Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς Δημήτριον περὶ κατανύξεως

Ἰωάννης ὁ Χρυσόστομος

Η δύναμη της κατανύξεως και το πρότυπο του Αποστόλου Παύλου

Η ασυμβατότητα της κοσμικής τρυφής με την κατάνυξη και η προβολή της αυταπάρνησης του Αποστόλου Παύλου ως αντίδοτο στη σύγχρονη πνευματική ολιγωρία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 9

ζʹ. Οὔπω οὐδένα, ἀγαπητὲ, τῶν οὐρανίων ἔλαβεν ἐπιθυμία καλῶν, καθὼς λαβεῖν χρή· ἦ γὰρ ἂν πάντα τὰ δοκοῦντα εἶναι χαλεπὰ, σκιὰν ἐνόμισε καὶ γέλωτα πολύν. Ὁ μὲν οὖν τὰ παρόντα θαυμάζων, οὐκ ἂν ἀξιωθείη τῆς τῶν μελλόντων θεωρίας ποτέ· ὁ δὲ τούτων ὑπερορῶν, καὶ οὐδὲν ἄμεινον σκιᾶς καὶ ὀνείρατος διακεῖσθαι πάντα νομίζων, ταχέως ἐπιτεύξεται τῶν μεγάλων ἐκείνων καὶ πνευματικῶν. Καὶ γὰρ οἷς ἂν γνησίως τοῦτο παραγένηται τὸ καλὸν, τοσαύτην ἐπιδείκνυται τὴν ἰσχὺν, ὅσην ἐν ταῖς ἀκάνθαις τὸ πῦρ, κἂν ὑπὸ μυρίων ἀγχόμενον εὕρῃ κακῶν, κἂν πολλὰ τὰ σχοινία τῶν ἁμαρτημάτων περικείμενα, κἂν σφόδρα τῶν ἐπιθυμιῶν τὴν φλόγα καίουσαν, καὶ πολὺν τῶν βιωτικῶν πραγμάτων περιεστῶτα τὸν θόρυβον, πάντα εὐθέως ἐκεῖνα σφοδρᾷ τινι μάστιγι κατάκρας ἐλαύνουσα πόῤῥω καθίστησι τῆς ψυχῆς. Καὶ καθάπερ πρὸς ἀνέμου βίαν ῥαγδαίου οὐκ ἄν ποτε σταίη κόνις λεπτὴ, οὕτως οὐδὲ ἀτόπων ἐπιθυμιῶν πλῆθος κατανύξεως ῥύμην ἐμπεσοῦσαν δυνήσεται ἐνεγκεῖν, ἀλλ᾽ ἀφανίζεται καὶ διαχεῖται τῆς κόνεως καὶ καπνοῦ θᾶττον παντός. Εἰ δὲ ὁ τῶν σωμάτων ἔρως οὕτω δουλοῦται ψυχὴν, ὡς πάντων αὐτὴν ἀπαγαγεῖν, καὶ τῇ τῆς ἐρωμένης προσηλῶσαι τυραννίδι μόνῃ, τί οὐκ ἂν ὁ τοῦ Χριστοῦ πόθος ἐργάσαιτο, καὶ τὸ δέος τῆς ἐκεῖθεν ἀλλοτριώσεως;

