Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς Κυριακόν

Ἰωάννης ὁ Χρυσόστομος

Δεύτερη επιστολή προς Κυριακόν: Η αντιμετώπιση του πάθους της αθυμίας

Έναρξη της δεύτερης επιστολής, όπου αναλύεται η ευθυμία ως αποτέλεσμα της ελεύθερης προαιρέσεως και περιγράφονται οι καταστροφικές συνέπειες της αθυμίας, η οποία συγκρίνεται με τον θάνατο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 7

〈Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Κυριακὸν ἐπιστολὴ δευτέρα〉 Καὶ τὰ σώματα σφοδροῖς παλαίσαντα πυρετοῖς καὶ πελάγη ἀγρίοις πυκτεύσαντα πνεύμασιν οὐκ ἀθρόον οὔτε ἐκεῖνα τὴν ἀπὸ τῶν πυρετῶν βλάβην οὔτε ταῦτα τὴν ἀπὸ τῶν κυμάτων ἀποτίθενται ζάλην, ἀλλ᾽ ἠρέμα καὶ κατὰ μικρόν. Καὶ γὰρ τὰ σώματα πλείονος δεῖται χρόνου, ὥστε μετὰ τὴν τῶν πυρετῶν ἀπαλλαγὴν εἰς καθαρὰν ἐπανελθεῖν τὴν ὑγίειαν καὶ ἀπονίψασθαι τὸν ἀπὸ τῆς ἀρρωστίας ἐναπομείναντα αὐτοῖς μαλακισμόν, τὰ δὲ ὕδατα καὶ τῶν πνευμάτων παυσαμένων ἐπὶ πολὺ σαλευόμενα καὶ κινούμενα μένει φερόμενά τε καὶ πολλῇ πάλιν ἐπαναγόμενα τῇ ῥύμῃ καὶ δεῖται καὶ αὐτὰ χρόνου, ὥστε εἰς καθαρὰν ἐπανελθεῖν τὴν γαλήνην.

Ταῦτα δέ μοι εἴρηται τὰ προοίμια πρὸς τὴν σὴν εὐλάβειαν οὐχ ἁπλῶς, ἀλλ᾽ ἵνα μάθῃς ὅτι καὶ ταύτην ἀναγκαίως σοι πέμπομεν τὴν ἐπιστολήν. Εἰ γὰρ καὶ τὴν τυραννίδα κατελύσαμεν τῆς ἀθυμίας καὶ τὴν ἀκρόπολιν κατεσκάψαμεν διὰ τῶν ἔμπροσθεν γραμμάτων, ἀλλ᾽ ὅμως πολλῆς ἔτι χρεία τῷ λόγῳ τῆς προσεδρείας, ἵνα σοι καὶ βαθεῖαν ἐργάσηται εἰρήνην καὶ τὴν μνήμην πάντων τῶν ἐξ ἐκείνης γενομένων ἐξαλείψας θορύβων λευκήν σοι καὶ παγίαν δείξῃ γαλήνην καὶ ἐν πολλῇ σε καταστήσῃ τῇ εὐθυμίᾳ.

