Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς Θεόδωρον ἐκπεσόντα

Ἰωάννης ὁ Χρυσόστομος

Θρήνος για την πτώση της ψυχής και η αντιμετώπιση της απογνώσεως

Ο ιερός Χρυσόστομος θρηνεί για την πνευματική νέκρωση του Θεοδώρου, τονίζοντας ότι η απελπισία αποτελεί μεθοδεία του διαβόλου, και προτρέπει σε πνευματικό πένθος και ελπίδα στη θεία παντοδυναμία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 9

Πρὸς Θεόδωρον ἐκπεσόντα καὶ περὶ μετανοίας λόγος αʹ. «Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς βλεφάροις μου πηγὴν δακρύων;» Εὔκαιρον κἀμοὶ νῦν εἰπεῖν καὶ πολλῷ μᾶλλον ἢ τῷ προφήτῃ τότε ἐκείνῳ. Εἰ γὰρ καὶ μὴ πόλεις πολλὰς μηδὲ ὁλόκληρα ἔθνη μέλλοιμι πενθεῖν, ἀλλὰ πολλῶν τοιούτων ἐθνῶν ψυχὴν ἀνταξίαν, μᾶλλον δὲ καὶ τιμιωτέραν. Καὶ γὰρ εἰ «κρείττων εἷς τὸ θέλημα τοῦ θεοῦ ποιῶν ἢ μυρίοι παράνομοι», κρείττων ἄρα καὶ σὺ πρότερον ἦσθα τῶν μυριάδων τῶν Ἰουδαϊκῶν, ὥστε οὐδεὶς ἄν μοι μέμψαιτο νῦν, εἰ καὶ θρήνους τῶν ἐν τῷ προφήτῃ κειμένων πλείονας ἀναγράψαιμι καὶ σφοδροτέρους ἐπιδείξαιμι ὀδυρμούς. Οὐ γὰρ πόλεως πενθῶ κατασκαφήν, οὐδὲ παρανόμων αἰχμαλωσίαν ἀνδρῶν, ἀλλὰ ψυχῆς ἐρήμωσιν ἱερᾶς καὶ ναοῦ χριστοφόρου καθαίρεσιν καὶ ἀφανισμόν.

Τὸν γὰρ κόσμον τῆς διανοίας τῆς σῆς, ὃν κατέφλεξεν ὁ διάβολος νῦν, εἴ τις ὅτε ἔλαμπεν ᾔδει καλῶς, οὐκ ἂν ἐστέναξεν, τοὺς θρήνους ἐπερχόμενος τοῦ προφήτου, καὶ ἀκούων ὅτι χεῖρες βαρβαρικαὶ καὶ τὰ ἅγια τῶν ἁγίων ἐμόλυναν καὶ πῦρ ἐπαφεῖσαι πάντα κατέκαυσαν, τὰ Χερουβὶμ τήν τε κιβωτόν, τὸ ἱλαστήριον, τὰς πλάκας τὰς λιθίνας, τὴν στάμνον τὴν χρυσῆν.

Αὕτη γάρ, αὕτη ἡ συμφορὰ τοσούτῳ πικροτέρα ἐκείνης ὅσῳ καὶ πολλῷ τιμιώτερα ἐκείνων σύμβολα εἰς τὴν σὴν ἐναπέκειτο ψυχήν· οὗτος ἁγιώτερος ἐκείνου ὁ ναός· οὐδὲ γὰρ χρυσῷ καὶ ἀργύρῳ ἀλλὰ τῇ τοῦ Πνεύματος ἀπέστιλβε χάριτι καὶ ἀντὶ τῶν Χερουβὶμ καὶ τῆς κιβωτοῦ τὸν Χριστὸν καὶ τὸν τούτου Πατέρα καὶ τὸν Παράκλητον εἶχεν ἱδρυμένον ἐν ἑαυτῷ.

