Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς Θεόδωρον ἐκπεσόντα

Ἰωάννης ὁ Χρυσόστομος

Η φοβερή κρίση, η στέρηση του Θεού και η μακαριότητα του παραδείσου

Αναλύεται ο ανείπωτος πόνος από την έκπτωση και τη στέρηση της θείας κοινωνίας, σε αντιδιαστολή με τη μακαριότητα της μελλοντικής ζωής και την άρρητη δόξα της βασιλείας των ουρανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 9

Ταῦτα μὲν γὰρ ἐν τῇ γεέννῃ καὶ τούτων πικρότερα], ἡ γὰρ τῶν ἀποκειμένων ἀγαθῶν ἀπόπτωσις τοσαύτην ἔχει τὴν ὀδύνην, τοσαύτην τὴν θλίψιν καὶ τὴν στενοχωρίαν ὡς, εἰ καὶ μηδεμία τιμωρία τοῖς ἐνταῦθα ἁμαρτάνουσιν ἔκειτο, αὐτὴν καθ᾽ ἑαυτὴν ἀρκέσαι καὶ τῶν ἐν τῇ γεέννῃ βασανιστηρίων πικρότερον δακεῖν καὶ συνταράξαι τὰς ἡμετέρας ψυχάς.

Ἐννόησον γάρ μοι τῆς ζωῆς τὴν κατάστασιν ἐκείνης, καθ᾽ ὅσον ἐννοῆσαι δυνατόν· πρὸς γὰρ τὴν ἀξίαν οὐδεὶς ἡμῖν ἀρκέσει λόγος· ἀλλ᾽ ἐξ ὧν ἀκούομεν ὥσπερ διά τινων αἰνιγμάτων λάβωμέν τινα φαντασίαν αὐτῆς ἀμυδράν· «Ἀπέδρα, φησίν, ὀδύνη καὶ λύπη καὶ στεναγμός.» Τί οὖν ταύτης μακαριώτερον γένοιτ᾽ ἂν τῆς ζωῆς; Οὐκ ἔστιν ἐκεῖ πενίαν δεδοικέναι καὶ νόσον· οὐκ ἔστιν ἀδικοῦντα οὐδ᾽ ἀδικούμενον ἰδεῖν, [οὐ παροξύνοντα καὶ παροξυνόμενον] οὐκ ὀργιζόμενον, οὐ βασκαίνοντα, οὐκ ἐπιθυμίᾳ ἀτόπῳ φλεγόμενον, οὐχ ὑπὲρ τῆς τῶν ἀναγκαίων ἀλύοντα χορηγίας, οὐχ ὑπὲρ ἀρχῆς καὶ δυναστείας κοπτόμενον· πᾶσα γὰρ ἡ ζάλη τῶν ἐν ἡμῖν παθῶν σβεσθεῖσα ἀπόλλυται, καὶ πάντα εἰρήνη [ἔσται καὶ εὐφροσύνη] καὶ χαρά, πάντα εὔδια καὶ γαληνά, πάντα [ἡμέρα καὶ] λαμπρότης καὶ φῶς, καὶ οὐ τοῦτο τὸ νῦν, ἀλλ᾽ ἕτερον τούτου τοσοῦτον λαμπρότερον ὅσον τοῦ λυχναίου τοῦτο φαιδρότερον· οὔτε γὰρ ἐκεῖ νύξ, οὔτε συνδρομὴ [κρύπτεται] νεφελῶν, [οὐ κάει καὶ φλέγει σώματα οὔτε γὰρ νύξ], οὔτε ἑσπέρα· οὐ κρυμός, οὐ θάλπος, οὐκ ἄλλη τις τροπῶν μεταβολή, ἀλλ᾽ ἑτέρα τις κατάστασις τοιαύτη, ἣν οἱ καταξιωθέντες εἴσονται μόνον· οὐκ ἔστι γῆρας ἐκεῖ καὶ τὰ τοῦ γήρως κακά, ἀλλὰ πάντα ἐκποδῶν γίνεται τὰ τῆς φθορᾶς, τῆς ἀφθάρτου δόξης κρατούσης πανταχοῦ.