Τοῦτο γὰρ ἡμῖν τὸ σπουδαζόμενον οὐκ ἀθυμίας ἀπαλλάξαι μόνον, ἀλλὰ καὶ εὐφροσύνης ἐμπλῆσαι διηνεκοῦς καὶ πολλῆς. Δυνατὸν γάρ, ἐὰν θέλῃς. Οὐ γὰρ ἐν τοῖς ἀκινήτοις τῆς φύσεως νόμοις, οὓς ἀναμοχλεῦσαι ἡμῖν ἀδύνατον καὶ μεταθεῖναι, ἀλλ᾽ ἐν ἐλευθέροις τῆς προαιρέσεως λογισμοῖς, οὓς μεταχειρίζειν ἡμῖν ῥᾴδιον, τὰ τῆς εὐθυμίας ἀπόκειται. Καὶ οἶδας, εἴ γε μέμνησαι, καὶ πρῴην—οὐ γὰρ πολὺς ὁ μεταξὺ χρόνος—πολλούς μοι καὶ μακροὺς ὑπὲρ τούτων ἀναλωθέντας λόγους, ὅτε δὴ συνεχῶς ἐπέλεγον ταῖς ἱστορίαις, ἃς εἰς μέσον ἦγον. Οὐ γὰρ ἐν τῇ φύσει τῶν πραγμάτων οὕτως ὡς ἐν τῇ γνώμῃ τῶν ἀνθρώπων τὰ τῆς εὐθυμίας ἵστασθαι πέφυκεν; Ἐπεὶ οὖν τοῦτο τοῦτον ἔχει τὸν τρόπον καὶ πολλοὶ τῷ πλούτῳ περιρρεόμενοι τὸν βίον ἀβίοτον ἐνόμισαν εἶναι, ἕτεροι δὲ πενίᾳ συζῶντες ἐσχάτῃ πάντων εὐθυμότεροι διετέλεσαν. Καὶ οἱ μὲν δορυφορίας ἀπολαύοντες καὶ δόξης καὶ τιμῶν πολλάκις ἑαυτῶν ἐπηράσαντο τῇ ζωῇ, οἱ δὲ ἄσημοι καὶ ἐξ ἀσήμων καὶ οὐδενὶ γνώριμοι πολλῶν ἑαυτοὺς μακαριωτέρους εἶναι ἐνόμισαν. Οὐ γὰρ ἐν τῇ φύσει τῶν πραγμάτων, ὡς ἐν τῇ γνώμῃ τῶν ἀνθρώπων τὰ τῆς εὐθυμίας· οὐ γὰρ παύσομαι συνεχῶς τοῦτο ἐπᾴδων.

Μὴ ἀναπέσῃς, ἀδελφέ, ἀλλὰ διανάστηθι καὶ χεῖρα ὄρεξον τῷ λόγῳ καὶ τὴν καλὴν ταύτην παράσχου συμμαχίαν ἡμῖν, ἵνα σε ὁλοσχερῶς ἐξαρπάσωμεν τῆς πικρᾶς τῶν λογισμῶν αἰχμαλωσίας. Εἰ γὰρ μὴ βουληθείης καὶ αὐτὸς τοσαύτην σπουδὴν ποιήσασθαι, ὅσην καὶ ἡμεῖς, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῆς ἰατρείας. Καὶ τί θαυμαστόν, εἰ ἐφ᾽ ἡμῖν τοῦτο συμβαίνει; Εἰ γὰρ ὁ πάντα δυνάμενος Θεός, ὅταν παραινῇ καὶ συμβουλεύῃ, ὁ δὲ ἀκούων μὴ πείθηται τοῖς λεγομένοις, οὐδέποτε γίνεταί τι πλέον, ἀλλὰ καὶ μεῖζον ἔσται κολάσεως ἐφόδιον τοῦτο τῷ μὴ πεισθέντι. Καὶ τοῦτο δηλῶν ὁ Χριστὸς ἔλεγεν· εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον, νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Διὰ δὴ τοῦτο καὶ τὴν Ἱερουσαλὴμ θρηνῶν τούτου γε αὐτοῦ ἕνεκεν ἔλεγεν· Ἱερουσαλήμ, Ἱερουσαλὴμ ἡ ἀποκτέννουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν. Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου καὶ οὐκ ἠθελήσατε. Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.

Ταὐτοῦν εἰδώς, δέσποτά μου θεοφιλέστατε, κάμνε καὶ φιλονίκει καὶ βιάζου τὴν ἀπὸ τῶν εἰρημένων ἔχων συμμαχίαν ἐξωθεῖσθαι καὶ ἐκβάλλειν μετὰ πολλῆς τῆς σφοδρότητος τοὺς ταράττοντάς σε λογισμοὺς καὶ θόρυβον καὶ ζάλην ἐμποιοῦντας τοσαύτην.

