Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ὑπομονῆς

Ἰωάννης ὁ Χρυσόστομος

Ο θάνατος των νηπίων και η παρηγορία των γονέων

Αναφορά στη μακαριότητα των νηπίων και στα όρια του φυσιολογικού πένθους με βάση βιβλικά πρότυπα. Προσωποποιημένος λόγος των νηπίων προς τους γονείς τους για την πνευματική τους ανάπαυση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Τί τὸ εὔλογον εἴπωμεν τότε; τί ἀπολογησώμεθα, εἰπέ μοι, ὦ ἄνθρωπε; Ἰδοὺ τρυφᾷς πεντήκοντα ἔτη ἢ ἑκατὸν, καὶ πλουτεῖς, καὶ τεκνοποιεῖς, καὶ προικίζεις καὶ ἐγγαμίζεις υἱοὺς καὶ θυγατέρας, καὶ ἄρχεις καὶ βασιλεύεις ἐθνῶν καὶ λαῶν· καὶ μετὰ ταῦτα θάνατος, καὶ μετὰ θάνατον κρίσις τέλος οὐκ ἔχουσα οὐδὲ μετάνοιαν. Οὐκ ἔστι γὰρ, φησὶν, ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; Ὄντως οὐδείς. Κἂν γὰρ μυρία ταραττώμεθα, καὶ πολλὰ δεώμεθα, ἀλλ᾽ οὐδεὶς ὁ ἐξαιρούμενος. Διὰ τοῦτο μάλιστα μακαρίζομεν τοὺς νηπίους ἀποθνήσκοντας· διὰ τοῦτο πάντες λέγομεν· Εἴθε νήπιοι ὄντες ἀπεθάνομεν! Μὴ οὖν, ὅπερ ἡμεῖς ἐπιθυμοῦμεν, ὁρῶντες ἐν τοῖς ἰδίοις τέκνοις, ἀθυμῶμεν. Τὸ γὰρ ἡμῖν τοῦ θανάτου ποτήριον ἐπικίνδυνόν ἐστι, παρὰ δὲ τοῖς νηπίοις σωτήριον· καὶ τὸ παρὰ πᾶσι φρικτὸν, ἔστιν ἐκείνοις ἐπαινετόν· καὶ ὅπερ ἡμεῖς ἔχομεν εἰς ἀρχὴν τῆς ἐκεῖ τιμωρίας, ἔστι παρ᾽ ἐκείνοις ἀρχὴ σωτηρίας.

Ὑπὲρ τίνος γὰρ λογοθετηθῶσιν οἱ μηδὲ ὅλως ἁμαρτίας δεξάμενοι πεῖραν; ὑπὲρ τίνος τιμωρηθῶσιν οἱ καλοῦ ἢ κακοῦ γνῶσιν μὴ φθάνοντες; Ὢ μακαρίων νηπίων μακαρία καὶ ἡ κοίμησις! ὢ θάνατος ἀφθόρων, ἀρχὴ τῆς ὄντως ζωῆς αἰωνίου ὑπαρχούσης! ὢ τέλος ἀρχὴ ἀτελευτήτου χαρᾶς! Ἀλλὰ τί φασιν οἱ ὀλιγόψυχοι; Παῖς μοι, φησὶν, ὑπῆρχε μονογενὴς ἅμα καὶ εὐειδὴς καὶ εὐγενής· οὗτος ἦν τοῦ ἐμοῦ γένους ἡ διαδοχὴ, οὗτος ἦν τῆς οὐσίας ὁ κληρονόμος, οὗτος τῆς ἐμῆς ἀθυμίας ἡ παραμυθία, οὗτός μου ἦν τοῦ γήρους ἡ βακτηρία, οὗτος τῆς πατρίδος τὸ καύχημα, οὗτος τῆς ἐμῆς ῥίζης ὁ κλάδος, ὅλος τῷ εἴδει φαιδρὸς ὑπάρχων, ὅλος προσηνὴς καὶ ἐπιδέξιος, εὐπροσήγορος, ἐπιθυμητὸς τοῖς ἰδίοις καὶ τοῖς ξένοις, τοῖς ὁρῶσι καὶ τοῖς ἀκούουσιν· οὗτος ὁ τοσοῦτος ἐξαίφνης ἀνάρπαστος τῶν ἐμῶν χειρῶν ἐπήρθη, καὶ ὁ πρὸ μικροῦ ὁρώμενος, οὐ πάρεστι θεωρούμενος, ἀλλὰ καταλιπὼν τὸν γεννήσαντα, ἀπῆλθε πρὸς τὸν πλάσαντα· ἐάσας με τὸν θρέψαντα, ἐπορεύθη πρὸς τὸν καλέσαντα· χωρισθεὶς σπλάγχνων μητρὸς, κατῆλθεν εἰς μνῆμα γῆς τῆς πάντων μητρός. Οὐ μὴ κλαύσω τοῦτον, εἰπέ μοι; μὴ θρηνήσω, μηδὲ ὡς κόρην ὀφθαλμοῦ ζητήσω;