Ὥσπερ γὰρ χαλεπὸν, μᾶλλον δὲ καὶ ἀδύνατον, ἀναμίξαι ὕδατι πῦρ, οὕτω, οἶμαι, τρυφὴν καὶ κατάνυξιν εἰς ταυτὸ συναγαγεῖν· ἐναντία γὰρ ταῦτα, καὶ ἀλλήλων εἰσὶν ἀναιρετικά. Ἡ μὲν γὰρ δακρύων ἐστὶ μήτηρ καὶ νήψεως, ἡ δὲ γέλωτος καὶ παραφορᾶς· καὶ ἡ μὲν κούφην καὶ ὑπόπτερον ἐργάζεται τὴν ψυχὴν, ἡ δὲ αὐτὴν μολίβδου παντὸς βαρυτέραν καθίστησι. Καὶ τοῦτο οὐκ ἀπὸ τῶν ἐμαυτοῦ λόγων, ἀλλ᾽ ἀπ᾽ αὐτοῦ τοῦ κατασχεθέντος τῇ ἐπιθυμίᾳ ταύτῃ τῇ καλῇ παραστῆσαι πειράσομαι. Τίς οὖν οὗτός ἐστιν; Ὁ διάπυρος ἐραστὴς τοῦ Χριστοῦ Παῦλος, ὃς οὕτως ἐτρώθη τούτῳ τῷ πόθῳ, ὥστε στένειν μὲν ἐπὶ τῇ μελλήσει καὶ διατριβῇ τῆς ἐνθένδε ἀποδημίας· Καὶ γὰρ οἱ ὄντες, φησὶν, ἐν τῷ σκήνει τούτῳ στενάζομεν· ἐπόθει δὲ καὶ ἐβούλετο ἔτι μένειν ἐνθάδε διὰ τὸν Χριστόν. Τὸ γὰρ ἐπιμένειν με, φησὶ, τῇ σαρκὶ ἀναγκαιότερον δι᾽ ὑμᾶς· τουτέστιν, ἵνα ἐπιδοθῇ ἡ πίστις ἡ εἰς τὸν Χριστόν. Διὰ τοῦτο καὶ λιμὸν καὶ δίψαν καὶ γυμνότητα καὶ δεσμὰ καὶ θανάτους καὶ διαποντίους ἀποδημίας καὶ ναυάγια καὶ τὰ ἄλλα πάντα, ἃ κατέλεξε, ἔφερε, καὶ οὐ μόνον οὐκ ἐβαρύνετο τούτοις, ἀλλὰ καὶ ἔχαιρε· τὸ δὲ αἴτιον ἦν ἡ ἀγάπη τοῦ Χριστοῦ. Διὸ καὶ ἔλεγεν· Ἐν τούτοις γὰρ, φησὶ, πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Καὶ μὴ θαυμάσῃς· εἰ γὰρ ἀνθρώπων φιλία θανάτου πολλάκις κατατολμῆσαι ἐποίησε, τί οὐκ ἂν ἐργάσαιτο ἡ τοῦ Χριστοῦ;

ποίαν δυσχέρειαν οὐκ ἂν ἐξευμαρίσειεν; Οὕτως ἐκείνῳ πάντα φορητὰ ἦν πρὸς τὸν ποθούμενον ὁρῶντι μόνον, καὶ τὸ δι᾽ ἐκεῖνον ἅπαντα πάσχειν, πάσης ἡδονῆς καὶ ἀπολαύσεως ἡγουμένῳ μεῖζον, ὥσπερ οὖν καὶ ἔστιν. Οὐδὲ γὰρ ἐνόμιζεν εἶναι ἐν τῇ γῇ, οὐδὲ ἐν τῷ παρόντι βίῳ, οὐδὲ μετὰ ἀνθρώπων στρέφεσθαι, ἀλλ᾽ ὡς ἤδη τὴν οὐράνιον λῆξιν ἔχων, καὶ μετὰ ἀγγέλων πολιτευόμενος, καὶ τὴν βασιλείαν ἀπολαβὼν, καὶ πρόσωπον πρὸς πρόσωπον ἀπολαύων, οὕτω κατεφρόνει τῶν ἐν τῷ παρόντι ἡδέων τε καὶ λυπηρῶν, καὶ ἀναπαύσεως αὐτῷ λόγος οὐδεὶς ἦν, ὃ συνεχῶς ἐπιζητεῖται παρ᾽ ἡμῶν, ἀλλὰ ἐβόα λέγων· Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν. Καὶ πάλιν, Ὡσπερεὶ καθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.