Ἀλλ᾽, ὅτι μὲν ἐργάσῃ τοῦτο καὶ ἀνέξῃ τῆς παραινέσεως τῆς ἡμετέρας, οὐδένα οἶμαι δεῖν ἀμφιβάλλειν. Δεῖ δέ σοι κατασκευάσαι λοιπὸν ξίφη καὶ δόρατα καὶ τόξα καὶ βέλη καὶ θώρακα καὶ ἀσπίδα καὶ κνημῖδας, ὥστε τοῖς μὲν φράττεσθαι, τοῖς δὲ βάλλειν καὶ κατασκάπτειν καὶ νεκροὺς τιθέναι τοὺς ἐπιόντας σοι τῆς ταραχῆς λογισμούς.

Πόθεν οὖν σοι τὰ μηχανήματα ταῦτα καὶ τὰς σφενδόνας κατασκευάσομεν, ὥστε μηδὲ ἐγγὺς ἀφεῖναι προσιέναι τοὺς πολεμίους, ἀλλ᾽ ὡς πορρωτάτω μετὰ πολλῆς ἀπελαύνειν τῆς ὑπερβολῆς ἀπὸ τῆς ἀθυμίας αὐτῆς; Ὀλίγα τὰ περὶ αὐτῆς φιλοσοφήσαντες καὶ δείξαντες, ὅπως βαρὺ τὸ πρᾶγμα καὶ ἐπαχθές. Ἡ γὰρ ἀθυμία ψυχῶν ἐστι βασανιστήριον χαλεπόν, ὀδύνη τις ἄρρητος καὶ δίκη δίκης ἁπάσης καὶ τιμωρίας πικροτέρα. Καὶ γὰρ σκώληκα μιμεῖται ἰοβόλον, οὐχὶ τῆς σαρκὸς μόνον, ἀλλὰ καὶ αὐτῆς καθαπτομένη τῆς ψυχῆς καὶ σής ἐστιν οὐχὶ ὀστέων, ἀλλὰ καὶ διανοίας καὶ δήμιος διηνεκὴς οὐ πλευρὰς καταξέων, ἀλλὰ καὶ δύναμιν ψυχῆς λυμαινόμενος καὶ νὺξ διηνεκὴς καὶ σκότος ἀφεγγὲς καὶ χειμὼν καὶ ζάλη καὶ πυρετὸς ἀφανὴς πάσης φλογὸς σφοδρότερον κατακαίων καὶ πόλεμος ἀνακωχὴν οὐκ ἔχων καὶ νόσος πολλοὺς τῶν ὁρωμένων ἐπισκοτοῦσα. Ὅ τε γὰρ ἥλιος ἥ τε τοῦ ἀέρος φύσις τούτου τοῦ διειδοῦς τοῖς οὕτω διακειμένοις παρενοχλεῖν δοκεῖ.

Καὶ ἐν μεσημβρίᾳ μέσῃ νύκτα μιμεῖται βαθεῖαν. Διὸ καὶ ὁ θαυμάσιος προφήτης τοῦτο δηλῶν ἔλεγε· δύσεται ὁ ἥλιος αὐτοῖς ἐν μεσημβρίᾳ, οὐχ ὡς ἀφανιζομένου τοῦ ἄστρου, οὐδ᾽ ὡς τοῦ συνήθους διακοπτομένου δρόμου, ἀλλ᾽ ὡς τῆς ἀθυμούσης ψυχῆς ἐν τῷ φανοτάτῳ τῆς ἡμέρας νύκτα φανταζομένης. Οὐ γὰρ τοιοῦτον τῆς νυκτὸς τὸ σκότος, οἵα τῆς ἀθυμίας ἡ νύξ, οὐ κατὰ νόμον φύσεως παραγινομένη, ἀλλὰ κατὰ λογισμῶν σκότωσιν συναγομένη, φοβερά τις οὖσα καὶ ἀφόρητος, ἀμείλικτον ἔχουσα τὸ πρόσωπον, τυράννου παντὸς ὠμοτέρα, οὐδενὶ ταχέως εἴκουσα τῶν διαλύειν αὐτὴν ἐπιχειρούντων, ἀλλ᾽ ἀδάμαντος στερρότερον κατέχουσα πολλάκις τὴν ἁλοῦσαν ψυχήν, ὅταν αὐτὴ μὴ πολλὴ ᾖ κεχρημένη τῇ φιλοσοφίᾳ. Τί δεῖ τὰ πολλὰ λέγειν οἴκοθεν περὶ αὐτῆς ἀποφαινόμενον, παρὸν ἐπὶ τοὺς ἁλόντας ἐλθεῖν κἀκεῖθεν αὐτῆς τὴν ἰσχὺν ἅπασαν καταμαθεῖν. Μᾶλλον δέ, εἰ δοκεῖ τέως, πρότερον ἑτέρωθεν αὐτῆς ποιησώμεθα τὴν ἀπόδειξιν.