Οὐ δύναμαι, φησὶν, οὐ δύναμαι· κἂν γὰρ μυρία εἰσενέγκῃς μοι δόγματα, κἂν μυριάκις παραινεῖν δοκιμάσῃς τοῦ μὴ θρηνεῖν γονεῖς τὰ ἑαυτῶν τέκνα, οὐ πείσεις, διὰ τὸν Θεὸν τὸν ὁρίσαντα οὕτω, καὶ τὸν δεσμὸν τῆς φύσεως συνδήσαντα, καὶ τὸ πῦρ πρὸς τὰ τέκνα περὶ τῶν σπλάγχνων τῶν γονέων ἐνθήσαντα. Οὐ τοῦτο λέγω, ἄνθρωπε, οὐδὲ τοῦτο νομοθετῶ, μηδὲ ὅλως δακρύειν ἐπὶ τοῖς τέκνοις· κἂν γὰρ εἴπω, ἀδύνατον λέγω. Καὶ γὰρ κἀγὼ νόμοις φύσεως πείθομαι, καὶ τῷ καιρῷ τῆς συμπαθείας οὐκ ἀντιτάσσομαι· ἐπεὶ κἀγὼ βροτὸς, ἐπεὶ κἀγὼ ἐκ μητρὸς γεγένημαι, καὶ τῆς αὐτῆς ὑπάρχω φύσεως.

Οἶδα πατέρων τὸν ὀδυρμὸν, οἶδα μητέρων τὸν στεναγμὸν, οἶδα αὐτῶν τὴν θάλασσαν τῆς ἀθυμίας, οἶδα αὐτῶν τῆς ταραχῆς τὴν ἀδημονίαν· ἐπίσταμαι τὴν ἔνδον αὐτῶν ἐπὶ τέκνοις φαντασίαν, πῶς ὡς παρόντα τὸν οὐ παρόντα παῖδα ἐν ἑαυτοῖς ἀναζωγραφοῦσι, τὴν ἐκείνων εἰκόνα σὺν δάκρυσιν ἐννοούμενοι, τὰ ἐκείνων ἤθη καὶ ῥήματα καὶ πράγματα πάντα κατ᾽ ὀφθαλμοὺς τιθέντες. Ἀλλ᾽ ὁ Ἰὼβ ὁ θαυμάσιος οὐχ οὕτως· ἐκείνου γὰρ τῶν τέκνων καὶ παίδων καὶ βοῶν καὶ καμήλων καὶ πάντων τῶν προσόντων αὐτῷ πρὸς ὄλεθρον γενομένων, οὐκ ἐθορυβήθη, οὐκ ἐδυσφήμησεν, ὡς οἱ πολλοὶ, ἀλλ᾽ ἀνίστατο, καὶ εἰς τὴν γῆν πεσὼν, ἐξ ἧς ἐλήφθη, τῷ Δεσπότῃ προσκυνῶν ἔλεγεν· Αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ. Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξε, οὕτω καὶ ἐγένετο. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Δοῦλός εἰμι, καὶ ὑπόκειμαι, καὶ τῷ ποιήσαντι οὐκ ἀντιτάσσομαι· οὐ γὰρ ξένον τὸ πρᾶγμα· τέθνηκαν οἱ παῖδες. ἀλλ᾽ οὐκ ἀπόλωλαν. Ποῖος γὰρ ποιμὴν οὐκ ἐξουσιάζει ἐν τῷ ποιμνίῳ αὐτοῦ; Ὁ ποιμὴν ὁ καλὸς ἐξελέξατο τὰ πρόβατα αὐτοῦ. Μικρὸν, καὶ ἡμεῖς ἀπερχόμεθα. Τοῦτον καὶ ἡμεῖς μιμησώμεθα, καὶ μὴ οὕτως ἀμέτρως ὀδυρώμεθα. Ὡς πιστοὶ κλαύσωμεν, καὶ μὴ ὡς ἄπιστοι ἀσχημονήσωμεν· ὡς ὁ Χριστὸς τὸν Λάζαρον ἔκλαυσεν, οὕτω κλαύσωμεν· σοὶ γὰρ μέτρα καὶ ὅρους δεικνύων, ἐδάκρυσε.

