Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς Εὐδοξίαν

Ἰωάννης ὁ Χρυσόστομος

Προτροπή για την απόδοση του αμπελώνα και υπεράσπιση της ακτημοσύνης

Παράκληση για την επιστροφή της περιουσίας στην οικογένεια του Θεογνώστου, υπογράμμιση της ματαιότητας του πλούτου και προσωπική αναφορά του συγγραφέα στην εκούσια ακτημοσύνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Μιμησάσθω τοίνυν καὶ ἡ ὑμῶν θεοφίλεια τοὺς τὴν πίστιν ἀλωβήτως τηρήσαντας καὶ τὸν καλὸν δρόμον τῶν ἐντολῶν διανύσαντας. Καὶ τῇ ταπεινῇ γυναικὶ Θεογνώστου καὶ τοῖς αὐτῆς τέκνοις τὸν αὐτῶν ἀμπελῶνα ἀπόδοτε. Ἀρκεῖ τούτοις τὰ φθάσαντα λυπηρά· μὴ ἐπιτεινέσθω τὰ δεινὰ μηδὲ ἐπὶ πλέον προβαινέτω τὰ θλιβερά. Ναί, παρακαλῶ λῦσον αὐτοῖς ἐν τάχει τὴν ἐπικειμένην ὀδύνην καὶ συμφορὰν μεμνημένη τοῦ Σωτῆρος ἐν εὐαγγελίοις παρακελευομένου ἡμῖν μὴ ἐπιδῦναι τὸν ἥλιον ἐπὶ τῷ παροργισμῷ ἡμῶν.

Πάλιν δὲ πρὸς τὸν πλούσιον ἐκεῖνον ἀποτεινομένου καὶ λέγοντος· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ, ἃ δὲ ἡτοίμασας τίνι ἔσται; Τί ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ καὶ ζημιωθῇ τὴν ψυχὴν αὑτοῦ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὑτοῦ; Μὴ συγκαταβήσεται ἡμῖν ἐν τῷ ᾅδῃ γλυκύτης καρποῦ ἀμπέλου ἢ ἡδύτης σύκων ἢ λιπότης ἐλαίου ἢ χρημάτων περιουσία καὶ δόξα ἀρχῆς; Οὐχὶ πρὸς φθορὰν καταλήγει πᾶσα ἀνθρώπου σπουδή; Οὐχὶ πάντα καταλιμπάνοντες ἀπερχόμεθα γυμνοὶ τῶν ἐνταῦθα καὶ ἀπροστάτευτοι; Τούτων οὖν ἁπάντων μνημονεύουσα ἐπίτρεψον ἀποδοθῆναι τὸν ἀμπελῶνα, ἵνα εὖ σοι ἐν ἡμέρᾳ κρίσεως γένηται.

〈Τοῦ Χρ(υσοστόμου) πρὸς τὴν Εὐδοξίαν〉 Οἶμαι, τέκνον εὐσεβές, μὴ ἀγνοεῖσθαί σοι ὅτι χρημάτων, εἴ γε δὴ καὶ ἐβουλόμην αὐτὸς ἔχειν, εἰργόμην οὐδὲν πατράσι. Καὶ ἐχρησάμην μεγάλα τε δυναμένοις καὶ πολλὰ κεκτημένοις. Ἀλλ᾽ ἑκὼν ἐξέστην τοῦ πλούτου τοῖς δεομένοις τὸ πρᾶγμα ἥκιστα λογισάμενος ἐμαυτῷ εἶναι φροντίδος ἄξιον. Πῶς οὖν, (φύλ. 154) ἃ κατὰ πολλήν τε αὐτὸς τὴν σπουδὴν ἀπεθέμην καὶ τῶν κοινῶν πᾶσι καταφρονεῖν συμβουλεύω, τούτων νῦν οὐκ ᾐσχύνθην ἂν ἐπιθυμητὴς φαίνεσθαι;