Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς Θεόδωρον ἐκπεσόντα

Ἰωάννης ὁ Χρυσόστομος

Ευαγγελικές παραβολές και η αναγκαιότητα της μετανοίας

Μέσα από τις παραβολές του απολωλότος προβάτου και του ασώτου υιού, καθώς και από παραδείγματα της Καινής Διαθήκης, στηλιτεύεται η απόγνωση και τονίζεται ότι η μετάνοια είναι εφικτή μόνο στον παρόντα βίο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 9

Οὐδὲ γὰρ τὸ πεσεῖν χαλεπόν, ἀλλὰ τὸ πεσόντα κεῖσθαι καὶ μὴ ἀνίστασθαι, ἀλλ᾽ ἐθελοκακοῦντα καὶ βλακεύοντα τοῖς τῆς ἀπογνώσεως λόγοις τὴν τῆς προαιρέσεως ἀποκρύπτειν ἀσθένειαν. Πρὸς οὓς καὶ ὁ προφήτης διαπυρούμενος ἔλεγεν· «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει;» Εἰ δέ τινας τῶν μετὰ τὸ πιστεῦσαι πάλιν ἐκπεσόντων ζητοίης παρ᾽ ἡμῶν, καὶ ταῦτα μὲν ὑπὲρ τούτων εἴρηται· ὁ γὰρ πεσὼν τῶν ἑστώτων πρότερον ἦν, οὐ τῶν κειμένων· πῶς γὰρ ἂν ὁ τοιοῦτος πέσοι; εἰρήσεται δὲ καὶ ἕτερα, τὰ μὲν διὰ παραβολῶν, τὰ δὲ διὰ σαφεστέρων πράξεών τε καὶ λόγων. Καὶ γὰρ τὸ πρόβατον ἐκεῖνο, τὸ τῶν ἐννενήκοντα καὶ ἐννέα ἀποσχισθέν, εἶτα πάλιν ὑπὸ τοῦ καλοῦ ποιμένος ἐπαναχθέν, οὐδὲν ἕτερον ἡμῖν ἢ τὴν τῶν πιστῶν δείκνυσιν ἔκπτωσίν τε καὶ ἐπάνοδον· πρόβατον γὰρ ἦν, καὶ αὐτό, οὐχ ἑτέρας ποίμνης τινός, ἀλλὰ τοῦ τῶν λοιπῶν ἀριθμοῦ, καὶ ὑπὸ τῷ αὐτῷ ποιμένι πρότερον ἐνέμετο, καὶ ἐπλανήθη πλάνην οὐ τὴν τυχοῦσαν, ἀλλὰ ἐπὶ τὰ ὄρη καὶ τὰς νάπας, τοῦτ᾽ ἔστι μακράν τινα ὁδὸν καὶ πολλῷ τῆς εὐθείας ἀπέχουσαν. Ἆρ᾽ οὖν εἴασεν αὐτὸ πλανηθὲν ἀπολέσθαι; Οὐδαμῶς, ἀλλ᾽ ἐπανήγαγεν οὐκ ἐλάσας, οὐδὲ μαστίξας, ἀλλ᾽ ἐπὶ τῶν ὤμων ἀναλαβών.

Καθάπερ γὰρ οἱ τῶν ἰατρῶν ἄριστοι τοὺς νοσοῦντας νόσον μακρὰν μετὰ πολλῆς τῆς θεραπείας ἐπὶ τὴν ὑγίειαν ἐπανάγουσιν, οὐ μόνον κατὰ τὸν τῆς ἰατρείας νόμον αὐτοὺς θεραπεύοντες, ἀλλ᾽ ἔστιν ὅπου καὶ χαριζόμενοι· οὕτω καὶ ὁ θεὸς τοὺς σφόδρα διαφθαρέντας οὐ μετὰ πολλῆς ἄγει τῆς σφοδρότητος ἐπὶ τὴν ἀρετήν, ἀλλ᾽ ἠρέμα καὶ κατὰ μικρὸν καὶ διαβαστάζων πανταχοῦ, ὥστε μὴ πλέον γενέσθαι τὸ σχίσμα, μηδὲ μακροτέραν τὴν πλάνην.