Καθάπαξ γὰρ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς στρέψας εἰς τὸν οὐρανὸν, καὶ τὸ ἐκεῖ κάλλος καταπλαγεὶς, οὐκ ἠνέσχετο πρὸς τὴν γῆν ὑποστρέψαι πάλιν· ἀλλ᾽ ὥσπερ τις πτωχὸς καὶ πένης ἐν οἰκίσκῳ γνοφώδει καὶ ταπεινῷ τὸν ἅπαντα χρόνον κατακλεισθεὶς, ἐπὰν ἴδῃ βασιλέα χρυσῷ τε πολλῷ καὶ λίθων ἀστραπαῖς ἀποστίλβοντα, οὐκ ἂν ἕλοιτο λοιπὸν οὐδὲ εἰς νοῦν τὴν τῆς οἰκείας πτωχείας οἰκίαν λαβεῖν, ἀλλ᾽ ἅπαντα πραγματεύσεται ὑπὲρ τοῦ μεταστῆναι πρὸς ἐκείνην τὴν οἴκησιν, ἂν ἐξῆ· οὕτω καὶ ὁ μακάριος ἐκεῖνος κατοπτεύσας τὰ ἐν τοῖς οὐρανοῖς, κατεφρόνει τῆς ἐνθάδε πενίας, καὶ τοῖς ἀνθρώποις διὰ τὴν τοῦ σώματος ἀνάγκην συναναστρεφόμενος, πρὸς οὐδὲν τῶν ἐνθάδε ἐπεστρέφετο, ἀλλ᾽ ὅλον ἑαυτὸν πρὸς τὴν πόλιν ἐκείνην μετέθηκε.

Καὶ τί λέγω τὰ ἐν τῷ παρόντι βίῳ λυπηρά; τοσοῦτον ἐπένευσεν εἰς αὐτὸν ὁ τοῦ Χριστοῦ πόθος, ὡς εἴ γε προέκειτο καὶ τὰς ἀθανάτους κολάσεις ἐκείνας ὑπενεγκεῖν ἕνεκεν τοῦ Χριστοῦ, μηδ᾽ ἂν τοῦτο παραιτήσασθαί ποτε. Οὐ γὰρ ὥσπερ ἡμεῖς οἱ μισθωτοὶ γέενναν δεδοικότες, καὶ τῆς βασιλείας ἐφιέμενοι, οὕτω κἀκεῖνος ἐδούλευε τῷ Χριστῷ, ἀλλ᾽ ἑτέρῳ τινὶ πολλῷ τούτου βελτίονι καὶ μακαρίῳ πόθῳ ληφθεὶς, ἔπασχέ τε καὶ ἔπραττεν ἅπαντα δι᾽ ἕτερον μὲν οὐδὲν, ἵνα δὲ παραμυθήσηται τὸν ἔρωτα μόνον, ὃν εἶχεν εἰς τὸν Χριστόν· ὃς οὕτως αὐτοῦ κατὰ κράτος εἷλε τὸν λογισμὸν, ὡς καὶ ὃ πάντων αὐτῷ τιμιώτερον ἦν, τὸ συνεῖναι τῷ Χριστῷ λέγω, ὑπὲρ οὗ καὶ γεέννης κατεφρόνησε καὶ βασιλείας οὐρανῶν, καὶ τούτου πάλιν ἀλλοτριωθῆναι ἑκὼν, ἑλόμενος διὰ τὸν Χριστὸν καὶ τὴν ἄφατον ἔκπτωσιν, ὡς ἕν τι τῶν εὐκταιοτάτων, ἀσπάζεσθαι καὶ μετὰ πολλῆς ἑλέσθαι τῆς προθυμίας.

