Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς Εὐδοξίαν

Ἰωάννης ὁ Χρυσόστομος

Υπεράσπιση του Θεοδωρίχου και το ζήτημα του κατασχεθέντος αμπελώνα

Απόρριψη των κατηγοριών κατά του πατρικίου Θεοδωρίχου περί ιδίου πλουτισμού και προτροπές προς τη βασίλισσα Ευδοξία για την επιστροφή της περιουσίας στη χήρα του Θεογνώστου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

«Ὡς ὁρῶ, ἅπερ σπεύδω οἰκοδομεῖν πρὸς σωτηρίαν τῆς θεοφιλοῦς σου ψυχῆς, σὺ τὸ μᾶλλον καταβάλαι οὐκ ὀκνεῖς. Ἐγὼ γὰρ οὐ μόνον ταύτης τῆς προσκαίρου βασιλείας ἀπολαῦσαί σε εὔχομαι ἐν γήρᾳ πίονι, ἀλλὰ καὶ τῆς ἐπουρανίου καὶ ἀπεράντου τῶν οὐρανῶν βασιλείας κληρονόμον σε ἀναδειχθῆναι διὰ τῆς ἀγαθοεργίας σου. Ποίαν γὰρ καύχησιν ὑπερτέραν ταύτης ἔχομεν τοῦ πᾶσι γνώριμον γενέσθαι τὴν ὑμετέραν καλοκαγαθίαν ἐν πάσῃ εὐσεβείᾳ καὶ εὐπραγίᾳ βιοῦν; Ἐκπέπληγμαι δὲ ἀληθῶς καὶ ἐξέστην ἀκηκοὼς τῶν παρ᾽ ὑμῶν ῥηθέντων σήμερον Θεοδωρίχῳ τῷ πατρικίῳ, ἀνδρὶ κατὰ Θεὸν ζῶντι, καθότι ὁ Θεὸς κατέστησεν ὑμᾶς δεσπότας πάσης γῆς καὶ θαλάσσης καὶ οὐ δέεται ἡ βασιλεία τῶν ὑπαρχόντων αὐτοῦ καὶ μάλιστα μηδὲν αὐτοῦ πταίσαντος αὐτῇ. Παρακαλῶ οὖν τὴν ὑμετέραν θεοφίλειαν μηδέν, ὧν εἴπατε αὐτῷ, ζητῆσαι παρ᾽ αὐτοῦ, ἀλλὰ συγχωρῆσαι αὐτῷ πάντα, κελεῦσαι δὲ καὶ ἀδιαστρόφως αὐτὸν πολιτεύεσθαι, ὁ δὲ δεσπότης καὶ θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς ἐκτελέσαι πάντα τὰ αἰτήματα ὑμῶν εἰς τὸ ἀγαθὸν κατὰ τὸ αὑτοῦ θέλημα, φιλόχριστε. Ἔρρωσο πολλοῖς ἔτεσιν διαμένουσα τῇ πολιτείᾳ Ῥωμαίων». «

Ὡς οἶμαι, οὐ διαλανθάνει τὴν σὴν θεοφίλειαν ἡ τῶν ἐμῶν γεννητόρων εὐγένεια καὶ εὐπορία καὶ τῆς ἀξίας αὐτῶν ἡ περιφάνεια, πάλιν δὲ ὡς οὐδέποτε ἠγάπησα πλοῦτον, οὔτε ἠράσθην χρημάτων ἢ δόξης ἀνθρωπίνης, ἀλλὰ κἀκείνοις πολλάκις συνεβούλευον ἀποκτήσασθαι τὴν τοιαύτην ματαίαν φροντίδα καὶ ἐπιμελήσασθαι τῆς ἑαυτῶν σωτηρίας διὰ τῆς εἰς τοὺς πένητας μεταδόσεως, ὅπως κτήσωνται τὴν ἐπουράνιον βασιλείαν.

Πῶς δὲ καὶ χρημάτων ἐπιθυμήσω ἀεὶ νουθετῶν καὶ ἐπιπλήττων ἐν ταῖς ἐξηγήσεσι τοὺς ταῦτα κεκτημένους καὶ μὴ ῥαντίζοντας αὐτὰ εἰς τὰς τῶν πενήτων χεῖρας. Ἐμοὶ γὰρ ἀρκεῖ πρὸς ἀποτροφὴν ὀλίγος ἄρτος σὺν ἅλατι καὶ λαχάνοις οἰκτροῖς διὰ τὴν τοῦ σώματος ἀσθένειαν. Περὶ δὲ Θεοδωρίχου ἐσήμανας ὡς ἐσφετέρισα τὴν ὕπαρξιν αὐτοῦ εἰς ἴδιόν μου κέρδος.

