Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς Ἰννοκέντιον πάπαν

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο και αποστολή πρεσβείας

Ο Ιωάννης Χρυσόστομος εισάγει το ζήτημα των ταραχών στην Εκκλησία της Κωνσταντινουπόλεως και ενημερώνει για την αποστολή κληρικών προς τον επίσκοπο Ρώμης Ιννοκέντιο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

ΙΝΝΟΚΕΝΤΙΩ ΕΠΙΣΚΟΠΩ ΡΩΜΗΣ. Τῷ δεσπότῃ μου τῷ αἰδεσιμωτάτῳ, καὶ θεοφιλεστάτῳ ἐπισκόπῳ Ἰννοκεντίῳ Ἰωάννης ἐν Κυρίῳ χαίρειν. αʹ. Καὶ πρὸ τῶν γραμμάτων οἶμαι τῶν ἡμετέρων ἀκηκοέναι τὴν εὐλάβειαν ὑμῶν τὴν παρανομίαν τὴν ἐνταῦθα τολμηθεῖσαν. Τὸ γὰρ μέγεθος τῶν δεινῶν οὐδὲ ἓν μέρος σχεδὸν τῆς οἰκουμένης ἀφῆκεν ἀνήκοον εἶναι τῆς χαλεπῆς ταύτης τραγῳδίας· καὶ γὰρ πρὸς αὐτὰς τῆς γῆς τὰς ἐσχατιὰς φέρουσα ἡ φήμη τὰ γενόμενα, πολὺν πανταχοῦ θρῆνον καὶ ὀλοφυρμὸν εἰργάσατο. Ἀλλ᾽ ἐπειδὴ οὐ θρηνεῖν δεῖ μόνον, ἀλλὰ καὶ διορθοῦν καὶ σκοπεῖν, ὅπως ἂν ὁ χαλεπώτατος οὗτος τῆς Ἐκκλησίας σταίη χειμών· ἀναγκαῖον εἶναι ἐνομίσαμεν τοὺς κυρίους μου τοὺς τιμιωτάτους καὶ εὐλαβεστάτους ἐπισκόπους Δημήτριον, Πανσόφιον, Πάππον, καὶ Εὐγένιον πεῖσαι τάς τε ἑαυτῶν ἀφεῖναι, καὶ πελάγους κατατολμῆσαι τοσούτου, καὶ μακρὰν ἀποδημίαν στείλασθαι, καὶ πρὸς τὴν ὑμετέραν δραμεῖν ἀγάπην, καὶ πάντα σαφῶς ἀναδιδάξαντας, ταχίστην παρασκευάσαι γενέσθαι τὴν διόρθωσιν, οἷς καὶ τοὺς τιμιωτάτους καὶ ἀγαπητοὺς τῶν διακόνων Παῦλον καὶ Κυριακὸν συνεπέμψαμεν· καὶ αὐτοὶ δὲ ὡς ἐν εἴδει ἐπιστολῆς, ἐν βραχεῖ διδάξομεν ὑμῶν τὴν ἀγάπην τὰ γεγενημένα.