Πῶς γὰρ δακρύειν ἔχρησεν, ὃν μετ᾽ ὀλίγον ἐγείρειν ἔμελλεν; Ἀλλ᾽ ἵνα σὺ μάθῃς μέχρι πόσου δακρύειν, ἵνα καὶ τὸ τῆς φύσεως συμπαθὲς ἐνδειξώμεθα, καὶ τὴν τῶν ἀπίστων μίμησιν ἀποκρουσώμεθα· λοιπὸν δὲ κἀκεῖνο εὐξώμεθα, τῆς αὐτῆς μερίδος τῶν ἐν ἀρετῇ τῆς ἡλικίας χρόνον τὸν βίον χωριζομένων ἔσεσθαι· καὶ μὴ ἐκεῖ ἀπελθόντας ἡμᾶς τοὺς μὲν ἑαυτῶν παῖδας ἐν ἀνέσει ὄψεσθαι, ἡμᾶς δὲ ἐν ἀφορήτῳ κολάσει ἔσεσθαι. Ὅσοι γὰρ πρὸ ῥύπου καὶ φθορᾶς τῆς δυσχεροῦς ταύτης καὶ πολυστενάκτου σαρκὸς ἐχωρίσθησαν νήπιοι, φωνὰς ἀποφθέγγονται τοιαύτας, πρὸς τοὺς τεκόντας, εἰ καὶ μὴ τοῖς ῥήμασιν, ἀλλὰ τοῖς πράγμασι· Μὴ δὴ ἐφ᾽ ἡμῖν δακρύετε, πατέρες, μηδὲν ὠφελοῦντες· ὑμεῖς γὰρ ἐβουλεύεσθε σὺν ὑμῖν ἔχειν ἡμᾶς ἐν τῷ ματαίῳ βίῳ, ἔνθα πάντα ἀτερπῆ καὶ ἐπώδυνα, ἔνθα πάντα ἄπιστα καὶ ἀσύστατα, ἔνθα οὐδὲν μόνιμον οὐδὲ βέβαιον· ἀλλ᾽ ὁ Δεσπότης ἡμῶν καὶ Θεὸς ἀγαπήσας ἡμᾶς, ὡς ἐκ στόματος λέοντος, οὕτως ἐκ τοῦ ματαίου βίου ἥρπασεν ἡμᾶς· ὡς ἐξ ἀκανθῶν ῥόδα, οὕτω τῶν ἁμαρτιῶν τοῦ αἰῶνος τούτου χωρίσας ἡμᾶς· ὡς ἀρνία φίλτατα, οὕτως ὁ ποιμὴν ὁ καλὸς ἀφώρισεν ἡμᾶς ἐξ ὑμῶν, ὡς ἐκ σκότους εἰς φῶς.