Τοῦτο οὖν γνωστὸν ἔστω σοι, ὡς ἐμοὶ τί ποτε οὐκ ἔδωκεν. Ἀλλ᾽ οὔτε, εἰ ἔδωκεν, ἐλάμβανον παρ᾽ αὐτοῦ τὸ εἴ τι οὖν. Ἀλλ᾽ ἐκεῖνος τῷ Χριστῷ ἐδάνεισεν αὐτά, ἐνταῦθα παραθέμενος εἰς τὰς τῶν πενήτων καὶ δεομένων χεῖρας, ὅπως ταῦτα κομίσηται παρ᾽ αὐτοῦ ἐν τῷ μέλλοντι αἰῶνι πολυπλασίονα.

Εἴθε δὲ καὶ αὐτὴ τοῦτον ἐζήλωσας κενώσασα τὰ χρήματά σου εἰς τοὺς αἰωνίους θησαυρούς, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, οὐ κλέπται καὶ ἐπίβουλοι διορύττειν τολμῶσι. Δέδωκε γὰρ αὐτὰ εἰς τὸ ξενοδοχεῖον τῆς ἐκκλησίας, ὅπως δι᾽ αὐτῶν γένηται ἡ φροντὶς τῶν δεομένων.

Εἰ οὖν βούλει ταῦτα λαβεῖν καὶ λυπῆσαι τὸν Χριστόν, σὺ ὄψει. Πίστευε γάρ μοι, ὅτι ἐὰν τοῦτο ποιήσῃς, θλίβεται κατὰ σοῦ». «Ἡ μὲν φιλόχριστος πίστις καὶ διαγωγὴ τῶν ὑμετέρων γονέων πᾶσι κατάδηλος ὑπάρχει. Διὸ καὶ ταῖς εὐχαῖς καὶ καλοκαγαθίαις αὐτῶν ὁ Θεὸς δυσωπούμενος ἀπένειμέ σοι τὰ τῆσδε τῆς ἐπιγείου βασιλείας τὰ σκῆπτρα, ἐκδεχόμενος διὰ τῶν ἔργων σου καὶ τῆς ἐπουρανίου βασιλείας κληρονόμον ἀναδεῖξαί σε· πλοῦτος γὰρ καὶ δόξα καὶ περιφάνεια κοσμικὴ οὐκ ὠφελήσει ἡμᾶς ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, ἀλλ᾽ ἢ μόνον ἡ διὰ τῶν ἔργων ἡμῶν διαγωγή. Μὴ οὖν ἐπιλήσμων γενήσῃ τούτου, μηδὲ τοῦ φόβου τοῦ Θεοῦ, σαφῶς ἐπισταμένη, ὅτι ἡ πνοὴ πάντων ἡμῶν ἐν ταῖς χερσὶν αὐτοῦ ἐστι καὶ ᾧ μὲν προστιθεῖ, ἐξ οὗ δὲ βούλεται καὶ ἀφαιρεῖ. Χοῦς καὶ σποδὸς ὑπάρχοντες μετ᾽ ὀλίγον εἰς γῆν καταφερόμενοι ἐν σκοτεινοῖς καὶ ἀφεγγέσι χωρίοις καθὼς καὶ οἱ πρὸ ἡμῶν πάντες βασιλεῖς καὶ ἄρχοντες καὶ ἀρχόμενοι. Ἀπόβλεψον εἰς τοὺς πρὸ ὑμῶν βασιλέας. Τί μὲν ἦσαν τότε, τί δὲ νῦν γεγόνασι, σύνες· πῶς ἐφ᾽ ἑκάστης οἱ μὲν ἐν ἀγαθοῖς μνημονευόμενοι, οἱ δὲ τὰ φαῦλα διεξελθόντες ἐπὶ κακοῖς ἀεὶ καὶ κατάραις οὐ ταῖς τυχούσαις ὑπὸ πάντων μνημονευόμενοι πλειστάκις· οὐδὲ τῶν ὀνομάτων αὐτῶν ὑπὸ τῶν πολλῶν λεγομένων.