Ὅτε γὰρ ἥμαρτεν Ἀδὰμ τὴν ἁμαρτίαν ἐκείνην τὴν χαλεπὴν καὶ τὸ κοινὸν καὶ πάντων ἀνθρώπων κατεδίκασε γένος, μόχθῳ τότε κατεδικάζετο· ἡ δὲ μείζονα ἁμαρτοῦσα καὶ οὕτω μειζόνως τὴν ἁμαρτίαν τὴν τούτου πρὸς ἐκείνην συγκρινομένην μηδὲ ἁμαρτίαν εἶναι νομίζεσθαι—Ἀδὰμ γὰρ οὐκ ἠπατήθη, φησίν, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονεν—αὕτη τοίνυν ἡ ἀπατηθεῖσα καὶ ἐν παραβάσει γενομένη καὶ τὸ δηλητήριον καὶ ἑαυτῇ καὶ τῷ ἀνδρὶ κατασκευάσασα φάρμακον πλείονι τῇ λύπῃ κατακρίνεται ὡς κατατεῖναι δυναμένη τοῦ μόχθου μειζόνως. Πληθύνων γάρ, φησί, πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου. Ἐν λύπαις τέξῃ τέκνα. Οὐδαμοῦ πόνος, οὐδαμοῦ ἱδρώς, οὐδαμοῦ μόχθος, ἀλλ᾽ ἀθυμία καὶ στεναγμὸς καὶ ἡ ἐντεῦθεν τιμωρία καὶ πόνων καὶ μυρίων θανάτων ἀντίρροπος οὖσα μᾶλλον δὲ καὶ πολλῷ χαλεπωτέρα. Καίτοι τί θανάτου χεῖρον; Οὐχὶ τὸ κεφάλαιον τῶν ἐν ἀνθρώποις κακῶν, τὸ φοβερὸν καὶ ἀφόρητον καὶ μυρίων ἄξιον θρήνων τοῦτο εἶναι δοκεῖ; Οὐχὶ παρανομίας τῆς χαλεπωτάτης ταύτην ἔφησε δίκην ὁ Παῦλος; Τοὺς γὰρ ἀναξίως τῶν ἱερῶν ἁπτομένους μυστηρίων καὶ τῆς φρικτῆς ἐκείνης μετέχοντας τραπέζης ταύτην ἔφησε τίνειν δίκην οὕτω λέγων· διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί.

Οὐχὶ καὶ νομοθέται πάντες τοὺς τὰ ἀνήκεστα πλημμελοῦντας τούτῳ καταδικάζουσι τῷ ἐπιτιμίῳ; Καὶ ὁ Θεὸς δὲ οὐ ταύτην ἐσχάτην ἠπείλησε τὴν τιμωρίαν ἐν τῷ νόμῳ τοῖς μεγάλα πλημμελοῦσιν; Οὐ διὰ τὸν τούτου φόβον ὁ πατριάρχης ἐκεῖνος καὶ τὴν φύσιν αὐτὴν νικήσας τὴν γυναῖκα τὴν ἑαυτοῦ κατεδέξατο ἡδυπαθείαις ἐκδοῦναι βαρβαρικαῖς καὶ Αἰγυπτιακῇ τυραννίδι; Καὶ τὸ δρᾶμα τῆς ὕβρεως αὐτός τε κατεσκεύαζε καὶ τὴν γυναῖκα παρεκάλει τὴν χαλεπὴν ταύτην συνυποκρίνασθαι τραγῳδίαν αὐτῷ καὶ οὐδὲ τὴν αἰτίαν αἰσχύνεται τιθεὶς τῆς τοιαύτης σκηνῆς. Ἔσται γάρ, φησίν, ὡς ἂν ἴδωσί σε οὕτω τῇ ὥρᾳ λάμπουσαν καὶ τῷ κάλλει τῆς ὄψεως κρατοῦσαν, ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται.