Τὸ δὲ τούτων ἁπάντων μεῖζον, τὸ τῆς πρὸς τὸν Χριστὸν ὁμιλίας ἀπολαύειν διηνεκῶς, μετὰ ἀγγέλων, μετὰ ἀρχαγγέλων, μετὰ τῶν ἀνωτέρω δυνάμεων.

Ἴδε τὸν οὐρανὸν νῦν καὶ διάβηθι τῷ λογισμῷ πρὸς τὰ ὑπὲρ τὸν οὐρανόν, λογίσαι τῆς κτίσεως ἁπάσης τὸν μετασχηματισμόν· οὐ γὰρ τοιαύτη μενεῖ ἀλλὰ πολλῷ καλλίων ἔσται καὶ φαιδροτέρα· τί λέγω; καὶ ὅσῳ μολύβδου πρὸς χρυσὸν ἀποστίλβοντα τὸ μέσον, τοσούτῳ τῆς παρασκευῆς ἔσται ταύτης βελτίων ἡ τότε, καθὼς καὶ ὁ μακάριος Παῦλός φησιν· «ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς.» Νῦν μὲν γὰρ ἅτε φθορᾶς μετέχουσα, πολλὰ πάσχει ὅσα τὰ τοιαῦτα σώματα πάσχειν εἰκός· τότε δὲ πάντα ἀποδυσαμένη ταῦτα, ἄφατον ἐπιδείξεται τὴν εὐπρέπειαν· ἐπειδὴ γὰρ ἄφθαρτα μέλλει δέχεσθαι σώματα, καὶ αὐτὴ λοιπὸν ἐπὶ τὸ κρεῖττον μετασχηματισθήσεται. Οὐδαμοῦ τότε στάσις καὶ μάχη· πολλὴ γὰρ ἡ συμφωνία, τῶν ἁγίων πάντων ὁμογνωμονούντων ἀλλήλοις ἀεί. Οὐκ ἔστιν ἐκεῖ διάβολον δεῖσαι καὶ δαιμόνων ἐπιβουλάς, οὐ γεέννης ἀπειλήν, οὐ θάνατον, οὐ τοῦτον τὸν νῦν, οὐ τὸν πολλῷ τούτου χαλεπώτερον ἐκεῖνον, ἀλλὰ πᾶς ὁ τοιοῦτος λέλυται φόβος.

Καὶ καθάπερ παιδίον βασιλικὸν πρότερον ἐν εὐτελεῖ τρεφόμενον οἰκήματι καὶ ὑπὸ φόβον ὂν παιδαγωγῶν, ὥστε μὴ τῇ ἀνέσει γενέσθαι χεῖρον καὶ τῆς πατρικῆς ἀνάξιον κληρονομίας, ἐπειδὰν εἰς τὸ βασιλικὸν ἐλθεῖν ἀξίωμα δέῃ, πάντα ἀθρόως ἐκεῖνα μεταμφιασάμενος, ἐξαίφνης, μετὰ τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος καὶ τοῦ πλήθους τῶν δορυφόρων, μετὰ πολλῆς προκάθηται τῆς παρρησίας, τὰ ταπεινὰ καὶ κατηφῆ ῥίψας ἀπὸ τῆς ψυχῆς, καὶ ἕτερα ἀντ᾽ ἐκείνων ἀναλαβών· οὕτω δὴ καὶ τότε συμβήσεται τοῖς ἁγίοις ἅπασιν.