Οὐχ αὕτη δὲ μόνον ἡμῖν ἡ παραβολὴ τοῦτο ᾐνίξατο, ἀλλὰ καὶ ἡ τοῦ παιδὸς τοῦ ἀσώτου. Καὶ γὰρ καὶ οὗτος οὐκ ἀλλότριός τις ἦν, ἀλλ᾽ υἱός, καὶ ἀδελφὸς τοῦ εὐηρεστηκότος παιδός, καὶ εἰς κακίαν οὐ τὴν τυχοῦσαν ἐξώκειλεν, ἀλλ᾽ εἰς αὐτὸ τὸ πέρας, ὡς ἄν τις εἴποι, τῶν κακῶν, ὁ πλούσιος καὶ ἐλεύθερος καὶ εὐγενὴς οἰκετῶν καὶ μισθωτῶν [καὶ ξένων] ἀθλιώτερον διατεθείς. Ἀλλ᾽ ὅμως πάλιν εἰς τὸ ἐξ ἀρχῆς ἐπανῆλθεν καὶ τὴν προτέραν δόξαν ἀπέλαβεν. Εἰ δὲ ἀπεγνώκει τῆς ἑαυτοῦ ζωῆς καὶ τοῖς συμβεβηκόσιν ἀπαγορεύσας ἔμεινεν ἐπὶ τῆς ἀλλοτρίας, οὐκ ἂν ἔτυχεν ὧνπερ καὶ ἔτυχεν, ἀλλὰ λιμῷ διαφθαρεὶς τὸν ἁπάντων οἴκτιστον ὑπέμεινεν θάνατον· ἐπειδὴ δὲ μετενόησεν καὶ οὐκ ἀπέγνω, μετὰ τὴν τοσαύτην διαφθορὰν ἐπὶ τῆς προτέρας λαμπρότητος ἐπανέρχεται πάλιν καὶ τὴν καλλίστην περιβάλλεται στολὴν καὶ μειζόνων ἀπολαύει τοῦ μὴ καταπεσόντος ἀδελφοῦ· «Τοσαῦτα γάρ, φησίν, ἔτη δουλεύω σοι [καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον], καὶ οὐδέποτέ μοι ἔδωκας ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ, ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγὼν τὸν βίον σου μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν.» Τοσαύτη ἡ τῆς μετανοίας ἰσχύς.

Ταῦτα οὖν ἔχοντες τὰ ὑποδείγματα, μὴ παραμείνωμεν τοῖς κακοῖς, μηδὲ ἀπογνῶμεν τὴν καταλλαγὴν ἀλλ᾽ εἴπωμεν, καὶ αὐτοί· «Πορευσώμεθα πρὸς τὸν πατέρα», καὶ ἐγγίσωμεν τῷ θεῷ. Αὐτὸς γὰρ ἡμᾶς οὐδέποτε ἀποστρέφεται, ἀλλ᾽ ἡμεῖς ἐσμεν οἱ μακρύνοντες ἑαυτούς· «Ὁ θεὸς γάρ, φησίν, ἐγγίζων ἐγώ εἰμι καὶ οὐ θεὸς πόρρωθεν.» Καὶ διὰ τοῦ αὐτοῦ δὲ τούτου προφήτου πάλιν ἐγκαλῶν αὐτοῖς ἔλεγεν· «Οὐχὶ αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ἐμοῦ τε καὶ ὑμῶν;» Ἐπεὶ οὖν τοῦτό ἐστι τὸ πόρρω ποιοῦν ἡμᾶς τοῦ θεοῦ περιέλωμεν τὸ χαλεπὸν τοῦτο διάφραγμα, καὶ τὸ κωλῦον οὐδὲν γενέσθαι ἐγγύς. Ἄκουσον δὲ καὶ ἀπ᾽ αὐτῶν τῶν πραγμάτων τοῦτο γεγονός.