Μιμησάτω οὖν καὶ ἡ ὑμετέρα φιλόχριστος θεοσέβεια τοὺς τὴν πίστιν τηρήσαντας ἀλωβήτως καὶ τὸν καλὸν δρόμον ἐληλακότας ἐν τῷδε τῷ βίῳ διὰ τῶν ἀγαθῶν πράξεων καὶ κελεύσει ἀναδοθῆναι τῇ ταπεινῇ Θεογνώστου γυναικὶ καὶ τοῖς τέκνοις αὐτῆς τὸν ἀμπελῶνα αὐτῶν, ὃν εἶχον εἰς παραμυθίαν. Ἀρκεῖ γὰρ αὐτοῖς ἡ καταλαβοῦσα αὐτοὺς θλῖψις καὶ συμφορά, ἐκείνου μὲν ἐν ἐξορίᾳ τετελευτηκότος, τῆς δὲ ὑποστάσεως αὐτῶν πάσης ἀφαιρεθείσης. Ναί, παρακαλῶ σε λῦσαι πρὸς αὐτὴν τὴν μνησικακίαν σου μεμνημένη τοῦ σωτῆρος ἐν Εὐαγγελίοις παρακελευομένου ἡμῖν μὴ ἐπιδῦναι τὸν ἥλιον ἐπὶ τῷ παροργισμῷ ἡμῶν. Πάλιν δὲ αὐτοῦ διαρρήδην πρὸς τὸν πλούσιον ἐκεῖνον ἀποτεινομένου καὶ λέγοντος· Ἆφρον, τῇ νυκτὶ ταύτῃ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ, ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; Μὴ συγκαταβήσεται ἡμῖν ἐν τῷ ᾍδῃ γλυκύτης καρποῦ ἀμπέλου ἢ ἡδύτης σύκων ἢ λιπότης ἐλαίου ἢ χρημάτων καὶ κτημάτων περιουσία καὶ δόξα ἀρχῆς; Οὐχὶ πάντα παρεῶντες ἀπερχόμεθα τῶν ἐνταῦθα γυμνοὶ καὶ ἀπροστάτευτοι; Οὐκοῦν τούτων πάντων μνημονεύουσα ἐπίτρεψον ἀναδοθῆναι τὸν ἀμπελῶνα, ἵνα εὖ σοι γένηται ἐν ἡμέρᾳ κρίσεως». «

Οὐκ οἶμαί σε, τέκνον πνευματικόν, ἀγνοεῖν ὡς αἱ ὑπὸ Θεοῦ τεταγμέναι κατὰ τὸν ἀπόστολον ἐξουσίαι οὐχ ὥστε ἐξεῖναι ἀδικεῖν, ἀλλ᾽ ὥστε διορθοῦν τοὺς ἀδικοῦντας ἐτάχθησαν καὶ πρὸς τὸν ἔννομον καὶ δίκαιον βίον ἐνάγειν διὰ παντὸς καὶ ῥυθμίζειν τὸ ὑποχείριον· ὅπερ τηνικαῦτα κατορθοῦσθαι μάλιστα εἴωθεν, ὁπηνίκα πρῶτοι τῶν ἄλλων οἱ τὰς ἀρχὰς ἐγκεχειρισμένοι αὐτοὶ τοῦ δικαίου καὶ τῆς ἄλλης ἀρετῆς ἀντιποιούμενοι φαίνονται· φιλεῖ γὰρ ὡς τὰ πολλὰ πρὸς τὸ ἄρχον συνδιατίθεσθαί πως καὶ τὸ ἀρχόμενον. Ἐπεὶ οὖν καὶ ὁ Θεοδώριχος ὁ πατρίκιος μηδὲν μηδέποτε τῷ ὑμετέρῳ κράτει προσεπταικὼς κατὰ τοὺς προσκεκρουκότας καὶ αὐτὸς τῇ τοῦ Θεοῦ τὰ νῦν ἐκκλησίᾳ προσπέφευγε μηδὲν ἀδίκως παθεῖν ἐξαιτούμενος, πληρωθῆναι τούτῳ παρ᾽ ὑμῶν τὴν ἐξαίτησιν ἀξιῶ καὶ μὴ θελῆσαι τὸ τῆς βασιλείας ἀνενδεὲς εἰς ἔνδειαν ἑνὸς τῶν ὑπὸ χεῖρα κατενεγκεῖν γῆς ἁπάσης καὶ θαλάσσης διακρατούσης. Οὕτω γὰρ ἔμπρακτοι τῆς ἀρετῆς ἀναφανέντες διδάσκαλοι διὰ τῆς ἐντεῦθεν περὶ τὴν βασίλειον ἀρχὴν εὐπραγίας καὶ τῆς ἐκεῖθεν βασιλείας ἀξιωθήσεσθε. Ἔρρωσό μοι καταλύφω, ἐνδοξοτάτη βασίλισσα, βασιλικῷ φρονήματι τὴν ἁλουργίδα κατασεμνύνουσα». «