Καὶ ὅτι οὐ κόμπος τὰ ῥήματα, πορευθῶμεν ἐπὶ τὸ ὄρος τῷ λόγῳ, ἔνθα μετεμορφώθη Χριστός· ἴδωμεν αὐτὸν λάμποντα ὥσπερ ἔλαμψεν· καίτοι γε οὐδὲ οὕτως πᾶσαν ἡμῖν ὑπέδειξεν τὴν τοῦ μέλλοντος αἰῶνος λαμπρότητα. Ὅτι γὰρ συγκατάβασις τὸ φαινόμενον ἦν ἀλλ᾽ οὐκ ἐπίδειξις τοῦ πράγματος ἀκριβής, ἀπ᾽ αὐτῶν δῆλον τῶν ῥημάτων τοῦ εὐαγγελιστοῦ. Τί γάρ φησιν; «Ἔλαμψεν ὡς ὁ ἥλιος.» Ἡ δὲ τῶν ἀφθάρτων σωμάτων δόξα οὐ τοσοῦτον ἀφίησιν τὸ φῶς, ὅσον τοῦτο τὸ σῶμα τὸ φθαρτόν, οὐδὲ τοιοῦτον οἷον καὶ θνητοῖς ὄμμασι γενέσθαι χωρητόν, ἀλλὰ ἀφθάρτων καὶ ἀθανάτων δεόμενον ὀφθαλμῶν πρὸς τὴν θέαν αὐτοῦ. Τότε δὲ ἐπὶ τοῦ ὄρους τοσοῦτον αὐτοῖς ἀπεκάλυψεν, ὅσον ἰδεῖν δυνατὸν ἦν [καὶ μὴ θλίψαι] τὰς τῶν ὁρώντων ὄψεις· καὶ οὐδὲ οὕτως ἤνεγκαν ἀλλ᾽ ἔπεσον ἐπὶ πρόσωπον. Εἰπέ μοι δέ· εἴ τίς σε εἰς θέατρον εἰσήγαγεν ἔνθα πάντες ἐκάθηντο χρυσᾶς ἀναβεβλημένοι στολάς, καὶ ἐν μέσῳ τῷ πλήθει ἕτερόν τινα ἐπέδειξεν ἀπὸ λίθων τιμίων, καὶ τὰ ἱμάτια καὶ τὸν στέφανον ἔχοντα τὸν ἐπὶ τῆς κεψαλῆς, εἶτά σε ἐπηγγέλλετο εἰς ἐκεῖνον κατατάξειν τὸν δῆμον, ἆρ᾽ οὐκ ἂν ἅπαντα ἔπραξας ὥστε τῆς ἐπαγγελίας ταύτης τυχεῖν;

Ἀναπέτασον οὖν καὶ νῦν τῷ νῷ τοὺς οὐρανοὺς καὶ βλέψον εἰς ἐκεῖνο τὸ θέατρον, οὐκ ἀπὸ τοιούτων συγκείμενον ἀνδρῶν, ἀλλ᾽ ἀπ᾽ ἐκείνων οἳ καὶ τοῦ χρυσοῦ καὶ τῶν λίθων τῶν τιμίων καὶ τῶν ἀκτίνων τῶν ἡλιακῶν καὶ πάσης ὁρωμένης φαιδρότητός εἰσιν τιμιώτεροι, καὶ οὐκ ἐξ ἀνθρώπων δὲ μόνον ἀλλὰ καὶ ἀπὸ τῶν πολὺ τούτων τιμιωτέρων ἀγγέλων, ἀρχαγγέλων, θρόνων, κυριοτήτων, ἀρχῶν, ἐξουσιῶν. Περὶ γὰρ τοῦ βασιλέως οὐδὲ εἰπεῖν ἑνί, οἷός ἐστιν, δυνατόν· οὕτως ἅπαντα λόγον καὶ νοῦν ἐκεῖνο διαφεύγει τὸ κάλλος, ἡ ὡραιότης, τὸ κράτος, ἡ δόξα, ἡ μεγαλωσύνη, ἡ μεγαλοπρέπεια. Τοσούτων οὖν ἀγαθῶν καὶ τηλικούτων ἀποστερήσωμεν ἑαυτούς, εἰπέ μοι, ἵνα μὴ μικρὸν πονέσωμεν χρόνον; Εἰ γὰρ μυρίους καθ᾽ ἑκάστην ἡμέραν θανάτους ὑπομένειν ἐχρῆν, εἰ γὰρ τὴν γέενναν αὐτὴν ὑπὲρ τοῦ τὸν Χριστὸν ἐρχόμενον ἰδεῖν ἐν τῇ δόξῃ αὐτοῦ καὶ εἰς τὸν τῶν ἁγίων ἐγκαταλεγῆναι χορόν, οὐκ ἐχρῆν ἅπαντα ὑπομένειν ἐκεῖνα; Ἄκουσον τί φησιν ὁ μακάριος Πέτρος· «Καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι.»

