Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Προοίμια εἰς τοὺς Ψαλμούς (Νόθα)

Ἰωάννης ὁ Χρυσόστομος

Η πνευματική διάσταση της ψαλμωδίας και η αδιάλειπτη προσευχή

Η λειτουργία της μελωδίας ως θείου δώρου που ελαφρύνει τον πνευματικό κόπο, η εσωτερική νοερά προσευχή και η υπεροχή των ύμνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

βʹ. Ἀλλ᾽ ἐπειδὴ ἡ ἀνάγνωσις ἔχει πόνον καὶ πολὺ τὸ φορτικὸν, τοῖς εἰρημένοις τέως ἐμφιλοχωρῶμεν· ἵνα ὁμοῦ καὶ τέρπῃς τὴν ψυχὴν ᾄδων, καὶ ὑποκλέπτῃ τὸν πόνον. Ψαλλέτω τοίνυν τὸ στόμα, καὶ παιδευέσθω ὁ νοῦ· οὐκ ἐστιν οὐδ᾽ αὐτὸ τοῦτο μικρόν. Ὅταν γὰρ μὴ φθονεῖν ἐᾷ, μὴ λυπεῖσθαι καὶ ἀθυμεῖν ἀκαίρως, μήτε ἡγεῖσθαί τι πλοῦτον, μὴ θλίψιν, μὴ πενίαν, μηδὲ αὐτὴν τὴν ζωὴν νομίζειν τι εἶναι, πάντων σε ἀπαλλάττει τῶν παθῶν.

Ἄλλως τε δὲ, ἐὰν παιδεύσωμεν τὴν γλῶτταν ψάλλειν, αἰσχυνθήσεται ἡ ψυχὴ ταύτης ψαλλούσης τἀναντία βουλομένη. Δεῖ οὖν ἡμῖν τῆς κιθάρας τοῦ Δαυῒδ, ἵνα ἐπᾴδωμεν τῇ ψυχῇ τὰς θείας ἐπῳδὰς, καὶ τὰς ἐντεῦθεν, καὶ τὰς τῶν ἀγαθῶν πράξεων. Ὡς ἂν θάτερον μόνον ποιῶμεν, καὶ τῆς ᾠδῆς ἀκούοντες, τῷ ταῦτα ἐπᾴδοντι πολεμῶμεν διὰ τῶν ἔργων, καὶ εἰς κρῖμα ἡμῖν ἔσται τὸ φάρμακον, καὶ ἀγριωτέρα ἡ μανία τοῦ διαβόλου γένηται.

Πρὸ μὲν γὰρ τοῦ ἀκοῦσαι δέδοικεν ὁ πονηρὸς δαίμων, μήποτε ἀκούσαντες κατορθώσωμεν· ὅταν δὲ ἀκούσαντες οἱ αὐτοὶ μένωμεν, καὶ τοῦτο ἐξαιρεῖται. Ψάλλωμεν τοίνυν τὴν ἀπὸ τῶν πράξεων ᾠδὴν, ἵνα τὴν δαίμονος χαλεπωτέραν ἐκβάλλωμεν ἁμαρτίαν, καὶ τὴν τοῦ Πνεύματος ἐπισπασώμεθα χάριν. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἀνίστησι ψυχὴν, καὶ πτεροῖ, καὶ τῆς γῆς ἀπαλλάττει, καὶ τῶν τοῦ σώματος ἀπολύει δεσμῶν, καὶ φιλοσοφεῖν ποιεῖ, καὶ πάντων καταγελᾶν τῶν βιωτικῶν, ὡς ἡ ἀπὸ τῶν ψαλμῶν ἐμμέλεια, καὶ ῥυθμῷ συγκείμενον ᾆσμα. Ἐπειδὴ γὰρ εἶδεν ὁ Θεὸς τοὺς πολλοὺς τῶν ἀνθρώπων ῥᾳθυμοτέρους ὑπάρχοντας, καὶ τὸν ἐκεῖθεν οὐχ ἡδέως ὑπομένοντας κάματον, ποθεινότερον ποιῆσαι τὸν πόνον βουλόμενος, καὶ τοῦ καμάτου τὴν αἴσθησιν ὑποτέμνεσθαι, τὴν τοῦ μακαρίου Δαυῒδ ἐκίνησε γλῶσσαν τοὺς ψαλμοὺς διευκρινῆσαι τούτους, καὶ μελῳδίαν ἀναμίξαι τῇ προφητείᾳ, ἵνα τῷ ῥυθμῷ τοῦ μέλους ψυχαγωγούμενοι πάντες, μετὰ πολλῆς τῆς προθυμίας τοὺς ἱεροὺς ἀναπέμπωσιν αὐτῷ ὕμνους. Οὕτω γὰρ ἡμῶν ἡ φύσις πρὸς τὰ ᾄσματα καὶ τὰ μέλη οἰκείως ἔχει καὶ ἡδέως, ὡς καὶ τὰ ὑπομάζια παιδία κλαυθμυριζόμενα καὶ δυσχεραίνοντα, οὕτω κατακοιμίζεσθαι.