ηʹ. Καὶ τάχα νῦν μὲν ἀσαφὲς εἶναι δοκεῖ πολλοῖς τὸ λεχθέν· ὅταν δὲ αὐτὸ σαφέστερον εἴπω, τότε πάλιν ἄπιστον εἶναι δόξει τούτοις, οἷς πρότερον ἦν ἀσαφές. Καὶ οὐδὲν θαυμαστόν· καὶ γὰρ καὶ ὁ μακάριος ἐκεῖνος προσδοκήσας ἀπιστηθήσεσθαι περὶ τούτων, διὰ τοῦτο προλαβὼν ἔλεγεν· Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ. Καὶ ὅμως τοσαῦτα τῷ λόγῳ προσθεὶς, καὶ μάρτυρας αὐτοῦ τῆς συνειδήσεως καλέσας τοιούτους, ἀπιστεῖται καὶ νῦν ἔτι. Τί τοίνυν τοῦτό ἐστιν ὅ φησιν;

Ἄκουε. Διαλεχθεὶς περὶ τῶν ἐν τῷ κόσμῳ τούτῳ δεινῶν, καὶ εἰπὼν, ὅτι Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; καὶ πάντα διελθὼν τὰ ἐπὶ τῆς γῆς, ἄνεισιν εἰς τὸν οὐρανὸν, καὶ δεῖξαι βουλόμενος, ὅτι οὐδὲν μέγα τῶν ἐνταῦθα κολαστηρίων καταφρονεῖν διὰ τὸν Χριστὸν, ἐπήγαγεν, ὅτι Οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ μόνον ἄνθρωποι οὐ δυνήσονται ταύτης διασπάσαι με τῆς φιλίας, ἀλλ᾽ οὐδὲ ἄγγελοι, οὐδ᾽ ἂν εἰ πᾶσα. τῶν οὐρανίων συνέλθοιεν εἰς ταυτὸ δυνάμεις, τοῦτο ἰσχύσουσι. Τί λέγω; οὐδ᾽ ἂν βασιλείας ἐκπεσεῖν δέῃ, οὐδ᾽ ἂν εἰς γέενναν ἐμπεσεῖν διὰ τὸν Χριστὸν, οὐδὲ τοῦτό μοι φοβερόν. Τὸ γὰρ ὕψωμα καὶ βάθος, καὶ ζωὴ καὶ θάνατος, οὐδὲν ἕτερον ἢ τοῦτο ἐμφαίνει. Ταῦτα δὲ ἔλεγεν, οὐχ ὡς ἀγγέλων ἐπιχειρησόντων αὐτὸν διαστῆσαι τοῦ Χριστοῦ, ἀλλὰ καὶ τὰ μηδόλως ἐκβησόμενά ποτε ὑποτίθεται τῷ λόγῳ, ἵνα δυνηθῇ τὸν πολὺν πόθον, ὃν εἶχε, παραστῆσαι καὶ ποιῆσαι κατάδηλον ἅπασι.