Ἀλλὰ νῦν οὐκέτι, ἀλλ᾽ ἔρημος μὲν καὶ γυμνὸς τοῦ κάλλους ἐκείνου καὶ τῆς εὐπρεπείας ἐστίν, τὸν θεῖον καὶ ἄρρητον ἀποκοσμηθεὶς κόσμον, ἔρημος δὲ ἀσφαλείας ἁπάσης καὶ φυλακῆς. Καὶ οὔτε θύρα, οὔτε μοχλός, ἀλλὰ πᾶσιν ἀνέῳκται τοῖς ψυχοφθόροις καὶ αἰσχροῖς λογισμοῖς· κἂν ὁ τῆς ἀλαζονείας, κἂν ὁ τῆς πορνείας, κἂν ὁ τῆς φιλαργυρίας, κἂν οἱ τούτων μιαρώτεροι βουληθῶσιν ἐπεισελθεῖν ὁ κολύσων οὐδείς· πρότερον δέ, καθάπερ ὁ οὐρανὸς τούτοις ἐστὶν ἄβατος ἅπασιν, οὕτω καὶ ἡ καθαρότης τῆς διανοίας τῆς σῆς. Καὶ τάχα ἄπιστα δόξω τισὶν λέγειν τοῖς νῦν τὴν ἐρήμωσιν καὶ τὴν καταστροφὴν ὁρῶσιν τὴν σήν· διὰ γὰρ τοῦτο κόπτομαι καὶ πενθῶ, καὶ τοῦτο ποιῶν οὐ παύσομαι, ἕως ἄν σε πάλιν ἐπὶ τῆς προτέρας ἴδω φαιδρότητος. Εἰ γὰρ καὶ τοῖς ἀνθρώποις ἀδύνατον εἶναι δοκεῖ τοῦτο, ἀλλὰ τῷ θεῷ πάντα δυνατά. Αὐτὸς γάρ ἐστιν «ὁ ἐγείρων ἀπὸ τῆς γῆς πτωχόν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα, τοῦ καθῖσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ». Αὐτός ἐστιν «ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην». Μὴ τοίνυν ἀπογνῷς τῆς ἀρίστης μεταβολῆς.

Εἰ γὰρ ὁ διάβολος τοσοῦτον ἴσχυσεν, ὡς ἀπὸ τῆς κορυφῆς ἐκείνης καὶ τοῦ ὕψους τῆς ἀρετῆς εἰς ἔσχατόν σε κακίας κατενεγκεῖν, πολλῷ μᾶλλον ὁ θεὸς ἰσχύσει πρὸς ἐκείνην σε πάλιν ἀνελκύσαι τὴν παρρησίαν· καὶ οὐ τοιοῦτον μόνον ἀλλὰ καὶ πολλῷ μακαριώτερον ἐργάσασθαι τοῦ πρότερον. Μόνον μὴ καταπέσῃς, μηδὲ τὰς χρηστὰς ἐκκόψῃς ἐλπίδας, μηδὲ πάθῃς τὰ τῶν ἀσεβῶν. Οὐ γὰρ τὸ τῶν ἁμαρτημάτων πλῆθος εἰς ἀπόγνωσιν ἐμβάλλειν εἴωθεν, ἀλλὰ τὸ ψυχὴν ἔχειν ἀσεβῆ. Διὰ τοῦτο ὁ Σολομὼν οὐχ ἁπλῶς εἴρηκεν ὅτι «πᾶς τις ἐλθὼν εἰς βάθος κακῶν καταφρονεῖ» ἀλλὰ «ὁ ἀσεβὴς» μόνος. Ἐκείνων γὰρ μόνων τοῦτο τὸ πάθος ἐστίν, ἐπειδὰν εἰς τὸ βάθος ἔλθωσιν τῶν κακῶν. Καὶ τοῦτ᾽ ἔστιν ὅπερ αὐτοὺς οὐκ ἀφίησιν ἀναβλέψαι καὶ ἐπανελθεῖν ὅθεν ἐξέπεσον.

Ὁ γὰρ μιαρὸς οὗτος λογισμός, καθάπερ τις κύφων, ἐπικείμενος ἐπὶ τὸν αὐχένα τῆς ψυχῆς καὶ κάτω νεύειν καταναγκάζων αὐτήν, κωλύει πρὸς τὸν Δεσπότην ἀναβλέψαι τὸν αὐτῆς. Ἀνδρὸς δὲ γενναίου ἐστὶν καὶ θαυμαστοῦ συντρῖψαι τοῦτο τὸ ξύλον καὶ τὸν ἐπιθέντα αὐτῷ δήμιον ἀποκρούσασθαι καὶ τὰ τοῦ προφήτου φθέγξασθαι ῥήματα· «Ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν ἕως οὗ οἰκτιρήσαι ἡμᾶς. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως.» Θεῖα ἀληθῶς ταῦτα παιδεύματα καὶ τῆς ἀνωτάτω φιλοσοφίας δόγματα· «Ἐνεπλήσθημεν, φησίν, ἐξουδενώσεως» καὶ μυρία ὑπέστημεν χαλεπά· ἀλλ᾽ ὁμῶς τοῦ πρὸς τὸν θεὸν ἀναβλέπειν οὐκ ἀποστησόμεθα, οὐδὲ πρὶν ἢ λαβεῖν τὴν αἴτησιν παυσόμεθα αἰτοῦντες αὐτόν. Τοῦτο γὰρ γενναίας ψυχῆς μὴ καταπίπτειν μηδ᾽ ἀπαγορεύειν πρὸς τὸ πλῆθος τῶν κατεχόντων δεινῶν μηδὲ πολλάκις αἰτοῦντας καὶ ἀποτυγχάνοντας ἀναχωρεῖν, ἀλλ᾽ ἐπιμένειν «ἕως οὗ οἰκτιρήσαι ἡμᾶς».