Αἱ γοῦν τίτθαι ἐν ταῖς ἀγκάλαις αὐτὰ βαστάζουσαι πολλάκις ἀπιοῦσαι, καί τινα αὐτοῖς κατεπᾴδουσαι ᾄσματα παιδικὰ, οὕτως αὐτοῖς τὰ βλέφαρα κατακοιμίζουσι. Διὰ τοῦτο καὶ ὁδοιπόροι πολλάκις κατὰ μεσημβρίαν ἐλαύνοντες ὑποζύγια, ᾄδοντες τοῦτο ποιοῦσι, τὴν ἐκ τῆς ὁδοιπορίας ταλαιπωρίαν ταῖς ᾠδαῖς ἐκείναις παραμυθούμενοι. Οὐχ ὁδοιπόροι δὲ μόνον, ἀλλὰ καὶ γηπόνοι ληνοβατοῦντες, καὶ τρυγῶντες, καὶ ἀμπέλους θεραπεύοντες, καὶ ἄλλο τι ἐργαζόμενοι, πολλάκις ᾄδουσι· καὶ ναῦται κωπηλατοῦντες τοῦτο ποιοῦσιν. Ἤδη δὲ καὶ γυναῖκες ἱστουργοῦσαι καὶ τῇ κερκίδι τοὺς στήμονας συγκεχυμένους διακρίνονται, πολλάκις μὲν καὶ καθ᾽ ἑαυτὰς ἑκάστη, πολλάκις δὲ καὶ συμφώνως ἅπασαι μίαν τινὰ μελῳδίαν ᾄδουσαι. Ποιοῦσι δὲ τοῦτο καὶ γυναῖκες, καὶ γηπόνοι, καὶ ναῦται, τῷ ᾄσματι τὸν ἐκ τῶν ἔργων πόνον παραμυθήσασθαι σπουδάζοντες· ὡς τῆς ψυχῆς, εἰ μέλους ἀκούσειε καὶ ᾠδῆς, ῥᾷον ἅπαντα ἐνεγκεῖν δυναμένης τὰ ὀχληρὰ καὶ ἐπίπονα. Ἐπεὶ οὖν οἰκείως ἡμῖν πρὸς τοῦτο ἔχει τὸ εἶδος τῆς τέρψεως ἡ ψυχὴ, ἵνα μὴ πορνικὰ ᾄσματα οἱ δαίμονες εἰσάγοντες ἅπαντα ἀνατρέπωσι, τοὺς ψαλμοὺς αὐτοῖς ἐπετείχισεν ὁ Θεὸς, ὥστε ὁμοῦ τὸ πρᾶγμα καὶ ἡδονὴν καὶ ὠφέλειαν εἶναι.