Εἰπὲ οὖν, ὅτι ἀδελφή μου εἶ, ἵνα εὖ μοι γένηται διὰ σὲ καὶ ζήσεται ἡ ψυχή μου ἕνεκέν σου. Εἶδες φόβον, εἶδες τρόμον κατασείοντα τὴν ὑψηλὴν ἐκείνην καὶ φιλόσοφον ψυχήν; Εἶδες τὸν ἀδάμαντα διαλυθέντα τῇ ἀγωνίᾳ; Ψεύδεται τὸ γένος καὶ ἕτερον ἀνθ᾽ ἑτέρου περιτίθησι τῇ γυναικὶ τὸ πρόσωπον καὶ τοῖς λύκοις εὐάλωτον ποιεῖ τὴν ἀμνάδα καί, ὃ πάντων ἐστὶν ἀνδράσιν ἀφορητότερον, γυναῖκα ἰδεῖν ὑβριζομένην μᾶλλον δὲ καὶ ὑποπτεύειν μόνον, τοῦτο καὶ τὸ τούτου χαλεπώτερον—οὐδὲ γὰρ ὑποψία, ἀλλ᾽ ὕβρις ἔργῳ τολμωμένη—οὐ μόνον ὁρᾷ, ἀλλὰ καί, ὅπως τολμηθείη, κατασκευάζει καὶ κοῦφον αὐτῷ φαίνεται τοῦτο καὶ φορητὸν καὶ πάθος ἐκράτει πάθους τοῦ χαλεποῦ τὸ χαλεπώτερον καὶ ζηλοτυπίας περιεγένετο δειλίᾳ θανάτου.

Καὶ ὁ μέγας δὲ Ἠλίας ἐκεῖνος διὰ τὸν τούτου φόβον δραπέτης καὶ φυγὰς καὶ μετανάστης ἐγίνετο ἀπειλὴν μόνην δείσας πορνευομένης καὶ ἐναγοῦς γυναικός. Καὶ ὁ τὸν οὐρανὸν ἀποκλείσας καὶ τοσαῦτα θαύματα ἐργασάμενος, ῥημάτων φόβον οὐκ ἤνεγκεν, ἀλλ᾽ οὕτω τὴν οὐρανομήκη ψυχὴν ἐκείνην κατέσεισεν ἡ ἀγωνία, ὡς καὶ πατρίδα καὶ δῆμον τοσοῦτον, δι᾽ ὃν τοσαῦτα παρεκινδύνευσε, καταλιπεῖν ἀθρόον καὶ τεσσαράκοντα ἡμερῶν ὁδεῦσαι ὁδὸν καὶ πρὸς τὴν ἐρημίαν μετοικισθῆναι μετὰ τὴν παρρησίαν ἐκείνην, μετὰ τὴν τοσαύτην ἐλευθεροστομίαν, μετὰ τὴν τοσαύτην τῆς ἀνδρείας ἐπίδειξιν. Καὶ γὰρ φοβερὰ σφόδρα τοῦ πράγματος ἡ φύσις.