Διὰ γὰρ τοῦτο ὁ διάβολος ἡμᾶς εἰς τοὺς τῆς ἀπογνώσεως ἐμβάλλει λογισμούς, ἵνα ἐκκόψῃ τὴν ἐλπίδα τὴν πρὸς τὸν θεόν, τὴν ἄγκυραν τὴν ἀσφαλῆ, τὴν ὑπόθεσιν τῆς ἡμετέρας ζωῆς, τὴν χειραγωγὸν τῆς πρὸς τὸν οὐρανὸν ἀναφερούσης ὁδοῦ, τὴν σωτηρίαν τῶν ἀπολλυμένων ψυχῶν. «Τῇ γὰρ ἐλπίδι, φησίν, ἐσώθημεν.» Αὕτη γάρ, αὕτη, καθάπερ τις χρυσῆ σειρὰ τῶν οὐρανῶν ἐξαρτηθεῖσα, τὰς ἡμετέρας διαβαστάζει ψυχάς, κατὰ μικρὸν πρὸς τὸ ὕψος ἐκεῖνο ἀνέλκουσα τοὺς σφόδρα ἐχομένους αὐτῆς, καὶ τοῦ κλύδωνος ἡμᾶς τῶν βιωτικῶν ὑπεραίρουσα κακῶν. Ἂν οὖν τις μεταξὺ μαλακισθεὶς ἀφῇ τὴν ἄγκυραν ταύτην τὴν ἱεράν, κατέπεσέ τε εὐθέως καὶ ἀπεπνίγη, εἰς τὴν ἄβυσσον τῆς κακίας ἐλθών. Ἅπερ εἰδὼς ὁ πονηρός, ἐπειδὰν ἡμᾶς αὐτοὺς τῷ τῶν πονηρῶν πράξεων βαρυνομένους συνειδότι αἴσθηται, ἐπελθὼν καὶ αὐτὸς τὸν ἀπὸ τῆς ἀπογνώσεως λογισμὸν ὄντα μολύβδου βαρύτερον ἐπιτίθησιν· κἂν αὐτὸν παραδεξώμεθα, ἀνάγκη λοιπὸν κατασπασθέντας εὐθέως τῷ βάρει, καὶ τῆς σειρᾶς ἀπορραγέντας ἐκείνης, κατελθεῖν εἰς τὸ βάθος τῶν κακῶν, ἔνθα καὶ αὐτὸς γέγονας νῦν.

Τοῦ μὲν πραοῦ καὶ ταπεινοῦ Δεσπότου τὰ προστάγματα ἀφείς, τοῦ δὲ ὠμοῦ καὶ ἀσπόνδου τυράννου [τῆς ἡμετέρας σωτηρίας ἐχθροῦ] τὰ ἐπιτάγματα ἐξανύων ἅπαντα, καὶ τὸν χρηστὸν διαρρήξας ζυγόν, καὶ τὸ φορτίον ἀπορρίψας τὸ ἐλαφρόν, καὶ τοὺς σιδηροῦς ἀντ᾽ ἐκείνων κλοίους περιθείς, ἔτι καὶ τὸν μύλον ἐξήρτησας τὸν ὀνικὸν τοῦ τραχήλου τοῦ σοῦ. Ποῦ οὖν στήσῃ λοιπὸν τὴν ἀθλίαν καταποντίζων ψυχήν, τοῦ κάτω φέρεσθαι διηνεκῶς τοιαύτην σαυτῷ τὴν ἀνάγκην ἐπιθείς; Ἡ μὲν οὖν τὴν μίαν δραχμὴν εὑροῦσα γυνή, τὰς γείτονας ἐκάλει τῆς εὐφροσύνης κοινωνούς, «Συγχάρητέ μοι» λέγουσα· ἐγὼ δὲ τοὺς φίλους ἅπαντας τούς τε ἐμοὺς καὶ τοὺς σοὺς ἐπὶ τοῖς ἐναντίοις παρακαλέσω νῦν, οὒ «Συγχάρητέ μοι» λέγων, ἀλλὰ «Συμπενθήσατε, καὶ θρῆνον ἀναλάβεσθε τὸν αὐτόν, καὶ γοερὸν σὺν ἡμῖν ἀνακράξατε μέλος.

