Πόθεν οὖν ἡμῖν, πόθεν ἀρκτέον τούτου τοῦ λόγου; τίνα αὐτῷ θεμέλιον, ποίαν κρηπῖδα θήσομεν; Ἦ δῆλον ὅτι τοῦ Χριστοῦ τὰ ῥήματα, δι᾽ ὧν ταλανίζει μὲν τοὺς γελῶντας, ἐν δὲ τοῖς μακαριζομένοις τίθησι τοὺς πενθοῦντας, οὑτωσὶ λέγων· Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται· καὶ, Οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε. Καὶ μάλα εἰκότως· πένθους γὰρ ἀληθῶς, πένθους καὶ ὀδυρμῶν ὁ παρὼν ἅπας καιρός· τοιαύτη συμφορὰ τὴν οἰκουμένην κατείληφεν ἅπασαν, τοιαῦτα ἅπαντας ἀνθρώπους συνέχει κακά· ἅπερ εἴ τις μετὰ ἀκριβείας ἐξετάζειν ἐθέλοι, εἴ γε δυνατὸν μετὰ ἀκριβείας, οὐ παύσεται ὀδυρόμενος καὶ πενθῶν· οὕτως ἅπαντα ἀνατέτραπται καὶ συγκέχυται, καὶ ἀρετῆς ἴχνος οὐδαμοῦ. Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι τῶν συνεχόντων ἡμᾶς δεινῶν αἴσθησιν οὔτε αὐτοὶ ἔχομεν, οὔτε ἄλλοις παρέχομεν, ἀλλ᾽ ἐοίκαμεν σώματι ἔξωθεν μὲν ἀνθοῦντι, πολλῷ δὲ ἔνδοθεν τηκομένῳ πυρί· τῆς δὲ ἀναλγησίας ἕνεκεν οὐδὲν τῶν παραπαιόντων διενηνόχαμεν, οἳ πολλὰ μὲν ἐπικίνδυνα καὶ αἰσχρὰ καὶ λέγουσι καὶ πράττουσιν ἀδεῶς, αἰσχύνονται δὲ τούτων οὐδὲν, ἀλλὰ καὶ ἐναβρύνονται, καὶ τῶν καθεστηκότων μᾶλλον ὑγιαίνειν νομίζουσιν. Οὕτω δὴ καὶ ἡμεῖς, τὰ τῶν νοσούντων ἅπαντα πράττοντες, οὐδὲ αὐτὸ τοῦτο, ὅτι νοσοῦμεν, ἴσμεν.