Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Προοίμια εἰς τοὺς Ψαλμούς (Νόθα)

Ἰωάννης ὁ Χρυσόστομος

Ορθό ήθος προσευχής και η μακαριότητα της κατά Θεόν ζωής

Προτροπές για ταπεινή και ειρηνική προσευχή, η αυταξία της μελέτης των ιερών κειμένων και η υπεροχή του φόβου του Κυρίου έναντι της κοσμικής εξουσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Ἀλλ᾽ ἐπειδὴ οἱ πνευματικοὶ ἄνδρες, οἱ τὰ χαρίσματα τοῦ Πνεύματος ἔχοντες, ὑπὲρ τῶν πλησίον εὔχονται ἀεὶ, καὶ τὰς ἱκετηρίας ἀναφέρουσι μετὰ κατανύξεων καὶ στεναγμῶν τῷ Θεῷ· τοῦτο καὶ ἡμεῖς ποιῶμεν, καὶ καθ᾽ ἑκάστην ἡμέραν ἐντυγχάνωμεν τῷ Θεῷ, ὑπέρ τε ἑαυτῶν, ὑπέρ τε τῶν ἀδελφῶν τῶν ἡμετέρων. Πῶς δὲ ἔστιν ἐντυγχάνειν τῷ Θεῷ; Ἀπὸ τοῦ βίον ἔχειν ὀρθὸν, καὶ συνειδὸς κεκαθαρμένον. Ταῦτα δὲ οὐδαμόθεν ἄλλοθεν ἔξεστι κατορθοῦν, ἀλλ᾽ ἢ ἐν τῷ νόμῳ Κυρίου μελετᾷν ἡμέρας καὶ νυκτός. Καὶ μή μοι λεγέτω τις, ὅτι Πρὸ τῆς ἑρμηνείας οὐκ ᾔδειν τῶν ψαλμῶν τὴν δύναμιν. Καὶ γὰρ πρὸ τῆς ἑρμηνείας παντὶ τῷ ὁπωσοῦν βουλομένῳ προσέχειν ἀρκεῖ καὶ εἷς στίχος πολλὴν ἐνθεῖναι φιλοσοφίαν, καὶ εἰς δόγμα διορθῶσαι, καὶ εἰς βίον ὠφελῆσαι τὰ μέγιστα.

Καὶ γὰρ ὅταν εἴπῃς, Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, καὶ δυνηθεὶς εἰδέναι τί ποτέ ἐστιν ὃ λέγεις, οὐ τὸν ἐν δυναστείᾳ ὄντα, οὐ τὸν πλουτοῦντα, οὐ τὸν οἰκίας ἔχοντα λαμπρὰς, οὐ τὸν ἐν βασιλείοις στρεφόμενον, οὐκ αὐτὸν τὸν τὸ διάδημα ἐπὶ τῆς κεφαλῆς περικείμενον, οὐκ ἄλλον οὐδένα, ἀλλ᾽ ἢ τὸν ἐν εὐλαβείᾳ, τὸν ἐν φιλοσοφίᾳ, τὸν ἐν φόβῳ Θεοῦ ὄντα ζηλώσεις, οὐ μόνον διὰ τὰ μέλλοντα, ἀλλὰ καὶ δι᾽ αὐτὰ τὰ παρόντα.

Καὶ γὰρ καὶ ἐνταῦθα οὗτος ἐκείνου δυνατώτερος. Μελετήσωμεν τοίνυν καὶ ἡμεῖς ἐντυγχάνειν Θεῷ· μάθωμεν πῶς δεῖ ποιεῖσθαι τὴν ἐντυχίαν. Οὐ γὰρ κάλλος ζητεῖ γλώττης ὁ Θεὸς, οὐδὲ ῥημάτων συνθήκην, ἀλλὰ ψυχῆς ὥραν. Κἂν ἐκείνη φθέγγηται τὰ αὐτῷ δοκοῦντα, τὸ πᾶν ἀνύσασα ἄπεισιν. Εἰ γὰρ ἀνθρώπῳ τις συγγινόμενος θαυμαστῷ πολλὰ καρποῦται ἐκ τῆς συνουσίας, πολλῷ μᾶλλον ὁ Θεῷ διηνεκῶς δι᾽ εὐχῆς ἐκτενοῦς. Κἂν γὰρ ἁμαρτωλός τις ὢν μετὰ ταπεινοφροσύνης εὔξηται, ὅπερ ἐστὶ μέρος ἀρετῆς, μεγάλα ἀνύσαι δυνήσεται. Ὥσπερ οὖν καὶ ὁ τελώνης (καὶ γὰρ ἀπὸ ψιλοῦ ῥήματος τὸ πᾶν ἤνυσεν), ἐπειδὴ ἡ διάνοια αὐτοῦ καλῶς παρεσκευασμένη ἦν. Πῶς δὲ ἦν παρεσκευασμένη; Ἐταλάνιζεν ἑαυτὸν, τὸ στῆθος ἔτυπτεν, οὐδὲ ἀναβλέψαι εἰς τὸν οὐρανὸν ἠνείχετο. Ἂν οὕτω καὶ σὺ εὔχῃ, πτεροῦ κουφοτέραν ἐργάσῃ τὴν ψυχήν.

Ἔστω τοίνυν ἡ εὐχὴ ἥμερος, γαληνὴ, χάριεν ἔχουσα τὸ πρόσωπον καὶ ἁπαλὸν μετὰ πραότητος καὶ μὴ κατ᾽ ἐχθρῶν γινομένη. Αὕτη τῶν οὐρανῶν ἀξία ἡ εὐχὴ, αὕτη τῶν ἀγγέλων ἀξία ἡ γλῶττα. Οὕτω γὰρ καὶ ὑπὲρ ἡμῶν αὐτῶν ἀκουσθησόμεθα, ὅταν ὑπὲρ τῶν ἀδικούντων καὶ ἐπηρεαζόντων τὴν ἱκετηρίαν τῷ Θεῷ προσφέρωμεν.