Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς Δημήτριον περὶ κατανύξεως
Προοίμιο προς τον μοναχό Δημήτριο
Έπαινος του πνευματικού ζήλου και της διαρκούς κατανύξεως του αποδέκτη της επιστολής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο προς τον μοναχό Δημήτριο
Έπαινος του πνευματικού ζήλου και της διαρκούς κατανύξεως του αποδέκτη της επιστολής.
ΠΡΟΣ ΔΗΜΗΤΡΙΟΝ ΜΟΝΑΖΟΝΤΑ ΠΕΡΙ ΚΑΤΑΝΥΞΕΩΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ. αʹ. Ἐγώ σε ὁρῶν, ὦ μακάριε Δημήτριε, συνεχῶς ἐγκείμενον ἡμῖν, καὶ μετὰ πολλῆς τῆς σφοδρότητος τοὺς περὶ κατανύξεως ἀπαιτοῦντα λόγους, ἐμακάρισά τε ἀεὶ καὶ ἐθαύμασα τὴν ἐν τῇ σῇ ψυχῇ καθαρότητα. Οὐδὲ γὰρ ἔστι μὴ πρότερον ἐκκαθαρθέντα καλῶς, καὶ τῶν βιωτικῶν ἁπάντων ἀνώτερον γενόμενον, εἰς ταύτην τῶν λόγων τὴν ἐπιθυμίαν ἐλθεῖν. Καὶ τοῦτο ῥᾴδιον συνιδεῖν ἐκ τῶν καὶ πρὸς ὀλίγον τούτῳ κατεχομένων τῷ πόθῳ, ὅτι τοσαύτην ἀθρόως δέχονται τὴν μεταβολὴν, ὡς εὐθέως πρὸς τὸν οὐρανὸν μεταστῆναι· καθάπερ γάρ τινων δεσμῶν χαλεπῶν, τῶν τοῦ κόσμου φροντίδων ἀπολύσαντες τὴν ψυχὴν, οὕτως ἀφιᾶσι πέτεσθαι πρὸς τὸν οἰκεῖον αὐτῇ τόπον καὶ συγγενῆ. Ἀλλὰ τοῖς μὲν πολλοῖς τοῦτο ὀλιγάκις τοῦ παντὸς χρόνου συμβαίνειν εἴωθε· σὲ δὲ, ὦ θεία κεφαλὴ, διαπαντὸς οἶδα τούτῳ κατεχόμενον τῷ πυρὶ τῆς κατανύξεως. Καὶ μαρτυρήσειαν ἄν μοι αἵ τε ἄϋπνοι νύκτες, καὶ αἱ τῶν δακρύων πηγαὶ, καὶ ὁ τῆς ἐρημίας ἔρως ἐνιζάνων τε ἀεὶ καὶ ἐνακμάζων σου τῇ ψυχῇ. Τί οὖν ἄν σοι γένοιτο πλέον παρὰ τῶν ἡμετέρων λόγων;
Καὶ γὰρ καὶ αὐτὸ τοῦτο τὸ πρὸς αὐτὴν μὲν ἥκειν τὴν κορυφὴν, οἴεσθαι δὲ ἔτι μετὰ τῶν χαμαὶ ἐρχομένων εἶναι, καὶ τὴν ἐπτερωμένην ψυχὴν λιθίνην καλεῖν, καὶ συνεχῶς τῆς δεξιᾶς ἁπτόμενον τῆς ἐμῆς, καὶ φιλοῦντα καὶ δακρύοντα λέγειν, σύντριψόν μου τὴν καρδίαν τὴν πεπωρωμένην, πόσης μὲν εὐλαβείας, πόσης δὲ πυρώσεως ἄν τις θείη εἶναι τεκμήρια; Εἰ μὲν οὖν ἡμᾶς καθεύδοντας διυπνίσαι βουλόμενος ἐπὶ ταύτην εἵλκυσας τὴν ὑπόθεσιν, καὶ τῆς φιλοσοφίας καὶ τῆς προνοίας ἀποδέχομαι τῆς πολλῆς· εἰ δὲ ἀληθῶς τὸ σαυτοῦ σκοπῶν, καὶ τοῦ διαναστήσοντος δεῖσθαι νομίζων, οὐκ οἶδα πῶς ἂν ἑτέρως ἡμᾶς ἐδίδαξας, ὅτι σοι τῶν παρ᾽ ἡμῶν οὐδενὸς δεῖ. Πλὴν ἀλλὰ καὶ οὕτως εἴξομέν σοι, καὶ πεισθησόμεθα πάντων ἕνεκεν, καὶ τῆς παῤῥησίας τῆς πρὸς τὸν Θεὸν καὶ τῆς περὶ τὴν αἴτησιν σπουδῆς, καὶ τῆς φιλίας τῆς πρὸς ἡμᾶς· σὺ δὲ ἡμᾶς ἀντὶ τούτων ταῖς εὐχαῖς ταῖς σαῖς ἀμείβου, ὥστε ἡμῖν καὶ τὸν βίον ὀρθωθῆναι τοῦ λοιποῦ, καὶ ἐν τῷ παρόντι δυνηθῆναί τι γενναῖον εἰπεῖν, καὶ ἱκανὸν τάς τε κειμένας ἀναστῆσαι καὶ τὰς παρειμένας ἐπισφίγξαι καὶ συγκροτῆσαι ψυχάς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.