Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸ τῆς ἐξορίας λόγος

Ἰωάννης ὁ Χρυσόστομος

Οι σκευωρίες και η απόκρουση των κατηγοριών

Ανασκευή των κατηγοριών και στηλίτευση των μηχανορραφιών, ειδικότερα αναφορικά με τον ισχυρισμό περί τέλεσης του βαπτίσματος μετά από γεύμα, με χρήση βιβλικών παραδειγμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

δʹ. Ἀλλ᾽ ὁρῶ τοῖς ἐμαυτοῦ δόγμασί τινας ἐγκαρτερεῖν με πειθόντων. Φέρει γὰρ πολλὰ τῶν εὐτυχημάτων εἰς τοὐναντίον· ὅτι οἷς ἐδόκουν ζηλωτὴς εἶναι, περιπέπτωκα τῇ μοχθηρίᾳ· οἱ μὲν κατὰ τὸν τρόπον καθαιροῦντες νικῶσι τὸν ἀγῶνα τῇ διαφορᾷ τῶν πραγμάτων· οὐκ ἠπείλουν, ἀλλὰ παρίσταντο. Ἔστι γὰρ καιρὸς νῦν εἰπεῖν τὰ περὶ τῆς ἐμῆς θλίψεως. Νόμος ἐστὶν, ἀλλ᾽ ὁ νομοθέτης νικᾶται. Τέκνα, μὰ τὴν ὑμετέραν ἀγάπην, βλέπω συσκευὴν πολεμοῦσαν, καὶ τὸν Θεὸν ὑβριζόμενον· βλέπω τὸν ἀγῶνα πίπτοντα, καὶ τὸν ἀγωνοθέτην λυπούμενον· βλέπω τὸ πιθανὸν τῆς ἀληθείας μαραινόμενον, καὶ τὴν συσκευὴν ἀνθοῦσαν. Λέγουσί μοι, ὅτι Ἔφαγες καὶ ἐβάπτισας.

Εἰ ἐποίησα τοῦτο, ἀνάθεμα ἔσομαι· μὴ ἀριθμηθείην εἰς ἐπισκόπων ῥίζαν· μὴ γένωμαι μετ᾽ ἀγγέλων· μὴ ἀρέσω Θεῷ· εἰ δὲ καὶ ἔφαγον καὶ ἐβάπτισα, οὐδὲν ἄκαιρον τῶν πραγμάτων ἐποίησα. Πρόσχες μοι μετὰ ἀκριβείας ὃ λέγω, καὶ λέγων οὐ παύσομαι. Ἐμοὶ μὲν τὸ λέγειν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Ἀλλ᾽ ἐπανέλθωμεν ἐπὶ τὸ προκείμενον.

Λέγουσιν ὅτι ἔφαγον καὶ ἐβάπτισα. Καθελέτωσαν οὖν Παῦλον, ὅτι μετὰ τὸ δειπνῆσαι ἐχαρίσατο τῷ δεσμοφύλακι τὸ βάπτισμα. Τολμῶ λέγειν, καθελέτωσαν καὶ αὐτὸν τὸν Χριστὸν, ὅτι μετὰ τὸ δεῖπνον τοῖς μαθηταῖς τὴν κοινωνίαν ἐχαρίσατο. Ἀλλ᾽ εἰκότα καὶ μεγάλα ἡμῖν ταῦτα· ταῦτα φαιδρὰ τῆς εἰρήνης· ταῦτα τοῦ λαοῦ τὰ ἐγκώμια. Ἐμοῦ ὁ στέφανος, ὑμῶν ὁ καρπός. Ἀλλ᾽ οἴδατε, ἀγαπητοὶ, διὰ τί με θέλουσι καθελεῖν. Ὅτι τάπητας οὐχ ἥπλωσα, οὔτε σηρικὰ ἱμάτια οὐκ ἐνεδυσάμην, καὶ ὅτι τὴν γαστριμαργίαν αὐτῶν οὐ παρεμυθησάμην. Ἤνθησαν γὰρ τὰ ἔγγονα τῆς ἀσπίδος, ἔτι περιλέλειπται τῆς Ἰεζάβελ ὁ σπόρος· ἔτι δὲ καὶ ἡ χάρις τῷ Ἠλίᾳ συναγωνίζεται.