Λιά τοι τοῦτο καθ᾽ ἑκάστην ἡμέραν ἐπιοῦσα ἡμῶν τὸ γένος οὕτω καθ᾽ ἕκαστον ἡμᾶς ἐκπλήττει νεκρὸν καὶ συγχέει καὶ συστέλλει ὡς ἀθρόον τότε φαινομένη. Καὶ οὐδὲν ἴσχυσεν εἰς παραμυθίαν ἡ τοῦ χρόνου μελέτη οὐδὲ τὸ καθ᾽ ἑκάστην ἐν ταύτῃ γυμνάζεσθαι τῇ θεωρίᾳ. Οὐδὲ ἐπαλαιώθη τῷ χρόνῳ τὰ τῆς ἀθυμίας καὶ τῆς ἐκπλήξεως ταύτης, ἀλλὰ καὶ νεάζει καὶ ἀκμάζει διηνεκῶς καὶ τὸν φόβον ἀκραιφνῆ καὶ ἀνθοῦντα ἔρχεται καθ᾽ ἑκάστην φέρουσα τὴν ἡμέραν καὶ μάλα εἰκότως. Τίς γὰρ οὐκ ἂν αἰσχυνθείη καὶ καταπέσοι, ὅταν ἴδῃ τὸν χθὲς καὶ πρὸ ὀλίγων ἡμερῶν βαδίζοντα, ἄγοντα, φέροντα μυρία πράγματα, οἰκίας, γυναικός, παίδων, οἰκετῶν, πολλάκις δὲ καὶ πόλεων ὁλοκλήρων προϊστάμενον, ἀπειλοῦντα, φοβοῦντα, λύοντα κολάσεις, ἐπάγοντα κολάσεις, μυρία κατὰ πόλεις καὶ χώρας ἐργασάμενον ἀθρόον λίθων ἀφωνότερον κείμενον καὶ μυρίων ἀλυόντων καὶ τῶν φιλτάτων κατακοπτομένων καὶ τῆς γυναικὸς καταθρυπτομένης, πλοκάμους λυούσης, χοροὺς περιϊστάσης θεραπαινίδων μετὰ πολλῆς τῆς ὀλολυγῆς οὐδενὸς αἰσθανόμενον καὶ πάντα ἐξαίφνης ἐκποδὼν καὶ λογισμὸν καὶ διάνοιαν καὶ ψυχὴν καὶ ὄψεως ἄνθος καὶ μελῶν κίνησιν καὶ τὰ ἀπρεπῆ διαδεχόμενα, ἀφωνίαν καὶ ἀναισθησίαν, φθοράν, ἰχῶρα, σκώληκας, τέφραν, κόνιν, δυσῳδίαν, ἀφανισμὸν παντελῆ καὶ ὀστέα εἰδεχθῆ καὶ ἄσημον τὸ πᾶν ἐπειγόμενον καταλῦσαι σῶμα.

Ἀλλ᾽ ὅμως τὸ φοβερὸν τοῦτο καὶ διὰ τῶν πραγμάτων δεικνύμενον καὶ διὰ τῆς τῶν ἁγίων ἐκείνων δειλίας ἀθυμίας πολὺ κουφότερον. Ταύτῃ γὰρ τοὺς μακροὺς τούτους διαύλους ἀνάλωσα, ὥστε δεῖξαι, οἵαν τίνεις δίκην καὶ ἀντίρροπον αὐτῆς, μᾶλλον δὲ καὶ πολλῷ μείζονα τῶν ἀγαθῶν ἀναμένεις τὴν ἀμοιβήν.

Καὶ ἵνα μάθῃς ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἐπὶ τοὺς ἁλόντας λοιπὸν καταφεύξομαι, εἰς ὃ καὶ ἔμπροσθεν ἠπειγόμην ἐλθεῖν. Ὁ γὰρ τῶν Ἑβραίων δῆμος Μωϋσέως ἐλθόντος καὶ ἐλευθερίαν εὐαγγελιζομένου καὶ τῶν αἰγυπτιακῶν κακῶν ἀπαλλαγὴν οὐδὲ ἀκοῦσαι ἠνέσχετο. Καὶ τὴν αἰτίαν δὲ τιθεὶς ὁ νομοθέτης ἔλεγεν· ἐλάλησε δὲ Μωϋσῆς τῷ λαῷ καὶ οὐκ ἤκουσεν ὁ λαὸς Μωϋσέως ἀπὸ τῆς ὀλιγοψυχίας. Καὶ ὅταν μεγάλας ἀπειλῇ τοῖς Ἰουδαίοις ὁ Κύριος ἀπειλὰς ὑπὲρ ἀνομίας πολλῆς μετὰ τὴν αἰχμαλωσίαν καὶ τὸ ἐν ἀλλοτρίᾳ διατρίβειν γῇ καὶ δουλείαν καὶ τοὺς λιμοὺς καὶ τὴν ἀνθρωποφαγίαν, καὶ ταύτην ἐπάγει τὴν δίκην λέγων· δώσω αὐτοῖς καρδίαν ἀθυμοῦσαν καὶ ἐκλείποντας ὀφθαλμοὺς καὶ τηκομένην ψυχήν.

