Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς Θεόδωρον ἐκπεσόντα

Ἰωάννης ὁ Χρυσόστομος

Ασκητικά παραδείγματα πτώσεως και επιστροφής

Παρουσιάζονται σύγχρονα παραδείγματα μοναχών, όπως ο νέος από τη Φοινίκη, οι οποίοι αν και εξέπεσαν στην κοσμική ζωή, κατάφεραν να επιστρέψουν και να τελειωθούν στην αρετή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 8 από 9

Καὶ καθάπερ οἱ μαινόμενοι, ἐπειδὰν ἅπαξ τῆς ὑγιοῦς ἐκπέσωσι καταστάσεως, οὐδὲν δεδοίκασιν, οὐδὲν αἰσχύνονται, ἀλλ᾽ ἀδεῶς ἅπαντα τολμῶσιν καὶ πράττουσιν κἂν εἰς πῦρ μέλλωσιν ἐμπίπτειν, κἂν εἰς πέλαγος, κἂν εἰς κρημνόν· οὕτω καὶ οἱ τῆς ἀπογνώσεως τῇ παραφροσύνῃ ληφθέντες ἀφόρητοι λοιπόν εἰσιν, πανταχοῦ τῆς κακίας διατρέχοντες, κἂν μὴ θάνατος αὐτοὺς ἐπελθὼν κωλύσῃ τῆς μανίας ἐκείνης καὶ τῆς φορᾶς, μυρία ἑαυτοὺς ἐργάζονται δεινά. Διὰ τοῦτο παρακαλῶ πρὶν σφόδρα ὑπὸ ταύτης βαπτισθῆναί σε τῆς μέθης, ἀνανῆψαι καὶ διεγερθῆναι, καὶ τὴν σατανικὴν κραιπάλην ἀπώσασθαι, καὶ εἰ μὴ δυνατὸν ἀθρόως, ἀλλ᾽ ἠρέμα καὶ κατὰ μικρόν. Ἐμοὶ μὲν γὰρ εὐκολώτερον εἶναι φαίνεται τὸ πάντων ὁμοῦ τῶν κατεχόντων ἀποσπασθέντα σχοινίων μεταθεῖναι ἑαυτὸν εἰς τὸ τῆς μετανοίας γυμνάσιον. Εἰ δέ σοι τοῦτο δύσκολον εἶναι δοκεῖ, ὡς ἂν ἐθέλῃς, ἅψαι τῆς ὁδοῦ τῆς ἐπὶ τὰ κρείττω φερούσης, μόνον ἅψαι καὶ ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς. Ναί, δέομαι καὶ ἀντιβολῶ, πρὸς τῆς εὐδοκιμήσεως τῆς προτέρας, πρὸς τῆς παρρησίας ἐκείνης, οὕτω πάλιν σε ἐπὶ τῆς κορυφῆς καὶ τῆς καρτερίας ἴδωμεν τῆς αὐτῆς. Φεῖσαι τῶν σκανδαλιζομένων διὰ τὴν σὴν κεφαλήν, τῶν καταπιπτόντων, τῶν γινομένων ῥᾳθυμοτέρων, τῶν ἀπογινωσκόντων τὴν τῆς ἀρετῆς ὁδόν.

Νῦν μὲν γὰρ κατήφεια τὸν τῶν ἀδελφῶν ἔχει χορόν, ἡδονὴ δὲ καὶ εὐθυμία τὰ τῶν ἀπίστων συνέδρια καὶ 〈κωμῳδήματα〉 τὰ τῶν νέων ῥᾳθυμότερον διακειμένων. Ἂν δὲ ἐπανέλθῃς πάλιν ἐπ᾽ ἐκείνην τοῦ βίου τὴν ἀκρίβειαν, τοὐναντίον γενήσεται καὶ ἡ μὲν ἡμετέρα αἰσχύνη εἰς ἐκείνους μεταστήσεται πᾶσα, ἡμεῖς δὲ ἐν παρρησίᾳ ἐσόμεθα πολλῇ, μετὰ πλείονος λαμπρότητος στεφανούμενόν σε καὶ ἀνακηρυττόμενον ὁρῶντες πάλιν. Μείζονα γὰρ αἱ τοιαῦται νῖκαι φέρουσι καὶ τὴν εὐδοκίμησιν καὶ τὴν ἡδονήν.