Καὶ ἐν τῇ χώρᾳ τῶν ζώντων διάγομεν, ἔνθα πάντα ἤρεμα καὶ ἀστασίαστα, ἔνθα πάντα φωτεινὰ καὶ θεάρεστα, ὅπου οὐδεὶς ἀδικῶν οὐδὲ τυραννούμενος, ὅπου οὐκ ἔνι ἁμαρτία οὐδὲ μελάνωσις, ἔνθα φῶς τὸ ἀπρόσιτον καὶ χαρὰ ἀνεκλάλητος, ἔνθα οὐκ ἔνι πόνος οὐδὲ δάκρυα, ἔνθα οὐκ ἔνι φροντὶς οὐδὲ μέριμνα, οὐ στεναγμὸς οὐδὲ ὀδυρμὸς, ἀλλ᾽ ἢ μόνος Θεὸς αἰνούμενος καὶ δοξαζόμενος. Ἡμᾶς οἱ ἅγιοι ἄγγελοι εἰρηνικῶς. διεχώρισαν ἀπὸ τοῦ σώματος· ἡμεῖς ἀσιάντως τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τοῦ ἀέρος παρήλθομεν· ἀγαθοὺς γὰρ ὁδηγοὺς ἔσχομεν. Οὐ γὰρ εὗρον ἐν ἡμῖν ἅπερ ἐζήτουν, οὐδὲν εἶδον ἐν ἡμῖν ὧνπερ ἤλπιζον. Εἶδον τὸ σῶμα ἄσπιλον, καὶ ᾐσχύνθησαν· εἶδον τὴν ψυχὴν ἄκακον καὶ καθαρὰν, καὶ ἐνετράπησαν· εἶδον τὴν γλῶτταν ἄσπιλον καὶ καθαρὰν καὶ ἄμωμον, καὶ ἐφιμώθησαν· παρήλθομεν, καὶ εὐτελίσαμεν αὐτούς· διέβημεν δι᾽ αὐτῶν, καὶ κατεψάλλομεν αὐτῶν· Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν. Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. Ὅθεν καὶ οἱ ὑπαντῶντες ἡμᾶς ἔχαιρον ἄγγελοι, δίκαιοι ἠσπάζοντο, ὅσιοι ἐτέρποντο λέγοντες· Καλῶς ἦλθον τὰ ἀρνία τοῦ Χριστοῦ.

Ἠνοίχθη ἡμῖν τοῦ παραδείσου ἡ τρυφὴ, ἐδείχθη ἡμῖν ὁ κόλπος τοῦ Ἀβραάμ· δεξιῶς γὰρ ἡμᾶς ὁ Δεσπότης ἐδέξατο· ἱλαρὰν φωνὴν πρὸς ἡμᾶς ἀπεφθέγξατο· ἱλαρῷ ὄμματι ἡμᾶς ἐθεάσατο· διὸ καὶ ἐν τῇ βίβλῳ τῆς ζωῆς ἡμᾶς ἀπεγράψατο. Πρὸς γὰρ Κριτὴν φιλάνθρωπον εἴπομεν· Δικαιοκρίτα Κύριε, ἐστέρησας ἡμᾶς τῶν ἐπιγείων, μὴ στερήσῃς ἡμᾶς τῶν ἐπουρανίων· ἐχώρισας ἡμᾶς γονέων, μὴ χωρίσῃς ἡμᾶς τῶν ἁγίων· σώαν σου τὴν σφραγῖδα ἔχομεν τοῦ βαπτίσματος, ἄσπιλον τὸ σῶμά σοι προσηνέγκαμεν διὰ πολλὴν νηπιότητα. Μὴ οὖν φθονήσητε ἡμῖν ὡς πρὸ καιροῦ τὴν σωτηρίαν ἡμῶν ἄμωμον, μηδὲ δακρύετε, ὅτι ἐκ τοῦ χείρονος εἰς τὸ κρεῖττον μετηνέχθημεν, εἴπερ ἀντὶ φθαρτῶν ἐλάβομεν τὰ ἄφθαρτα.