Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς Θεόδωρον ἐκπεσόντα

Ἰωάννης ὁ Χρυσόστομος

Προτροπή προς αποτίναξη της απελπισίας και τελικός ασπασμός

Έκκληση για την εγκατάλειψη της απόγνωσης με θέα το φοβερό βήμα του Χριστού, και έκφραση ελπίδας για την ταχεία πνευματική ανόρθωση του παραλήπτη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Εἶδες, Θεόδωρε, τὰ ναυάγια τῶν ταύτην τὴν θάλατταν πλεόντων· διό, παρακαλῶ, φεῦγε τὸ πέλαγος, φεῦγε τὰ κύματα, καὶ ὑψηλὸν κατάλαβε χωρίον, ὅθεν οὐκ ἔστιν ἁλῶναι. Ἀνάστασις ἔστιν, Θεόδωρε, κρίσις ἔστιν, φοβερὸν κριτήριον ἡμᾶς ἐνθένδε ἐξελθόντας μένει. «Πάντας ἡμᾶς παραστῆναι δεῖ τῷ βήματι τοῦ Χριστοῦ». Οὐ μάτην ἠπείληται γέεννα, οὐκ εἰκῆ τοσαῦτα ἡτοίμασται ἀγαθά. Σκιά, καὶ σκιᾶς οὐδαμινέστερα τοῦ βίου τὰ πράγματα, πολλῶν μὲν γέμοντα φόβων, πολλῶν δὲ κινδύνων, ἐσχατῆς δὲ καὶ † δουλείας. Μὴ δὴ ζημιωθῇς καὶ τοῦτον κἀκεῖνον τὸν αἰῶνα, ἐξὸν ἀμφοτέρους κερδᾶναι, εἰ βούλοιο. Ὅτι δὲ καὶ τὰ ἐνθάδε κερδαίνουσιν οἱ Χριστῷ ζῶντες, διδάσκει Παῦλος λέγων· «Ἐγὼ δὲ ὑμῶν φείδομαι.» Καὶ πάλιν· «Τοῦτο δὲ λέγω πρὸς τὸ ὑμῖν συμφέρον.» Ὁρᾷς 〈τοίνυν, ὦ Θεόδωρε〉, ὅτι καὶ ἐνταῦθα τοῦ γεγαμηκότος ἀνώτερος ὁ τὰ τοῦ Κυρίου μεριμνῶν; Οὐκ ἔστιν ἀπελθόντα ἐκεῖ μετανοῆσαι. Οὐδεὶς ἀθλητής, ἐπειδὰν ἐξέλθῃ τὸ στάδιον καὶ διαλυθῇ τὸ θέατρον, πάλιν δύναται ἀναπαλαίειν [ἢ ἀγωνίσασθαι].

Ταῦτα ἀεὶ λογίζου καὶ τὴν ὀξεῖαν τοῦ πονηροῦ μάχαιραν συντρίψεις δι᾽ ἧς πολλοὺς ἀναιρεῖ· [αὕτη δέ ἐστιν ἀπόγνωσις], διότι τοὺς καταβληθέντας ἐκκόπτει τῆς ἐλπίδος. Ἰσχυρὸν τοῦτο τὸ ὅπλον 〈αὐτοῦ〉 καὶ τοὺς ἁλόντας ἑτέρως οὐ κατέχει ἀλλ᾽ ἢ τούτῳ δεσμεύων τῷ δεσμῷ, ὃν ἐὰν ἐθέλωμεν, θεοῦ χάριτι, διαρρῆξαι δυνησόμεθα ταχέως.

Οἶδα τὸ μέτρον ἐξελθὼν τῆς ἐπιστολῆς, ἀλλὰ συγγνῶθι· οὐ γὰρ οὐχ ἑκὼν εἰς τοῦτο προῆλθον, ἀλλ᾽ ὑπὸ τῆς λύπης καὶ τῆς ἀγάπης ἀναγκασθείς, δι᾽ ἣν καὶ ταύτην ἐβιασάμην ἐμαυτὸν γράψαι τὴν ἐπιστολήν, πολλῶν κωλυόντων καὶ λεγόντων· «Παῦσαι ματαιοπονῶν καὶ κατὰ πετρῶν 〈οἷον〉 σπείρων.» Ταῦτα ἔλεγόν μοι πολλοί. Ἐγὼ δὲ οὐδενὸς ἤκουσα· ἐλπὶς γάρ, ἔφην πρὸς ἐμαυτόν, θεοῦ θέλοντος, ἀνύσειν τι τὰ γράμματα· εἰ δὲ ὅπερ ἀπευχόμεθα συμβαίη, τὸ γοῦν σιγῆς μὴ ἐγκαλεῖσθαι κερδανοῦμεν, καὶ ἐσόμεθα τῶν θάλατταν πλεόντων οὐ χείρους, οἳ τοὺς ὁμοτέχνους ὅταν ἴδωσι, τῆς νηὸς ἢ κυμάτων ἢ πνευμάτων βίᾳ λυθείσης, ἐπὶ σανίδος φερομένους, ἱστία καθελόντες καὶ ἀγκύρας χαλάσαντες καὶ εἰς ἀκάτιον ἐμβάντες, ἀνθρώπους ἀγνώστους, ἀπὸ δὲ συμφορᾶς ἐπιγιγνωσκομένους μόνον, ἀνασῴζειν ἐπιχείρουσιν. Εἰ δὲ μὴ βούλονται ἐκεῖνοι, οὐδεὶς ἂν αὐτῶν τῆς ἀπολείας τοὺς ἐπιχειρήσαντας σῶσαι, αἰτιάσαιτο. Ταῦτα τὰ παρ᾽ ἡμῶν· πιστεύομεν δὲ ὅτι, θεοῦ χάριτι, ὑπάρξει καὶ τὰ παρὰ σοῦ, καὶ πάλιν σε διαπρέποντα κατὰ τὴν τιμίαν ἀγέλην ὀψόμεθα τοῦ Χριστοῦ. Ὑγιαίνοντά σε τὴν ἀληθῆ ὑγίειαν θᾶττον ἀπολάβοιμεν εὐχαῖς ἁγίων, ὦ φίλη κεφαλή.

Εἴ τίς σοι λόγος ἡμῶν ἐστι καὶ μὴ πάντη τῆς μνήμης ἡμᾶς ἐξέβαλες τῆς σῆς, ἀντιγράψαι καταξίωσον ἡμῖν· εὐφρανεῖ γὰρ ἡμᾶς ἡ σὴ ἐπιστολή· ἡ δὲ σὴ τελειότης τὰ ἔτι μειζόνως νοεῖν δυναμένη καὶ ἡμᾶς ὠφελήσει καὶ γράφουσα καὶ προσευχομένη. Ἐρρῶσθαί σε εὐχόμεθα ἐν Κυρίῳ. Ἀμήν.