Ἀλλὰ τί χρὴ λέγειν Ἰουδαίους, δῆμον ἄτακτον καὶ ἀγνώμονα καὶ τῇ σαρκὶ δεδουλωμένον καὶ φιλοσοφεῖν οὐκ εἰδότα; Παρὸν ἀπὸ τῶν μεγάλων καὶ ὑψηλῶν ἀνδρῶν λαβεῖν τὴν ἀπόδειξιν. Ὁ γὰρ τῶν ἀποστόλων χορὸς τρίτον ἔτος συγγενόμενος τῷ Χριστῷ καὶ πολλὰ περὶ ἀθανασίας παιδευθεὶς καὶ τῶν ἄλλων ἀπορρήτων σημεῖά τε ἐργασάμενοι θαυμαστὰ καὶ παράδοξα καὶ αὐτὸν ἐπὶ τοσοῦτον χρόνον θαυματουργοῦντα θεασάμενοι καὶ τραπέζης αὐτῷ καὶ ὁμιλίας καὶ λόγων κοινωνήσαντες καὶ πάντα παιδευθέντες τρόπον, ἐπειδὴ ῥημάτων ἤκουσαν ἀθυμίαν αὐτοῖς ἐμποιούντων συνεχῶς αὐτὸν κατέχοντες καὶ ἐκκρεμάμενοι καθάπερ ὑπομάζια παιδία καὶ διηνεκῶς αὐτὸν ἐρωτῶντες ποῦ ὑπάγεις, οὕτω τῇ τυραννίδι τῆς ἀθυμίας ἐσβέσθησαν ταύτης καὶ τοσαύτης λύπης ἐγένοντο ὡς μηκέτι αὐτοὺς ταῦτα πυνθάνεσθαι. Καὶ τοῦτο ὀνειδίζων αὐτοῖς ὁ Χριστὸς ἔλεγεν· ἠκούσατε, ὅτι ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ ἔρχομαι πρὸς ὑμᾶς καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με ποῦ ὑπάγεις, ἀλλ᾽ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.

Εἶδες ἔρωτα πόσον ἐσκότισεν ἀθυμίας τυραννὶς καὶ πῶς αἰχμαλώτους εἰργάσατο καὶ αὐτῆς εἶναι πεποίηκεν; Ὁ δὲ Ἠλίας ἐκεῖνος—οὐ γὰρ ἀποστήσομαι αὐτοῦ οὐδὲ νῦν—μετὰ τὴν φυγὴν καὶ τὴν ἀναχώρησιν τὴν ἀπὸ Παλαιστίνης οὐ φέρων τὴν τυραννίδα—καὶ γὰρ σφόδρα ἠθύμει· τοῦτο γοῦν ὁ τὴν ἱστορίαν γράψας ἐδήλου λέγων· ὅτι ἀπῆλθε καὶ κατὰ τὴν ψυχὴν αὑτοῦ—ἄκουσον τί φησιν εὐχόμενος· ἱκανούσθω τὰ νῦν, Κύριε, λάβε τὴν ψυχήν μου, ὅτι οὐ κρείττων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου. Καὶ τὸ φοβερώτερον ἐκεῖνο, τὸν κολοφῶνα τῆς τιμωρίας, τὸ κεφάλαιον τῶν κακῶν, τὸ πάσης ἁμαρτίας ἐπιτίμιον, τοῦτο ἐν εὐχῆς αἰτεῖται τάξει καὶ ἐν χάριτος μέρει βούλεται λαβεῖν. Οὕτω πολὺ θανάτου φοβερώτερον ἀθυμία· ἵνα γὰρ ἐκείνην διαφύγῃ, καταφεύγει ἐπὶ τοῦτον.