Παρὰ Κορινθίοις ἐπισημός τις ἀνὴρ ἁμαρτίαν εἰργάσατο τοιαύτην, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ἐνομίζετο. Πιστὸς δὲ οὗτος ἦν, καὶ τῶν ᾠκειομένων τῷ Χριστῷ· τινὲς δὲ αὐτὸν καὶ τῶν ἱερωμένων εἶναί φασιν. Τί οὖν; Ἆρα ἐξέκοψεν αὐτὸν τῆς τῶν σῳζομένων ἐλπίδι μερίδος ὁ Παῦλος; Οὐδαμῶς· αὐτὸς γάρ ἐστιν ὁ μυριάκις ἀνὼ καὶ κάτω Κορινθίοις ἐγκαλῶν ὅτι αὐτὸν εἰς μετανοίαν οὐ κατέστησαν· βουλόμενος δὲ δεῖξαι ἡμῖν ὅτι οὐκ ἔστιν ἁμάρτημα ὃ μὴ δύναται ἰαθῆναι, πάλιν ἔλεγεν περὶ αὐτοῦ τοῦ χαλεπώτερα τῶν ἐθνῶν ἡμαρτηκότος· «Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἀλλὰ τοῦτο μὲν πρὸ τῆς μετανοίας· ἐπειδὴ δὲ μετενόησεν· «Ἱκανὸν τῷ τοιούτῳ, φησίν, ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων.» Καὶ ἐπέστελλεν παρακαλέσαι πάλιν αὐτόν, καὶ προσέσθαι τὴν μετάνοιαν, ὥστε μὴ πλεονεκτηθῆναι ὑπὸ τοῦ Σατανᾶ. Καὶ ἔθνος δὲ ὁλόκληρον τὸ τῶν Γαλατῶν, μετὰ τὸ πιστεῦσαι καὶ σημεῖα ἐργάσασθαι καὶ πολλοὺς πειρασμοὺς ὑπενεγκεῖν διὰ τὴν πίστιν τὴν εἰς τὸν Χριστὸν καταπεσόντας, πάλιν ἀνίστησιν. Ὅτι μὲν γὰρ ἐθαυματούργουν, ἐδήλωσεν εἰπών· «Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν», ὅτι δὲ καὶ πολλὰ τῆς πίστεως ἕνεκεν ἤθλησαν, καὶ τοῦτο ἔδειξεν λέγων· «Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ.»

Ἀλλ᾽ ὅμως μετὰ τὴν τοσαύτην ἐπίδοσιν ἁμαρτίαν ἥμαρτον ἱκανὴν ἀλλοτριῶσαι αὐτοὺς τοῦ Χριστοῦ· περὶ ἧς αὐτὸς οὕτως ἀποφαίνεται λέγων· «Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι· ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει», καὶ πάλιν· «Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε». Καὶ μετὰ τὴν τοσαύτην ὅμως παράπτωσιν, προσίεται αὐτοὺς λέγων· «Τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν», δεικνὺς ὅτι καὶ μετὰ τὴν ἐσχάτην διαφθορὰν δυνατὸν πάλιν ἄνωθεν τὸν Χριστὸν μορφωθῆναι ἐν ἡμῖν· «Οὐ γὰρ θέλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.» Ἐπιστρέψωμεν οὖν, ὦ φίλη κεφαλή, καὶ τὸ θέλημα ἐξανύσωμεν τοῦ θεοῦ. Διὰ γὰρ τοῦτο ἡμᾶς ἔκτισεν καὶ εἰς τὸ εἶναι παρήγαγεν, ἵνα τῶν αἰωνίων ποιήσῃ μετασχεῖν ἀγαθῶν, ἵνα τὴν βασιλείαν παράσχῃ τῶν οὐρανῶν, οὐχ ἵνα εἰς γέενναν ἐμβάλῃ καὶ τῷ πυρὶ παραδῷ· τοῦτο γὰρ οὐ δι᾽ ἡμᾶς, ἀλλὰ διὰ τὸν διάβολον γέγονεν· ἡ βασιλεία δὲ ἡμῖν ηὐτρέπισται καὶ παρεσκεύασται πάλαι. Καὶ ταῦτα ἀμφότερα ὑποδεικνὺς ἔλεγεν τοῖς μὲν ἐκ δεξιῶν· «Δεῦτε, φησίν, οἱ εὐλογημένοι τοῦ Πατρός μου κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Τοῖς δὲ ἐξ εὐωνύμων· «Πορεύεσθε ἀπ᾽ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον», οὐκ ἔτι «ὑμῖν» ἀλλὰ «τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ».