Τοιοῦτον γὰρ τὸ τῶν φιλούντων ἔθος ἐστίν· οὐ στέγουσι σιγῇ κατέχειν τὸν ἔρωτα, ἀλλ᾽ εἰς τοὺς ἐπιτηδείους ἅπαντας τὴν φλόγα ἐκφέρουσι, τῷ συνεχῶς διηγεῖσθαι τοῦ πόθου τὴν ὑπερβολὴν διαναπαύοντες αὐτῶν τὴν ψυχήν. Ὅπερ οὖν καὶ ὁ μακάριος ἐκεῖνος τότε ἐποίησε· καὶ πάντα τῷ λόγῳ περιλαβὼν, τὰ ὄντα, τὰ ἐσόμενα, τὰ συμβάντα, τὰ μηδέποτε συμβησόμενα, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, καὶ πᾶσαν κόλασιν, καὶ πᾶσαν ἀνάπαυσιν, ὥσπερ οὐκ ἀρκούντων τούτων αὐτῷ πρὸς τὴν τοῦ πάθους παράστασιν, ἕτερα τοσαῦτα πάλιν οὐχ ὑφεστῶτα ὑποστησάμενος τῷ λόγῳ καὶ θεὶς (τὸ γὰρ, Κτίσις ἑτέρα, τῶν οὐχ ὑφεστώτων ἐστὶν), οὕτως ἐπήγαγε, δηλῶν ὅτι πάντων τῶν εἰρημένων οὐδὲν ἡμᾶς χωρίσαι δυνήσεται τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Καὶ ἐκεῖνος μὲν πρὸς τοσοῦτον ὕψος τὸν ἑαυτοῦ πόθον ἀνῆψεν· ἡμεῖς δὲ οἱ κελευσθέντες εἶναι αὐτοῦ μιμηταὶ, οὐδὲ τὰς ἐνθάδε θλίψεις φέρομεν εὐχερῶς, ἀλλὰ ἀλύομεν καὶ δυσανασχετοῦμεν τῶν πυρεττόντων οὐκ ἔλαττον. Ἡ γὰρ μακρὰ αὕτη νόσος, ἡ καταλαβοῦσα τὰς ἡμετέρας ψυχὰς, ἀνίατος τῷ χρόνῳ γέγονεν, ὡς εἰπεῖν, καὶ τῆς εἰλικρινοῦς ὑγιείας οὐδὲ ἔννοιαν δυνάμεθα λαβεῖν, ἀλλὰ καὶ ἀδύνατος εἶναι δοκεῖ ἡμῖν λοιπὸν ἡ ταύτης ἀνάκτησις. Κἂν ἀκούσωμέν τινος τοὺς ἀποστόλους εἰς μέσον ἄγοντος, καὶ τὰ ἐκείνων κατορθώματα λέγοντος, δέον εὐθέως καὶ πενθῆσαι ἑαυτοὺς, ὅτι τοσοῦτον αὐτῶν ἀφεστήκαμεν, οὐδὲ ἁμάρτημα τὸ πρᾶγμα εἶναι νομίζομεν, ἀλλ᾽ ὡς οὐδὲ δυνατὸν πρὸς ἐκεῖνο φθάσαι τὸ ὕψος, οὕτω διακείμεθα. Κἂν ἔρηταί τις τὴν αἰτίαν, εὐθέως τὴν ἄλογον ταύτην ἀπολογίαν προβαλλόμεθα λέγοντες· Ἐκεῖνος Παῦλος ἦν, κἀκεῖνος Πέτρος ἦν, κἀκεῖνος Ἰωάννης. Τί ἐστιν, Ἐκεῖνος Παῦλος ἦν, ἐκεῖνος Πέτρος ἦν; οὐ τῆς αὐτῆς φύσεως, εἰπέ μοι, καὶ οὗτοι μετεῖχον; οὐ διὰ τῆς αὐτῆς ὁδοῦ παρήχθησαν εἰς τὸν βίον ἡμῖν, οὐ ταῖς αὐταῖς ἐτράφησαν τροφαῖς; οὐ τὸν αὐτὸν ἀνέπνευσαν ἀέρα; οὐ πράγμασιν ἐχρήσαντο τοῖς αὐτοῖς; οὐχ οἱ μὲν αὐτῶν καὶ γυναῖκας εἶχον καὶ παῖδας, οἱ δὲ καὶ τέχνας βιωτικὰς, ἕτεροι δὲ καὶ εἰς αὐτὸ τῆς κακίας τὸ βάραθρον κατηνέχθησαν; Ἀλλὰ πολλῆς ἀπήλαυσαν, φησὶ, τῆς τοῦ Θεοῦ χάριτος.

Ἀλλ᾽ εἰ μὲν νεκροὺς ἀναστῆσαι ἐκελευόμεθα, ἢ ὀφθαλμοὺς ἀνοῖξαι τυφλῶν, ἢ καθαρίσαι λεπροὺς, ἢ χωλοὺς ἀνορθῶσαι, ἢ δαίμονας ἐκβαλεῖν, καὶ τὰς ἄλλας τὰς τοιαύτας ἰᾶσθαι νόσους, καιρὸν ἂν εἶχε τὰ τῆς ἀπολογίας ταύτης ἡμῖν· εἰ δὲ πολιτείας ἐξέτασις πρόκειται νῦν, καὶ ὑπακοῆς ἐπίδειξις, ποῖον ταῦτα πρὸς ἐκεῖνον ἂν ἔχοι λόγον;