Ἄκουε. Διαλεχθεὶς περὶ τῶν ἐν τῷ κόσμῳ τούτῳ δεινῶν, καὶ εἰπὼν, ὅτι Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; καὶ πάντα διελθὼν τὰ ἐπὶ τῆς γῆς, ἄνεισιν εἰς τὸν οὐρανὸν, καὶ δεῖξαι βουλόμενος, ὅτι οὐδὲν μέγα τῶν ἐνταῦθα κολαστηρίων καταφρονεῖν διὰ τὸν Χριστὸν, ἐπήγαγεν, ὅτι Οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ μόνον ἄνθρωποι οὐ δυνήσονται ταύτης διασπάσαι με τῆς φιλίας, ἀλλ᾽ οὐδὲ ἄγγελοι, οὐδ᾽ ἂν εἰ πᾶσα. τῶν οὐρανίων συνέλθοιεν εἰς ταυτὸ δυνάμεις, τοῦτο ἰσχύσουσι. Τί λέγω; οὐδ᾽ ἂν βασιλείας ἐκπεσεῖν δέῃ, οὐδ᾽ ἂν εἰς γέενναν ἐμπεσεῖν διὰ τὸν Χριστὸν, οὐδὲ τοῦτό μοι φοβερόν. Τὸ γὰρ ὕψωμα καὶ βάθος, καὶ ζωὴ καὶ θάνατος, οὐδὲν ἕτερον ἢ τοῦτο ἐμφαίνει. Ταῦτα δὲ ἔλεγεν, οὐχ ὡς ἀγγέλων ἐπιχειρησόντων αὐτὸν διαστῆσαι τοῦ Χριστοῦ, ἀλλὰ καὶ τὰ μηδόλως ἐκβησόμενά ποτε ὑποτίθεται τῷ λόγῳ, ἵνα δυνηθῇ τὸν πολὺν πόθον, ὃν εἶχε, παραστῆσαι καὶ ποιῆσαι κατάδηλον ἅπασι.