰμὶ δραπέτης οὐδὲ ἀμείλικτος· οὐ καταγνωσθεὶς ἐνθάδε ἐπράθην, ἀλλὰ διὰ φθόνου καὶ βασκανίας ἐνθάδε εἰμί. Ὡς δὲ τοῖς τοιούτοις λόγοις οὐκ ἠδυνήθη σκελίσαι τοῦτον πρὸς μοιχείαν, οὐδὲ χαυνῶσαι αὐτοῦ τὴν σωφροσύνην τῇ πολυλογίᾳ, κατέσχεν αὐτὸν τοῦ ἱματίου· ὁ δὲ ἀποδυσάμενος τὰ ἱμάτια αὐτοῦ ἐξῄει γυμνός. Εἶδες ὑπομονήν;

Ἐξῆλθεν ὁ σώφρων ἀθλητὴς λέγων, ὅτι Διὰ τὸν ὄφιν ἐνεδυσάμεθα, διὰ σωφροσύνης ἀποδυόμεθα· διὰ παρακοὴν ἐδεξάμεθα τὸ κάλυμμα, διὰ ἐντολὴν Θεοῦ τὴν λέγουσαν, Οὐ μοιχεύσεις, τοῦτο ἀποτιθέμεθα. Καὶ ἐξῄει γυμνὸς, μᾶλλον δὲ ἐνδεδυμένος τὸν Χριστόν.

Ἤφριζε λοιπὸν ἡ θάλασσα, ἐμαίνετο τὰς τρικυμίας ἐγεῖραι βουλομένη, τὸ σκάφος αὔτανδρον καταποντίσαι, καὶ οὐκ ἴσχυσεν, ἀλλὰ ἐν τοσαύτῃ ζάλῃ ὡς ἐν γαλήνῃ ἔπλεε. Πόσα ἐκίνησε, καὶ τοῦτον οὐκ ἔβλαψε! Τὸ σκάφος ἔτρεσε, καὶ τὸν φόρτον οὐκ ἐδέξατο. Πόσα ἐνώχλησε, καὶ τὸν θησαυρὸν οὐκ ἐσύλησε! Λοιπὸν περιβλεψαμένη, καὶ μηδαμόθεν εὑροῦσα τὴν ἑαυτῆς ἐπιθυμίαν, ἄρχεται λοιπὸν συκοφαντεῖν, καὶ τῷ αὑτῆς ἀνδρὶ λέγει· Εἰσήνεγκάς μοι ὧδε παῖδα Ἑβραῖον ἐμπαίζειν μοι.

Ἤκουσεν ἐκεῖνος, καὶ ἐξεκαύθη πρὸς ὀργὴν, καὶ ἔθετο αὐτὸν εἰς φυλακήν. Ἔπρεπε γὰρ τοῖς ἐν σκότει ὁ λύχνος, καὶ τοῖς ἐν λιμῷ τηκομένοις σιτοδότης. Λοιπὸν καὶ ἕτερον σκάμμα θέασαί μοι ἐνταῦθα. Οὐκ ἤρκει γὰρ αὐτῷ ἡ τοῦ πατρὸς στέρησις, καὶ ἡ τῶν ἀδελφῶν ἐπιβουλὴ, καὶ ἡ τῆς γῆς ἀλλοτρίωσις, ἀλλὰ καὶ γυναικὸς ἐπανάστασις, καὶ ἡ τοῦ δεσμωτηρίου κατάκλεισις. Λοιπὸν, ἀγαπητοὶ, ἐν δεσμωτηρίῳ κατέκειτο. Ἐβλήθη εἰς τὸν τόπον αὐτοῦ ὁ ἀρχιοινοχόος καὶ ὁ ἀρχισιτοποιός. Εἶδον ἀμφότεροι ἐνύπνια, καὶ σκυθρωπὰ ἦν τὰ τούτων πρόσωπα.

Εἶδεν αὐτοὺς ὁ Ἰωσὴφ, καὶ εἶπε πρὸς αὐτούς· Διὰ τί τὰ πρόσωπα ὑμῶν σκυθρωπά; Οἱ δὲ εἶπον· Ἐνύπνιον εἴδομεν, καὶ οὐκ ἔστιν ὁ κρίνων. Λέγει πρὸς αὐτούς· Διηγήσασθέ μοι ἕκαστος ὑμῶν τί εἶδε. Τί λέγεις, Ἰωσήφ; ἆρα εἶδες ἐνύπνιον; Οὐκ ἀπέβη αὐτῶν τὸ τέλος. Εἶδες σαυτὸν ὑπὸ ἡλίου καὶ σελήνης προσκυνούμενον, καὶ ἰδοὺ δοῦλος ἐπράθης· εἶδες τὰ δράγματα τῶν σῶν ἀδελφῶν περιστραφέντα, καὶ προσκυνοῦντα τὸ σὸν δράγμα, καὶ ἰδοὺ ἐν τῷ δεσμωτηρίῳ κατακέκλεισαι.