Οὕτως οὐ δι᾽ ἡμᾶς ἡ γέεννα γέγονεν, ἀλλὰ δι᾽ ἐκεῖνον καὶ τοὺς ἀγγέλους αὐτοῦ· ἡ δὲ βασιλεία πρὸ καταβολῆς αἰῶνος ἡμῖν παρεσκεύασται. Μὴ τοίνυν ἀναξίους ἑαυτοὺς τῆς εἰσόδου τοῦ νυμφῶνος κατασκευάσωμεν· ἕως μὲν γὰρ ἂν ὦμεν ἐνθάδε, κἂν μυρία ἁμάρτωμεν, ἔνεστιν ἅπαντα ἀπολούσασθαι μετάνοιαν τῶν ἁμαρτηθέντων ἐπιδειξαμένους ἀξίαν· ἡνίκα δὲ ἂν ἀπαχθῶμεν ἐκεῖ, οὐδ᾽ ἂν σφοδροτάτην ἐπιδειξώμεθα τὴν μετάνοιαν, ἔσται τι πλέον λοιπόν, ἀλλὰ κἂν τοὺς ὀδόντας βρύχωμεν, κἂν κοπτώμεθα, κἂν μυρία παρακαλῶμεν, οὐδὲ ἄκρῳ τις ἐπιστάξει τῷ δακτύλῳ φλεγομένοις ἡμῖν, ἀλλ᾽ ἀκουσόμεθα ταῦτα, ἅπερ καὶ ὁ πλούσιος ἐκεῖνος τότε, ὅτι· «Χάσμα μέγα μεταξὺ ἡμῶν τε καὶ ὑμῶν ἐστήρικται.» Ἀνανήψωμεν οὖν ἐνταῦθα, παρακαλῶ, καὶ τὸν Δεσπότην ἐπιγνῶμεν τὸν ἑαυτῶν, ὡς ἐπιγνῶναι χρή. Τότε γὰρ μόνον ἀπογνῶναι δεῖ τὴν ἀπὸ τῆς μετανοίας ἐλπίδα ὅταν ἐν τῷ ᾅδῃ γενώμεθα· ἐκεῖ γὰρ μόνον τοῦτο τὸ φάρμακον ἀσθενές· ἐνταῦθα δὲ ὄντων ἡμῶν, κἂν ἐν αὐτῷ τῷ γήρᾳ ἐπιτεθῇ, πολλὴν ἐπιδείκνυται τὴν ἰσχύν.

Διὸ καὶ ὁ διάβολος πάντα κινεῖ ἵνα τὸν τῆς ἀπογνώσεως ἐν ἡμῖν ῥιζώσῃ λογισμόν· οἶδε γὰρ ὅτι, κἂν μικρὸν μετανοήσωμεν, οὐκ ἀμισθὶ τοῦτο πράξομεν, ἀλλ᾽ ὥσπερ ὁ τὸ ποτήριον τὸ ψυχροῦν ἐπιδοὺς ἀποκειμένην ἔχει τὴν ἀμοιβήν, οὕτω καὶ ὁ μετανοήσας ἐφ᾽ οἷς ἔπραξε δεινοῖς, κἂν μὴ τῶν ἁμαρτημάτων ἀξίαν ἐπιδείξηται τὴν μετάνοιαν, καὶ αὐτῆς ταύτης ἕξει τὴν ἀντίδοσιν. Οὐδὲν γὰρ ὅλως τῶν ἀγαθῶν, κἂν μικρὸν ᾖ, παροφθήσεται παρὰ τοῦ θεοῦ, τοῦ δικαίου κριτοῦ. Εἰ γὰρ τὰ ἁμαρτήματα μετὰ τοσαύτης ἐξετάζεται τῆς ἀκριβείας, ὡς καὶ ῥημάτων καὶ ἐνθυμημάτων τίνειν τιμωρίας ἡμᾶς, πολλῷ μᾶλλον τὰ κατορθώματα, κἂν μεγάλα ᾖ, κἂν μικρά, λογισθήσεται κατ᾽ ἐκεῖνον ἡμῖν τὸν καιρόν.