Ζημία γὰρ ἡμᾶς ἐσχάτη κατείληφεν, οὐχ ὅτι χρυσοῦ τάλαντα τόσα καὶ τόσα τῆς ἐμῆς ἐξέπεσεν χειρὸς, οὐδ᾽ ὅτι λίθων τιμίων πολὺς ἀριθμός, ἀλλ᾽ ὅτι τούτων ἁπάντων ὁ τιμιώτερος συμπλέων ἡμῖν τὴν θάλατταν ταύτην τὴν μεγάλην καὶ εὐρύχωρον, οὐκ οἶδα πῶς, ἐξολισθήσας, εἰς αὐτὸν τῆς ἀπωλείας τὸν πυθμένα κατέπεσεν.» Εἰ δέ τινές με τοῦ θρηνεῖν ἀπάγειν πειρῶνται, τὰ τοῦ προφήτου πρὸς αὐτοὺς φθέγξομαι λέγων· «Ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλεῖν με.» Οὐ γὰρ τοιοῦτον πένθος πενθῶ νῦν ὡς καὶ κατάγνωσιν φέρειν ἡμῖν τὴν ἀμετρίαν τῶν ὀδυρμῶν, ἀλλ᾽ ὑπὲρ οὗ, κἂν εἰ Παῦλος, κἂν εἰ Πέτρος ἦν, οὐκ ἂν ᾐσχύνθησαν κλαίοντες καὶ πενθοῦντες καὶ θρηνοῦντες καὶ πᾶσαν παράκλησιν διωθούμενοι. Τοῖς μὲν γὰρ τὸν κοινὸν τοῦτον θάνατον ὀδυρομένοις εἰκότως ἄν τις ἐγκαλέσειεν μικροψυχίαν πολλήν· ὅταν δὲ ἀντὶ σώματος ψυχὴ προκέηται νεκρά, μυρίας ἔχουσα τὰς ὠτειλάς, καὶ ἐν αὐτῇ τῇ νεκρότητι τὴν εὐφυΐαν αὐτῆς ἐμφαίνουσα τὴν προτέραν καὶ τὴν εὐεξίαν καὶ τὸ κάλλος τὸ ἀποσβεσθέν, τίς οὕτως ὠμὸς καὶ ἀσυμπαθής, ὡς ἀντὶ θρήνων καὶ ὀδυρμῶν παραμυθητικοὺς λόγους προσαγαγεῖν. Ὥσπερ γὰρ ἐκεῖ τὸ μὴ πενθεῖν φιλοσοφίας ἐστίν, οὕτως ἐνταῦθα τὸ πενθεῖν.

Ὁ πρὸς τὸν οὐρανὸν φθάσας, ὁ τῆς τοῦ βίου ματαιότητος καταγελῶν, ὁ τὰ κάλλη τῶν σωμάτον ὡς τὰ ἐν λίθοις ὁρῶν, ὁ χρυσοῦ μὲν ὡς πηλοῦ, τρυφῆς δὲ ἁπάσης ὡς βορβόρου καταφρονῶν, οὗτος ἡμῖν ἐξαίφνης πυρετῷ κατασχεθεὶς ἐπιθυμίας ἀτόπου, καὶ τὴν ὑγίειαν καὶ τὴν ἀνδρείαν καὶ τὴν ὥραν ἅπασαν διέφθειρεν, καὶ δοῦλος γέγονεν τῶν ἡδονῶν. Τοῦτον οὖν οὐ δακρύσομεν, εἰπέ μοι, καὶ κοψόμεθα, ἕως ἂν ἀναστήσωμεν πάλιν αὐτόν; Καὶ ποῦ ταῦτα ἀνθρωπίνης ψυχῆς; Τῆς μὲν γὰρ τοῦ σώματος νεκρώσεως τὴν λύσιν οὐκ ἔστιν ἐνταῦθα εὑρεῖν, καὶ ὅμως οὐδὲ τοῦτο τοὺς πενθοῦντας τῶν θρήνων ἀφίστησιν· ψυχῆς δὲ νέκρωσιν ἐνταῦθα μόνον ἐστὶν ἀφανίσαι δυνατόν· «Ἐν γὰρ τῷ ᾅδῃ, φησίν, τίς ἐξομολογήσεταί σοι;» Πῶς οὖν οὐ πολλῆς βλακείας ἐστὶν τοὺς μὲν τὸν τοῦ σώματος πενθοῦντας θάνατον οὕτως σφοδρῶς τοῦτο ποιεῖν, καὶ ταῦτα εἰδότας ὅτι οὐκ ἀναστήσουσι τὸν κείμενον τοῖς ὀδυρμοῖς· ἡμᾶς δὲ μηδὲν τοιοῦτον ἐπιδείκνυσθαι, καὶ ταῦτα ἐπισταμένους ὅτι πολλάκις ἐστὶν ἐλπὶς τὴν ἀπολωλυῖαν ψυχὴν εἰς τὴν προτέραν ἐπαναγαγεῖν ζωήν;