Ἐνταῦθα δέ σοι καὶ ζήτημά τι διαλῦσαι βούλομαι· οἶδα γάρ σου τὴν περὶ τὰς λύσεις τῶν τοιούτων ἐπιθυμίαν. Τί ποτ᾽ οὖν ἐστι τὸ ζήτημα; Εἰ θάνατον κουφότερον ἀθυμίας εἶναι ἐνόμιζε, διατί καὶ πατρίδα καὶ δῆμον, ἵνα μὴ θανάτῳ περιπέσῃ, καταλιπὼν ἀπέδρα; Καὶ πῶς τότε αὐτὸν φεύγων νῦν αὐτὸν ἐπιζητεῖ; Ἵνα εἰδῇς καὶ ἐντεῦθεν μάλιστα πῶς χαλεπώτερον ἀθυμία θανάτου. Ὅτε μὲν γὰρ ἐκεῖνος ὁ φόβος κατέσεισε μόνος, εἰκότως ἅπαντα ἔπραττεν, ὥστε αὐτὸν ἐκφυγεῖν. Ἐπειδὴ δὲ ἐγκαθειμένη αὕτη τὴν οἰκείαν ἐπεδείξατο φύσιν κατεσθίουσα, δαπανῶσα, τοῖς ὀδοῦσιν αὐτὸν καταναλίσκουσα, ἀφόρητος αὐτῷ γινομένη, τότε δὴ τὸ πάντων βαρύτερον κουφότερον αὐτῆς εἶναι ἐνόμισεν. Οὕτω καὶ ὁ Ἰωνᾶς ἐκείνην φεύγων ἐπὶ τοῦτον κατέφυγε. Καὶ αὐτὸς θάνατον αἰτεῖται λέγων· λάβε τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, ὅτι καλόν μοι τὸ ἀποθανεῖν ἢ ζῆν με. Καὶ Δαβὶδ δέ, εἴτε ἐξ οἰκείου προσώπου εἴτε ἑτέρων τινῶν ὀδυρομένων, ψαλμὸν γράφων τοῦτο δὴ τοῦτο ἐνδείκνυται· ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη.

Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ. Ἐκεῖνο τὸ πῦρ τούτου τοῦ πυρὸς σφοδρότερον τὸ τῆς ἀθυμίας δηλῶν. Διὸ μηκέτι φέρων τὰς πληγὰς αὐτῆς καὶ τὰς ὀδύνας φησίν· ἐλάλησα ἐν γλώσσῃ μου. Καὶ τί λαλεῖς, εἰπέ μοι. Θάνατον αἰτεῖ καὶ οὗτος λέγων· γνώρισόν μοι, Κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ, τίνος ἕνεκεν ἀπελείφθην ἐγὼ καὶ ὑστερῶ καὶ ἐν τῷ παρόντι διατρίβω βίῳ τῶν ἄλλων ἀπελθόντων. Καὶ οὕτως αὐτὸν ἐπιζητεῖ εἴτε αὐτὸς εἴτε ἐκεῖνοι, ὧν τῷ προσώπῳ κεχρημένος φθέγγεται ὅτι καὶ μὴ παρόντος τὸν καιρὸν τῆς παρουσίας ἐπιθυμεῖ μαθεῖν. Γνώρισον γάρ μοι, φησί, τὸ πέρας μου, ἵνα καὶ ἐντεῦθεν μεγίστην καρπώσηται τὴν ἡδονήν. Οὕτω τὸ φοβερὸν ποθεινὸν γίνεται διὰ τὴν ἀφόρητον τῆς ἀθυμίας ὀδύνην καὶ τὸ πῦρ τὸ καιόμενον ἐν τῇ διανοίᾳ. Ἐν γὰρ τῇ μελέτῃ μου ἐξεκαύθη πῦρ. Τοσαύτης τοίνυν τιμωρίας μεγάλας προσδόκα τὰς ἀμοιβάς, πολλὰ τὰ βραβεῖα, τὰς ἀντιδόσεις, φαιδροὺς καὶ σφόδρα ἀνθοῦντας τῶν τοσούτων ἀγώνων τοὺς στεφάνους.