Εἰ δὲ ἐκεῖνος ἀμυδράν τινα τῶν μελλόντων εἰκόνα ἰδὼν ἅπαντα ἐξαίφνης ἔρριψεν ἀπὸ τῆς ψυχῆς διὰ τὴν ἀπὸ τῆς ὄψεως ἐκείνης ἡδονὴν ἐντεθεῖσαν αὐτοῦ τῇ ψυχῇ, τί ἄν τις εἴποι, ὅταν αὐτὴ τῶν πραγμάτων ἡ ἀλήθεια παραγένηται, ὅταν τῶν βασιλείων ἀνοιγέντων κατοπτεύειν ἐξῇ τὸν βασιλέα αὐτόν, μηκέτι ἐν αἰνίγματι μηδὲ δι᾽ εἰσόπτρου, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον, μηκέτι διὰ πίστεως ἀλλὰ διὰ εἴδους;

Οἱ μὲν οὖν πολλοὶ τῶν ἀλογώτερον διακειμένων τὸ τῆς γεέννης ἀπαλλαγῆναι ἀγαπητὸν τίθενται μόνον· ἐγὼ δὲ τῆς γεέννης πολλῷ χαλεπωτέραν κόλασιν εἶναί φημι τὸ μὴ γενέσθαι ἐν ἐκείνῃ τῇ δόξῃ, καὶ τὸν ἐκπεσόντα ἐκεῖθεν οὐχ οὕτως οἶμαι δεῖν πενθεῖν τὰ ἐν τῇ γεέννῃ κακά, ὡς τὴν ἀπόπτωσιν τὴν ἐκ τῶν οὐρανῶν· τοῦτο γὰρ μόνον ἁπάντων χαλεπώτερον εἰς κολάσεως λόγον ἐστίν.

Νῦν δὲ βασιλέα μὲν πολλάκις ὁρῶντες μετὰ πολλῶν τῶν δορυφόρων εἰς τὰ βασίλεια εἰσελαύνοντα, τοὺς πλησίον ὄντας αὐτοῦ καὶ λόγου καὶ γνώμης κοινωνοῦντας καὶ τῆς δόξης μετέχοντας τῆς λοιπῆς μακαρίζομεν· κἂν μυρία μὲν ἔχωμεν ἀγαθά, ταλανίζομεν ἑαυτοὺς καὶ οὐδενὸς ἐκείνων λαμβάνομεν αἴσθησιν, εἰς τὴν δόξαν ἀφορῶντες τῶν περὶ αὐτόν, καίτοι γε εἰδότες ἐπισφαλῆ καὶ ἀβέβαιον τὴν τοιαύτην λαμπρότητα καὶ διὰ τοὺς πολέμους καὶ διὰ τὰς ἐπιβουλὰς καὶ διὰ τὰς βασκανίας καὶ διὰ τὸ καὶ χωρὶς τούτων αὐτὴν καθ᾽ ἑαυτὴν οὐδενὸς ἀξίαν εἶναι λόγου· ἐπὶ δὲ τοῦ πάντων βασιλέως, «τοῦ κατέχοντος—οὐ μέρος τῆς γῆς ἀλλὰ—πάντα τὸν γῦρον τῆς γῆς», μᾶλλον δὲ τοῦ πᾶσαν αὐτὴν περιλαμβάνοντος «ἐν δρακὶ» καὶ τοὺς οὐρανοὺς μετροῦντος «σπιθαμῇ», τοῦ πάντα φέροντος «τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ», ᾧ πάντα τὰ ἔθνη ὡς οὐδὲν καὶ ὡς σίελος ἐλογίσθησαν, ἐπὶ τούτου δὲ οὐχ ἡγησόμεθα ἐσχάτην εἶναι κόλασιν τὸ μὴ καταλεγῆναι εἰς τὸν χορὸν ἐκεῖνον τὸν περὶ αὐτόν, ἀλλὰ καὶ στέρξομεν ἂν τῆς γεέννης ἀπαλλαγῶμεν μόνον;

Καὶ τί ταύτης ἐλεεινότερον γένοιτ᾽ ἂν τῆς ψυχῆς; Οὗτος τοίνυν ὁ βασιλεὺς οὐ ζεῦγος ἔχων ἡμιόνων λευκῶν, οὐδὲ ὄχημα χρυσοῦν, οὐδὲ ἁλουργίδα καὶ διάδημα περικείμενος οὕτως ἔρχεται κρινῶν τὴν γῆν. Ἀλλὰ πῶς; Ἄκουσον τῶν προφητῶν βοώντων καὶ λεγόντων, ὡς ἀνθρώποις εἰπεῖν δυνατόν· ὁ μὲν γάρ φησιν· «Ὁ θεὸς ἐμφανῶς ἥξει ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά· προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ.» Ὁ δὲ Ἡσαΐας καὶ τὴν κόλασιν αὐτὴν ἡμῖν προτίθησιν, οὑτωσὶ λέγων· «Ἰδοὺ ἡμέρα Κυρίου ἔρχεται ἀνίατος θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς αὐτῶν οὐ δώσουσι καὶ σκοτισθήσεται ὁ ἥλιος ἐν τῇ ἐξόδῳ αὐτοῦ καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Καὶ ἐντελοῦμαι ὅλῃ τῇ οἰκουμένῃ κακὰ καὶ τοῖς ἀσεβέσιν τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον καὶ ἄνθρωπος ἔντιμος ἔσται μᾶλλον ἢ ὁ λίθος ὁ ἐκ Σουφίρ. Καὶ γὰρ ὁ οὐρανὸς σαλευθήσεται καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς διὰ θυμὸν ὀργῆς Κυρίου Σαβαὼθ ἐν τῇ ἡμέρᾳ ᾗ ἂν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ.»

Καὶ πάλιν· «Θυρίδες, φησίν, ἐκ τοῦ οὐρανοῦ ἀνοιχθήσονται καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς, ταραχῇ ταραχθήσεται ἡ γῆ· ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ· κλινομένη κλιθήσεται ἡ γῆ· σάλῳ σαλευθήσεται ἡ γῆ· ὡς ὁ μεθύων καὶ ὡς ὁ κραιπαλῶν σεισθήσεται, ὡς ὀπωροφυλακίον ἡ γῆ πεσεῖται, καὶ οὐ μὴ δύνηται ἀναστῆναι· κατίσχυσεν γὰρ ἐπ᾽ αὐτὴν ἡ ἀνομία. Καὶ ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ ἐν τῷ ὕψει τὴν χεῖρα αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐπὶ τὰς βασιλείας τῆς γῆς· καὶ συνάξει συναγωγὴν αὐτῆς εἰς δεσμωτήριον καὶ ἀποκλείσει εἰς ὀχύρωμα.» Καὶ ὁ Μαλαχίας συνῳδὰ τούτοις φθεγγόμενος ἔλεγεν· «Ἰδοὺ ἔρχεται Κύριος παντοκράτωρ, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ, ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; Διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρύσιον.» Καὶ πάλιν· «Ἰδού, φησίν, ἡμέρα ἔρχεται Κυρίου καιομένη ὡς κλίβανος καὶ καταφλέξει αὐτοὺς καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς καὶ πάντες οἱ ποιοῦντες τὰ ἄνομα ὡς καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη, λέγει Κύριος παντοκράτωρ καὶ οὐ μὴ ὑπολειφθῇ ῥίζα οὐδὲ κλῆμα.»

Ὁ δὲ ἀνὴρ τῶν ἐπιθυμιῶν· «Ἐθεώρουν, φησίν, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ ὁ παλαιὸς τῶν ἡμερῶν ἐκάθητο· καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἷλκεν ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ. [Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μυρίαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ.] Κριτήριον ἐκάθισεν καὶ βίβλοι ἀνεῴχθησαν.» Εἶτα μετὰ μικρόν· «Ἐθεώρουν, φησίν, ἐν ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη αὐτῷ, καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία καὶ πάντες λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσιν καὶ ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος ἥτις οὐ παρελεύσεται καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται· Ἔφριξεν τὸ πνεῦμά μου, ἐγὼ Δανιήλ, ἐν τῇ ἕξει μου, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάρασσόν με.» Τότε ἀναπετάννυνται πᾶσαι τῶν οὐρανίων ἁψίδων αἱ πύλαι, μᾶλλον δὲ καὶ αὐτὸς ἐκ μέσου λαμβάνεται ὁ οὐρανός, καθάπερ τινὸς σκηνῆς παραπέτασμα συστελλόμενον ἐκ τοῦ μέσου, ὥστε μετασχηματισθῆναι ἐπὶ τὸ βέλτιον. Τότε πάντα ἐκστάσεως γέμει καὶ φρίκης καὶ τρόμου.

Τότε καὶ αὐτοὺς πολὺς ἔχει τοὺς ἀγγέλους ὁ φόβος, οὐκ ἀγγέλους δὲ μόνον, ἀλλὰ καὶ ἀρχαγγέλους καὶ θρόνους καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας· «Σεισθήσονται γάρ, φησίν, αἱ δυνάμεις τῶν οὐρανῶν», διὰ τὸ τοὺς ὁμοδούλους ἀπαιτεῖσθαι τὰς εὐθύνας τῆς ἐνθάδε ζωῆς. Καὶ μὴ θαυμάσῃς.

Εἰ γὰρ πόλεως μιᾶς κρινομένης ἐπὶ τούτων τῶν ἀρχόντων πεφρίκασιν αἱ λοιπαὶ καὶ αἱ κινδύνων ἐκτός, τῆς οἰκουμένης ἁπάσης δικαζομένης ὑπὸ τοιούτου κριτοῦ, οὐ μαρτύρων δεομένου, οὐκ ἐλέγχων, ἀλλὰ χωρὶς τούτων ἁπάντων καὶ πράξεις καὶ ῥήματα καὶ ἐνθυμήματα παριστῶντος εἰς μέσον καὶ πάντα ὥσπερ ἐν εἰκόνι τινὶ τοῖς τε ἡμαρτηκόσιν αὐτοῖς καὶ τοῖς ἀμύνουσιν ἐπιδεικνύντος, πῶς οὐκ εἰκὸς ἅπασαν κλονεῖσθαι δύναμιν. Εἰ γὰρ καὶ μὴ ποταμὸς εἵλκετο πυρός, μηδὲ ἄγγελοι παρειστήκεισαν φοβεροί, μόνον δὲ καλούμενοι τῶν ἀνθρώπων οἱ μὲν ἐπῃνοῦντο καὶ ἐθαυμάζοντο, οἱ δὲ παρεπέμποντο ἀτιμῶς, [ἵνα μὴ ἴδωσιν τὴν δόξαν τοῦ θεοῦ], καὶ τοῦτο μόνον ἡ κόλασις ἦν, ἆρα οὐκ ἂν πάσης γεέννης πικρότερον ἡ ἐκ τῶν τοσούτων ἔκπτωσις ἀγαθῶν τὰς τῶν ἀπεστερημένων ἔδακνεν ψυχάς; Τοῦτο γὰρ ὅσον κακόν, νῦν μὲν οὐ δυνατὸν παραστῆσαι τῷ λόγῳ, τότε δὲ ἐπὶ τῶν πραγμάτων εἰσόμεθα σαφῶς. Σὺ δέ μοι προστίθει νῦν καὶ τὴν κόλασιν, καὶ μὴ μόνον αἰσχυνομένους μηδὲ ἐγκαλυπτομένους καὶ κάτω νεύοντας, ἀλλὰ καὶ τὴν ἐπὶ τὸ πῦρ ἑλκομένους ὁδὸν καὶ πρὸς αὐτὰ συρομένους τὰ βασανιστήρια καὶ ταῖς ἀποτόμοις παραδιδομένους δυνάμεσιν, καὶ ταῦτα πάσχοντας κατὰ τὸν καιρὸν καθ᾽ ὃν στεφανοῦνται καὶ ἀνακηρύττονται καὶ τῷ θρόνῳ παρίστανται τῷ βασιλικῷ πάντες οἱ τὰ ἀγαθὰ πράξαντες καὶ ἀξιωθέντες τῆς αἰωνίου ζωῆς.

Καὶ ταῦτα μὲν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· τὰ δὲ ἑξῆς τίς ἡμῖν παραστήσει λόγος, τῆς μετὰ τοῦ Χριστοῦ λέγω συνουσίας τὴν ἡδονήν, τὴν χαράν; ψυχὴ γὰρ εἰς τὴν οἰκείαν εὐγένειαν ἐπανελθοῦσα καὶ μετὰ παρρησίας λοιπὸν δυνηθεῖσα τὸν ἑαυτῆς Δεσπότην ὁρᾶν, οὐκ ἔστιν εἰπεῖν ὅσην καρποῦται τὴν ἡδονήν, [ὅσον τὸ κέρδος], οὐ τοῖς ἐν χερσὶ μόνον χαίρουσα ἀγαθοῖς ἀλλὰ καὶ τῷ πεπεῖσθαι λοιπὸν ὅτι οὐδαμῶς ταῦτα τελευτήσει τὰ καλά. Πᾶσαν μὲν οὖν τὴν εὐφρασίαν ἐκείνην οὔτε λόγῳ παραστῆσαι ἔστιν οὔτε νῷ διαλαβεῖν· ἀμυδρῶς δὲ καὶ ὡς ἄν τις διὰ μικρῶν μεγάλα δεικνύῃ, πειράσομαι ποιῆσαι φανεράν.

Ἐξετάσωμεν, εἰ δοκεῖ, τοὺς ἐν τῷ παρόντι βίῳ τῶν τοῦ κόσμου καλῶν ἀπολαύοντας, πλούτου λέγω καὶ δυναστείας καὶ δόξης, πῶς ὑπὸ τῆς ἐπιθυμίας γαυρούμενοι, οὐδὲ ἐπὶ τῆς γῆς εἶναι νομίζουσιν, καὶ ταῦτα οὔτε ὁμολογουμένων ἀπολαύοντες καλῶν, οὔτε παραμενόντων αὐτοῖς, ἀλλ᾽ ἀφιπταμένων ὀνείρου ταχύτερον· εἰ δέ ποτε καὶ σταίη μικρὸν καὶ μέχρι τῆς παρούσης ζωῆς, 〈ὡς〉 ἐννοοῦσιν εὐδαιμονεῖν [περαιτέρω δὲ οὐκ ἰσχυόντων συνεξελθεῖν]. Εἰ δὲ ταῦτα εἰς τοσαύτην αἴρει τοὺς ἔχοντας χαράν, τί οἴει γίνεσθαι ἐκείνας τὰς ψυχάς, τὰς καλουμένας ἐπὶ τὰ μυρία ἀγαθὰ τὰ ἐν τοῖς οὐρανοῖς, τὰ πεπηγότα καὶ ἑστῶτα βεβαίως διὰ παντός; Οὐδὲ γὰρ τοῦτο μόνον, ἀλλὰ καὶ τῇ ποσότητι καὶ τῇ ποιότητι τοσούτῳ κρείττω τῶν παρόντων ἐστίν, ὡς «μηδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀναβῆναί ποτε».

Νῦν μὲν γὰρ καθάπερ ἐν μήτρᾳ παιδίον, οὕτως ἐν τῷ κόσμῳ τούτῳ διάγομεν στενοχωρούμενοι καὶ τοῦ μέλλοντος αἰῶνος καὶ τὴν λαμπρότητα καὶ τὴν ἐλευθέριαν οὐ δυνάμενοι συνιδεῖν· ὅταν δὲ ὁ καιρὸς ἐπιστῇ τῶν ὠδίνων καὶ ἀποτέκῃ κατὰ τὴν τῆς κρίσεως ἡμέραν οὓς ὑπεδέξατο πάντας ἀνθρώπους ὁ βίος ὁ παρών· τὰ μὲν ἐξαμβλωθέντα ἀπὸ σκότους εἰς σκότος ἔρχεται, καὶ ἀπὸ θλίψεως εἰς θλῖψιν χαλεπωτέραν, τὰ δὲ ἄρτια ἀπηρτισμένα καὶ τῆς βασιλικῆς εἰκόνος τοὺς χαρακτῆρας διαφυλάξαντα παραστήσονται τῷ βασιλεῖ, καὶ τὴν λειτουργίαν ἀναδέξονται ἐκείνην, ἣν ἄγγελοι καὶ ἀρχάγγελοι τῷ πάντων διακονοῦνται θεῷ.