Πολλοὶ γὰρ καὶ νῦν καὶ ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων ἐκ τῆς ὀρθῆς παρατραπέντες ἀτραποῦ καὶ ἐκ τῆς ἐστενοχωρημένης κατακρημνισθέντες εἰσόδου, οὕτω διανέστησαν πάλιν, ὡς ἀποκρύψαι τοῖς δευτέροις τὰ πρότερα, καὶ τὸ βραβεῖον λαβεῖν καὶ τὸν στέφανον ἀναδήσασθαι, καὶ μετὰ τῶν νικώντων ἀνακηρυχθῆναι, καὶ εἰς τὸν τῶν ἁγίων ἀριθμηθῆναι χορόν.

Ἕως μὲν γὰρ ἐν τῇ καμίνῳ τις ἕστηκεν τῶν ἡδονῶν, κἂν μυρία τοιαῦτα ὑποδείγματα ἔχῃ, ἀδύνατον αὐτῷ τὸ πρᾶγμα εἶναι δοκεῖ· ἐὰν δὲ ἀρχὴν βραχεῖαν μόνον λάβῃ τῆς ἐκεῖθεν ἐξόδου, προϊὼν ἀεὶ τὸ μὲν σφοδρότερον τοῦ πυρὸς κατόπιν ἀφίησιν, τὰ δὲ ἔμπροσθεν καὶ πρὸ τῶν ποδῶν δρόσου καὶ πολλῆς γέμοντα τῆς εὐκολίας ὄψεται· μόνον μὴ ἀπογνῶμεν, μηδὲ ἀπαγορεύσωμεν τὴν ἐπάνοδον· ὁ γὰρ τοῦτο παθών, κἂν μυρίαν ἰσχὺν καὶ προθυμίαν κεκτημένος ᾖ, μάτην κέκτηται.

Τὴν γὰρ θύραν ἅπαξ ἀποκλείσας ἑαυτῷ τῆς μετανοίας, καὶ τῆς εἰς τὸ στάδιον εἴσοδον ἀποτειχίσας, πῶς δυνήσεται ἔξω μένων ἢ μικρὸν ἢ μέγα ἐργάσασθαι ἀγαθόν; Διὰ τοῦτο πάντα μηχανᾶται ὁ πονηρός, ἵνα τοῦτον ἐν ἡμῖν φυτεύσῃ τὸν λογισμόν· οὐκ ἔτι γὰρ αὐτῷ ἱδρώτων δεήσει καὶ πόνων πρὸς τὴν ἡμετέραν ἀντίστασιν· πῶς γάρ; τῶν κειμένων καὶ πεπτωκότων καὶ ἀνταίρειν οὐκ ἐθελόντων αὐτῷ. Ὁ μὲν γὰρ τοῦτον δυνηθεὶς διαλῦσαι τὸν δεσμόν, καὶ τὴν ἰσχὺν ἀνακτήσεται τὴν αὑτοῦ, καὶ εἰς ἐσχάτας οὐ παύσεται αὐτῷ παλαίων ἀναπνοάς, κἂν μυρία πέσῃ πτώματα, ἀναστήσεται πάλιν, καὶ συγκόψει τὸν ἐχθρόν· ὁ δὲ τοῖς τῆς ἀπογνώσεως δεθεὶς λογισμοῖς καὶ τὴν ἰσχὺν παραλύσας τὴν αὑτοῦ, πῶς δυνήσεται περιγενέσθαι καὶ ἀντιστῆναι, ἐξ ἐναντίας φυγών;