Λιά τοι τοῦτο καθ᾽ ἑκάστην ἡμέραν ἐπιοῦσα ἡμῶν τὸ γένος οὕτω καθ᾽ ἕκαστον ἡμᾶς ἐκπλήττει νεκρὸν καὶ συγχέει καὶ συστέλλει ὡς ἀθρόον τότε φαινομένη. Καὶ οὐδὲν ἴσχυσεν εἰς παραμυθίαν ἡ τοῦ χρόνου μελέτη οὐδὲ τὸ καθ᾽ ἑκάστην ἐν ταύτῃ γυμνάζεσθαι τῇ θεωρίᾳ. Οὐδὲ ἐπαλαιώθη τῷ χρόνῳ τὰ τῆς ἀθυμίας καὶ τῆς ἐκπλήξεως ταύτης, ἀλλὰ καὶ νεάζει καὶ ἀκμάζει διηνεκῶς καὶ τὸν φόβον ἀκραιφνῆ καὶ ἀνθοῦντα ἔρχεται καθ᾽ ἑκάστην φέρουσα τὴν ἡμέραν καὶ μάλα εἰκότως. Τίς γὰρ οὐκ ἂν αἰσχυνθείη καὶ καταπέσοι, ὅταν ἴδῃ τὸν χθὲς καὶ πρὸ ὀλίγων ἡμερῶν βαδίζοντα, ἄγοντα, φέροντα μυρία πράγματα, οἰκίας, γυναικός, παίδων, οἰκετῶν, πολλάκις δὲ καὶ πόλεων ὁλοκλήρων προϊστάμενον, ἀπειλοῦντα, φοβοῦντα, λύοντα κολάσεις, ἐπάγοντα κολάσεις, μυρία κατὰ πόλεις καὶ χώρας ἐργασάμενον ἀθρόον λίθων ἀφωνότερον κείμενον καὶ μυρίων ἀλυόντων καὶ τῶν φιλτάτων κατακοπτομένων καὶ τῆς γυναικὸς καταθρυπτομένης, πλοκάμους λυούσης, χοροὺς περιϊστάσης θεραπαινίδων μετὰ πολλῆς τῆς ὀλολυγῆς οὐδενὸς αἰσθανόμενον καὶ πάντα ἐξαίφνης ἐκποδὼν καὶ λογισμὸν καὶ διάνοιαν καὶ ψυχὴν καὶ ὄψεως ἄνθος καὶ μελῶν κίνησιν καὶ τὰ ἀπρεπῆ διαδεχόμενα, ἀφωνίαν καὶ ἀναισθησίαν, φθοράν, ἰχῶρα, σκώληκας, τέφραν, κόνιν, δυσῳδίαν, ἀφανισμὸν παντελῆ καὶ ὀστέα εἰδεχθῆ καὶ ἄσημον τὸ πᾶν ἐπειγόμενον καταλῦσαι σῶμα.