Ὥστε κἂν μὴ πρὸς αὐτὴν τὴν ἀκρίβειαν πάλιν ἐπανελθεῖν δυνηθῇς, ἀλλὰ τὸ τυχὸν γοῦν τῆς παρούσης νόσου καὶ ἀσελγείας ἀποστήσῃς σαυτόν, οὐδὲ τοῦτο ἔσται ἀνόνητον· μόνον ἀρχὴν ἐπίθες τῷ πράγματι, καὶ τὴν εἰς τοὺς ἀγῶνας εἴσοδον ἄνοιξον· ἕως δ᾽ ἂν ἔξω μένῃς εἰκότως δύσκολον καὶ ἄπορον τοῦτό σοι φαίνεται. Πρὸ γὰρ τῆς πείρας, κἂν σφόδρα ᾖ τὰ πράγματα κοῦφα καὶ φορητά, ὅμως ἔμφασιν ἡμῖν παρέχειν εἴωθε δυσκολίας πολλῆς· ὅταν δὲ ἐν αὐτοῖς διὰ τῆς πείρας γενώμεθα καὶ κατατολμήσωμεν, τὸ πλέον τῆς ἀγωνίας ἐξίσταται, καὶ τὸ θαρρεῖν ἀντὶ τοῦ τρέμειν καὶ ἀπογινώσκειν ἐπεισελθὸν ἐλαττοῖ μὲν τὸν φόβον, αὔξει δὲ τὴν εὐμάρειαν καὶ τὰς χρηστὰς ἐλπίδας ἰσχυροτέρας ποιεῖ.

Διὰ τοῦτο καὶ τὸν Ἰουδὰν ἀπήγαγεν ἐνθένδε ὁ πονηρός, ἵνα μὴ τῆς προσηκούσης λαβόμενος ἀρχῆς ἐπανέλθῃ διὰ τῆς μετανοίας ὅθεν ἐξέπεσεν. Ἐγὼ γάρ, εἰ καὶ παράδοξον τὸ λεγόμενον, οὐδὲ ἐκεῖνο τὸ παράπτωμα μεῖζον εἴποιμ᾽ ἂν εἶναι τῆς ἀπὸ τῆς μετανοίας βοηθείας ἐγγινομένης ἡμῖν. Διὸ δὴ δέομαι καὶ ἀντιβολῶ, πᾶσαν τὴν σατανικὴν ἔννοιαν ἐξορίσαντά σε τῆς ψυχῆς, ἐπὶ τὴν σωτηρίαν ταύτην ἐλθεῖν. Εἰ μὲν γὰρ ἀθρόως καὶ ὁμοῦ πρὸς ἐκείνην σε πάλιν τὴν κορυφὴν ἀναβῆναι ἐκέλευον, εἰκότως ἂν ἐδυσχέραινες, ὡς πολλῆς τῆς δυσκολίας οὔσης ἐν τούτῳ· εἰ δὲ τοσοῦτον ἀπαιτῶ μόνον νῦν, ὅσον μὴ προσθεῖναι τοῖς παροῦσι κακοῖς, ἀλλὰ στάντα ἐνταῦθα τὴν ἐναντίαν ὑποστρέψαι πάλιν, τίνος εἵνεκεν ὀκνεῖς καὶ ἀναδύῃ καὶ εἰς τοὐπίσω καθέλκεις σαυτόν; Οὐχ ἑόρακας τοὺς ἐν τρυφῇ καὶ μέθῃ καὶ ἁδηφαγίᾳ, καὶ τῇ λοιπῇ τελευτήσαντας χλευασίᾳ τοῦ βίου; Ποῦ νῦν εἰσιν οἱ μετὰ πολλοῦ μὲν τοῦ τύφου, πολλῶν δὲ ἀκολούθων σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς, οἱ τὰ σηρικὰ ἐνδεδυμένοι καὶ μύρων πνέοντες καὶ παρασίτους τρέφοντες καὶ τῇ σκηνῇ προσηλωμένοι διὰ παντός, ποῦ τούτων ἡ φαντασία ἐκείνη νῦν; Οἴχεται. Ἡ τῶν δείπνων πολυτέλεια, ἡ τῶν μουσικῶν πληθύς, ἡ τῶν κολάκων θεραπεία, ὁ γέλως ὁ πολύς, ἡ τῆς ψυχῆς ἄνεσις, ἡ τῆς διανοίας διάχυσις, ὁ βίος ὁ ὑγρὸς καὶ ἀνειμένος καὶ περιττός, ποῦ νῦν;