Ἀλλ᾽ ἔνθα τὰ ἅγια ἀπέκειντο εἰσελθόντες οἱ στρατιῶται, ὧν ἔνιοι, καθὼς ἔγνωμεν, ἀμύητοι ἦσαν, πάντα τε ἑώρων τὰ ἔνδον, καὶ τὸ ἁγιώτατον αἷμα τοῦ Χριστοῦ, ὡς ἐν τοσούτῳ θορύβῳ, εἰς τὰ τῶν προειρημένων στρατιωτῶν ἱμάτια ἐξεχεῖτο· καὶ ὡς ἐν αἰχμαλωσίᾳ βαρβαρικῇ πάντα ἐτολμᾶτο. Καὶ ὁ δῆμος πρὸς τὴν ἐρημίαν ἠλαύνετο, καὶ πᾶς ὁ λαὸς ἔξω τῆς πόλεως διέτριβε, καὶ κεναὶ ἐν ἑορτῇ τοιαύτῃ τῶν λαῶν αἱ ἐκκλησίαι ἐγίνοντο, καὶ πλείους ἢ τεσσαράκοντα ἐπίσκοποι οἱ κοινωνοῦντες ἡμῖν μετὰ τοῦ λαοῦ καὶ τοῦ κλήρου εἰκῆ καὶ μάτην ἠλαύνοντο· καὶ ὀλολυγαὶ, καὶ θρῆνοι, καὶ πηγαὶ δακρύων πανταχοῦ κατὰ τὰς ἀγορὰς, κατὰ τὰς οἰκίας, κατὰ τὰς ἐρημίας, καὶ πᾶν τῆς πόλεως μέρος τῶν συμφορῶν ἐπληροῦτο τούτων· διὰ γὰρ τὴν ὑπερβολὴν τῆς παρανομίας οὐχ οἱ πάσχοντες μόνον, ἀλλὰ καὶ οἱ μηδὲν τοιοῦτον ὑπομένοντες συνήλγουν ἡμῖν, οὐχ οἱ ὁμόδοξοι μόνον, ἀλλὰ καὶ αἱρετικοὶ, καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, καὶ ὡς τῆς πόλεως κατὰ κράτος ἁλούσης, οὕτως ἐν θορύβοις καὶ ταραχαῖς καὶ ὀλολυγαῖς ἅπαντα ἦν. Καὶ ταῦτα ἐτολμᾶτο παρὰ γνώμην τοῦ εὐσεβεστάτου βασιλέως, νυκτὸς καταλαβούσης, ἐπισκόπων αὐτὰ κατασκευαζόντων, καὶ πολλαχοῦ στρατηγούντων, οἳ οὐκ ᾐσχύνοντο καμπιδούκτορας ἀντὶ διακόνων προηγουμένους ἕχοντες.