Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ὑπομονῆς

Ἰωάννης ὁ Χρυσόστομος

Επίλογος και καταληκτήρια δοξολογία

Τελική προτροπή προς τους πενθούντας για εμπιστοσύνη στη θεία πρόνοια και καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Ἡμεῖς μετὰ ἀγγέλων ὑμνοῦμεν, μετὰ τῶν ἁγίων χορεύομεν· ἀλλὰ καὶ ὑπὲρ ὑμῶν τῶν ἐν ἁμαρτίαις ὄντων πρεσβεύομεν· ἡμεῖς μετὰ τῶν ὑπὸ Ἡρώδου διὰ Χριστὸν ἀναιρεθέντων νηπίων συνηριθμήθημεν· ἡμεῖς μετὰ τῶν τοῦ Ἰὼβ υἱῶν ἀγαλλιώμεθα. Διὸ ὑπὲρ ἡμῶν μὴ μεριμνᾶτε, ἀλλὰ μᾶλλον ἑαυτοὺς θρηνεῖτε· καὶ γὰρ τῆς ἑαυτῶν τελευτῆς τὴν ἀπολογίαν σκοπεῖτε· καὶ ὡς γινώσκοντες καὶ βεβαίως πιστεύοντες, ὅτι πρὸς τὸ συμφέρον ἡμῖν ὁ Δεσπότης ἡμῶν ἐξελέξατο, καὶ ἐν τῇ μερίδι τῶν σωζομένων κατέταξεν ἡμᾶς, ὁπηνίκα ἂν νέοι παῖδες καὶ ἄφθοροι ἐξ ὑμῶν ἐνταῦθα παραγίνωνται πρὸς ἡμᾶς, χαίρετε καὶ εὐφραίνεσθε, καὶ μετὰ τοῦ δικαίου Ἰὼβ ψάλλετε· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν.