Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ὑπομονῆς

Ἰωάννης ὁ Χρυσόστομος

Πνευματικοί καρποί της υπομονής, το παράδειγμα της Σωσάννας και κατακλείδα

Αναφορά στους πνευματικούς άθλους των δικαίων, η σωφροσύνη και δικαίωση της μακαρίας Σωσάννας, και η τελική δοξολογία με προτροπή προς τους πιστούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Τί οὖν ἐπερωτᾷς καὶ τὴν τῶν ἀδελφῶν συμφοράν; τί τοσοῦτον μαίνῃ; Οὐ μαίνομαι, φησίν· οἶδα τῆς ὑπομονῆς μου τὸν στέφανον, οἶδα τὸ κέρδος τούτων τῶν συμφορῶν, οἶδα οἷον ἀναφανήσεται ἄνθος· Οὐδεὶς γὰρ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ· καὶ πάλιν ὁ μακάριος Δαυῒδ, Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. Εἶδες ὑπομονὴν ἀθλητοῦ, εἶδες καρτερίαν, εἶδες φρόνημα ἀδούλωτον, εἶδες ἄπτωτον ἀγωνιστὴν, εἶδες στεφανίτην σωφροσύνης, εἶδες τὸ πλοῖον τῆς ἁγνείας, εἶδες τὸ πηδάλιον τῶν νέων, εἶδες τὸν χαλινὸν τῶν ἀκμαζόντων, εἶδες τὸν κυβερνήτην τῶν ἡδονῶν, εἶδες αὐτοῦ τὸν ἀγῶνα, εἶδες αὐτοῦ τὴν ἄθλησιν;

Ὅσοι τούτων τοίνυν νέοι, τὸν λογισμὸν ἀναδέξασθε· ὑπομονῆς γὰρ οὐδὲν ἰσχυρότερον. Ῥίζα γὰρ πάντων τῶν ἀγαθῶν ἐστιν ἡ ὑπομονὴ, μήτηρ εὐσεβείας, κλάδος εὐφροσύνης, καρπὸς ἀμάραντος, πύργος ἀκαταμάχητος, λιμὴν ἀχείμαστος. Εἴδετε οἷον ὀψώνιον ἀγαθόν ἐστιν ἡ ὑπομονή; Μεταβῶμεν δὲ, εἰ δοκεῖ, καὶ ἐπὶ τὴν μακαρίαν Σωσάνναν· καὶ αὐτὴ ἠγωνίσατο τῇ ὑπομονῇ· καὶ ἴδωμεν καὶ εἰς αὐτὴν ἐν γυναικείῳ σώματι ἀνδρείαν ψυχῆς, καὶ γυναικὸς σωφροσύνην, ἧς μνήμη μένει ἀθάνατος μετὰ νίκης. Καὶ γὰρ καὶ αὕτη ἡ μακαρία Σωσάννα ἠγωνίζετο ἐν τῷ πανδήμῳ θεάτρῳ, ὅπου καὶ Θεὸς καὶ ἄγγελοι καὶ ἀρχαὶ καὶ ἐξουσίαι ἐθεώρουν αὐτῆς τὴν ἄθλησιν. Καὶ γὰρ αὐτῆς τὴν ὑπομονὴν βούλομαι παραστῆσαι τῷ λόγῳ. Αὕτη τοίνυν ἡ μακαρία Σωσάννα εἰσῆλθεν ἐν τῷ παραδείσῳ κατὰ τὸ ἔθος περιπατῆσαι· οἱ δὲ δύο παράνομοι πρεσβύτεροι ἦσαν κεκρυμμένοι ἐν τῷ παραδείσῳ. Ἦν δὲ αὐτὴ ὡς ἀμνὸς ἀπολελειμμένη καὶ περιπατοῦσα ἐν τῷ παραδείσῳ· καὶ οἱ δύο πρεσβύτεροι ὡς λύκοι περιβεβλημένοι πῶς ταύτην ποιήσωσι θηριάλωτον.

Εὗρον δὲ αὐτὴν καταμόνας, καὶ ἐπέδραμον αὐτῇ· ἡ δὲ οὐκ ἐδειλίασεν, οὐδὲ ἐπτόησεν αὐτὴν ἡ τούτων ἔφοδος, ἀλλ᾽ εἱστήκει ἄτρεπτος τῇ σωφροσύνῃ· οἱ δὲ εἶπον πρὸς αὐτήν· Ἐν ἐπιθυμίᾳ σού ἐσμεν, πείσθητι ἡμῖν· ἡμεῖς ἐσμεν οἱ πρεσβύτεροι τοῦ λαοῦ (οἱ δοκοῦντες κυβερνᾷν τὸν λαὸν, αὐτοὶ ἑαυτοὺς ὑποβρυχίους ποιοῦντες)· ἡμῖν ὑπόκειται ὁ νόμος (μᾶλλον δὲ ὑμᾶς κατεδίκασεν ὁ νόμος λέγων, Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου)· ἐὰν δὲ μὴ πεισθῇς ἡμῖν, κατηγορήσομέν σου, ὅτι ἦν μετὰ σοῦ νεανίσκος. Ἡ δὲ ἀκούσασα τὸν λόγον ἐστέναξε λέγουσα· Στενά μοι πάντοθεν. Αἱρετός μοι θάνατος ὑπὲρ σωφροσύνης, ἢ γάμος ἄτακτος. Οἱ δὲ ἐκπεσόντες τοῦ θηράματος, κατηγόρουν αὐτῆς ὑπὸ τοῦ λαοῦ· αὕτη δὲ ἐσιώπα ἰδοῦσα τῆς ὑπομονῆς τὸ κέρδος. Κατεδίκασαν ταύτην ὑπὲρ σωφροσύνης, ἐπέθηκαν αὐτῇ τὰς χεῖρας, ἐπορεύετο τοῦ ἀποθανεῖν. Εἶδεν ὁ λαὸς τὴν καταδίκην· ὁ δὲ προγνώστης τῶν ὅλων Θεὸς ἐξήγειρε τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ Δανιὴλ, καὶ ἤλεγξε κεκρυμμένας γνώμας, τῶν μὲν πρεσβυτέρων τὴν ἀκολασίαν, τῆς δὲ Σωσάννης τὴν σωφροσύνην. Οὗτοι κατῃσχύνοντο, καὶ αὐτὴ ἐδοξάζετο· οὗτοι ἐν ἀτιμίᾳ, καὶ αὐτὴ ἐν δόξῃ.

Οἴδατε οἷον ὀψώνιόν ἐστιν ἡ ὑπομονή. Ὅσοι τοίνυν τὴν εἰκόνα τῆς ὑπομονῆς ἔχετε, τοῦτον τὸν πόθον ζηλώσατε· Ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.