Ἀπὸ μὲν γὰρ τῶν ἔξωθεν ᾀσμάτων βλάβη καὶ ὄλεθρος, καὶ πολλὰ ἂν εἰσαχθείη δεινὰ, ἀσελγεστέρας καὶ παρανομωτέρας τοῖς ᾄσμασι τούτοις τῆς ψυχῆς γινομένης, μαλθακωτέρας τε καὶ ἀσθενεστέρας· ἐπὶ δὲ τῶν πνευματικῶν πολὺ μὲν τὸ κέρδος, πολλὴ δὲ ἡ ὠφέλεια, πολὺς δὲ ὁ ἁγιασμὸς, καὶ πάσης φιλοσοφίας ὑπόθεσις γένοιτ᾽ ἂν, τῶν τε ῥημάτων τὴν ψυχὴν ἐκκαθαιρόντων, τοῦ τε ἁγίου Πνεύματος τῇ τὰ τοιαῦτα ψαλλούσῃ ἐφιπταμένου ψυχῇ.

Ἐπᾴδωμεν τοίνυν τῇ ψυχῇ τοὺς φιλοσοφίας γέμοντας ψαλμοὺς, ἵνα κατὰ μικρὸν καὶ ἐπὶ τὰ ὑψηλότερα ἀναχθῶμεν. Ὅταν γὰρ ἐν τοῖς ψαλμοῖς μάθῃς, τότε καὶ ὕμνους εἴσῃ, ἅτε θειότερον πρᾶγμα. Οἱ γὰρ ψαλμοὶ πάντα ἔχουσιν, οἱ δὲ ὕμνοι πάλιν οὐδὲν ἀνθρώπινον. Αἱ γὰρ ἄνω δυνάμεις ὑμνοῦσιν, οὐ ψάλλουσιν· Οὐ γὰρ ὡραῖος ὕμνος ἐν στόματι, φησὶν, ἁμαρτωλοῦ. Διὸ καὶ ὁ Παῦλος παραινεῖ λέγων· ᾌδοντες ἐν ταῖς καρδίαις ἡμῶν τῷ Κυρίῳ, μὴ ἁπλῶς τῷ στόματι, ἀλλὰ μετὰ προσοχῆς.

Τοῦτο γάρ ἐστι τῷ Θεῷ ᾄδειν· ἐκεῖνο δὲ, τῷ ἀέρι· διαχεῖται γὰρ ἁπλῶς ἡ φωνή. Οὐ χρεία τόπου, οὐ χρεία χρόνου, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ, καὶ ἐν παντὶ καιρῷ ἔξεστι ψάλλειν κατὰ διάνοιαν. Κἂν ἐν ἀγορᾷ βαδίζῃς, κἂν ἐν ὁδοῖς ᾖς, κἂν φίλοις συνεδρεύῃς, ἔξεστι διεγεῖραι τὴν ψυχὴν, ἔξεστι σιγῶντα βοᾷν. Οὕτω καὶ ὁ Μωϋσῆς ἐβόα, καὶ ὁ Θεὸς ἤκουε. Κἂν χειροτέχνης ᾖς, ἐν ἐργαστηρίῳ καθήμενος καὶ ἐργαζόμενος, δυνήσῃ ψάλλειν.

Κἂν στρατιώτης ᾖς, ἐν δικαστηρίῳ προσεδρεύων, δυνήσῃ τὸ αὐτὸ τοῦτο ποιεῖν. Ἔξεστι γὰρ καὶ χωρὶς φωνῆς ψάλλειν, τῆς διανοίας ἔνδον ἠχούσης. Οὐ γὰρ ἀνθρώπῳ ψάλλομεν, ἀλλὰ Θεῷ τῷ δυναμένῳ καὶ καρδίας ἀκοῦσαι, καὶ εἰς τὰ ἀπόῤῥητα τῆς διανοίας ἡμῶν εἰσελθεῖν.