Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ὑπομονῆς

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή και τα πρώτα βιβλικά πρότυπα: Αβραάμ και Ιώβ

Η αναζήτηση του θείου λόγου και η προβολή του Αβραάμ και του Ιώβ ως κορυφαίων παραδειγμάτων υπομονής και αντοχής απέναντι στις δοκιμασίες και τις επιθέσεις του διαβόλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Περὶ ὑπομονῆς. Οἱ διψῶντες ὁδοιπόροι ἀποῦσαν τὴν πηγὴν κατὰ διάνοιαν φαντάζονται, καὶ τῷ ἐκείνης πόθῳ ὀξεῖ τῷ κινήματι σπεύδουσιν, ὥστε τὸ ἴαμα τῆς δίψης εὑρεῖν, καὶ τὴν ἔνδον ἐκκαιομένην φλόγα διὰ τῶν ναμάτων δροσίσαι.

Τὸν αὐτὸν τρόπον καὶ ὑμεῖς, ἀγαπητοὶ, διψῶντες τὸν τῆς ἀληθείας λόγον, μετὰ προθυμίας ἔρχεσθε πρὸς τὴν ἀληθινὴν πηγὴν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Αὐτὸς γάρ ἐστιν ὁ λέγων· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω· καὶ πάλιν αὐτός φησι· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην. Ταύτης τῆς πηγῆς ἐπιποθῶν ὁ μακάριος Δαυῒδ ἐκελάδει λέγων· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Ἀλλ᾽ ἵνα μὴ δόξωμεν ἔξω τῶν Γραφῶν μένειν διὰ τῶν προοιμίων τούτων, φέρε δὴ ἁψώμεθα τῶν λόγων· οὕτω γὰρ ἡμῖν λαμπρότερος ὁ λόγος ἀποδειχθήσεται, καὶ φαιδρὰ ἡμῖν ἡ Ἐκκλησία δείκνυται. Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Τί οὖν ἦν τὸ ἄρτι ἀκηκόαμεν τοῦ μακαρίου Δαυῒδ λέγοντος· Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου; Μέγα ἡμῖν ἀνεφάνη τρόπαιον ἡ ὑπομονή· καὶ γὰρ πάντας τοὺς ἁγίους εὕρομεν ἐστεμμένους τῇ ὑπομονῇ, καὶ ταύτην διδάσκαλον ἔχοντες ἔνδον εἰδέναι τὸν μακάριον Ἀβραὰμ, τὸν ἑκατονταετῆ γενόμενον καὶ μήπω τεκνογονήσαντα, ἀλλὰ τῇ ὑπομονῇ τούτου ὁ καρπὸς πρὸ ὀφθαλμῶν τετρυγημένος ἦν. Τὸ δένδρον ἀπέβαλε τὰ φύλλα, καὶ ἡ ῥίζα ἐβρίθετο· ἐπαλαιώθη ἡ σὰρξ, καὶ τὸ φρόνημα αὐτοῦ ἤκμαζεν· ἀλλ᾽ ὅμως τῇ ὑπομονῇ ἐκαρποῦτο τὸν Ἰσαάκ.

Ἰδέ μοι τὸν μακάριον Ἰὼβ τὸν τῆς οἰκουμένης ἀγωνιστὴν, τὸν παλαίσαντα καὶ διασπάσαντα τὴν δύναμιν τοῦ διαβόλου· πόσα ἐπάλαισεν ὁ διάβολος, καὶ τὸν ἀθλητὴν οὐκ ἔῤῥηξε; Τὴν φαρέτραν τῶν βελῶν ἐκένωσε, τὰ μηχανήματα προσήγαγε, καὶ τὸν πύργον οὐκ ἐσάλευσε· τὰ κύματα ἤγειρε, καὶ τὸ σκάφος οὐ κατεπόντισε· τοὺς κλάδους κατέκλασε, καὶ τὴν ῥίζαν οὐκ ἀνέσπασε· τὰς τρικυμίας ἤγειρε, καὶ τὴν πέτραν οὐκ ἐσάλευσεν. Εἶδες ὑπομονὴν δικαίου; εἶδες ἄθλησιν ἀγωνιστοῦ; εἶδες πέτραν ἐστηριγμένην; εἶδες τὸν στρατιώτην παραταττόμενον; εἶδες τὸν πύργον ἑστῶτα; εἶδες τὸν δίκαιον δοξαζόμενον καὶ διάβολον μετ᾽ αἰσχύνης δραπετεύοντα; Ἰδέ μοι, εἰ δοκεῖ, καὶ τὴν κορωνίδα τῆς ὑπομονῆς αὐτοῦ.

Μετὰ γὰρ τὴν τῶν βοῶν αἰχμαλωσίαν, καὶ τῶν προβάτων τὸν ἀφανισμὸν, καὶ τῆς οἰκίας τὴν πτῶσιν, καὶ τὴν τῶν παίδων συμφοράν (εἶδε γὰρ αὐτοὺς διαφόρως μὲν τεχθέντας κατὰ τὸν χρόνον, κοινῇ δὲ ὑπελθόντας ἅπαντας τοῦ βίου τὸ τέλος)· μετὰ τοσαύτην οὖν ἀνάλωσιν ἐπεμβαίνει καὶ ἡ γυνὴ λέγουσα· Μέχρι τίνος καρτερήσεις λέγων· Ἰδοὺ ἀναμένω χρόνον μικρὸν, προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς, οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων· σὺ δὲ αὐτὸς ἐπὶ σαπρίᾳ σκωλήκων κάθησαι διανυκτερεύων αἴθριος, κἀγὼ πλανῆτις καὶ λάτρις τόπον ἐκ τόπου περιερχομένη καὶ οἰκίαν ἐξ οἰκίας, προσδεχομένη τὸν ἥλιον πότε δύσεται, ἵνα ἀναπαύσωμαι τῶν μόχθων, καὶ τῶν περιεχουσῶν με ὀδυνῶν, αἵ με νῦν συνέχουσιν. Ἀλλ᾽ εἰπόν τι ῥῆμα εἰς Κύριον, καὶ τελεύτα. Ὁ δὲ ἐμβλέψας αὐτῇ εἶπε τὴν ἀοίδιμον καὶ παρὰ πᾶσιν ᾀδομένην φωνήν· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Εἶδες ὑπομονῆς πέλαγος; εἶδες διδασκαλίαν ἄπτωτον; Οὐκ ἐχαύνωσεν αὐτοῦ τὴν ὑπομονὴν ἡ τῶν ἐπελθόντων ἀφορία, ἀλλὰ τοσούτων ἐπελθόντων ὥσπερ κυμάτων ἀλλεπαλλήλων, τὸ σκάφος ὑποβρύχιον οὐκ ἐγίνετο. Εἶδες ὑπομονὴν δικαίου; εἶδες στέφανον πλεκόμενον τῷ δικαίῳ δι᾽ ὑπομονῆς;