Οὐδὲ γὰρ τῶν οἰκείων κατορθωμάτων μόνον λήψῃ τὸν μισθόν, ἀλλὰ καὶ τῆς ἑτέρων παρακλήσεως καὶ παραμυθίας, ὑπόδειγμα μέγιστον ἐγκείμενος, εἴ ποτέ τις τοιούτοις περιπέσοι κακοῖς, πρὸς τὸ διαναστῆναι πάλιν καὶ ἀνακτήσασθαι ἑαυτόν.

Μὴ δὴ κέρδος παρίδῃς τοσοῦτο, μηδὲ καταγάγῃς εἰς ᾅδου μετὰ λύπης τὰς ἡμετέρας ψυχάς, ἀλλὰ δὸς ἡμῖν ἀναπνεῦσαι καὶ τὸ κατέχον ἡμᾶς διά σε τῆς ἀθυμίας ἀποσείσασθαι νέφος. Νῦν μὲν γὰρ τὰ οἰκεῖα παρέντες κακά, τὰς σὰς θρηνοῦμεν συμφοράς· ἂν δὲ ἐθελήσῃς ἀνανῆψαι καὶ διαβλέψαι καὶ τῆς πολιτείας ἐπιλαβέσθαι τῆς ἀγγελικῆς, καὶ τούτου τοῦ πένθους ἀπαλλάξεις ἡμᾶς καὶ τῶν ἡμετέρων ἁμαρτημάτων ὑπομνήσεις. Ὅτι γὰρ ἔστιν τοὺς ἐκ μετανοίας πάλιν ἐπανελθόντας λάμψαι μέγα καὶ φαιδρὸν καὶ πλέον πολλάκις τῶν μηδὲ πεσόντων τὴν ἀρχήν, ἀπεδείξαμεν καὶ ἀπὸ τῶν θείων Γραφῶν. Οὕτω γοῦν καὶ οἱ τελῶναι καὶ αἱ πόρναι τὴν βασιλείαν κληρονομοῦσιν τῶν οὐρανῶν, οὕτω πολλοὶ τῶν ἐσχάτων πρὸ τῶν ἔμπροσθεν τιθένται.

Ἐρῶ δέ σοι καὶ τὰ ἐφ᾽ ἡμῶν γεγενημένα καὶ ὧν δυνήσῃ καὶ αὐτὸς γενέσθαι μάρτυς. Οἶσθά που τὸν νέον ἐκεῖνον τὸν Οὐρβανοῦ παῖδα, τὸν Φοίνικα, τὸν ἐν ὀρφανίᾳ μὲν καταλειφθέντα ἀώρῳ, κύριον δὲ πολλῶν καὶ χρημάτων καὶ οἰκετῶν γενόμενον καὶ ἀγρῶν. Οὗτος τὸ μὲν πρῶτον ἐρρῶσθαι πολλὰ ταῖς ἐν τοῖς μουσείοις διατριβαῖς εἰπών, καὶ τὴν λαμπρὰν ἐκείνην ἀμφίασιν ἀφείς, καὶ τὸν τῦφον ἅπαντα τὸν βιωτικόν, ἐξαίφνης ἱμάτιον εὐτελὲς περιθέμενος, καὶ πρὸς τὴν ἐν τοῖς ὄρεσιν ἐρημίαν ἀναχωρήσας, πολλὴν ἐπεδείξατο τὴν φιλοσοφίαν, οὐ κατὰ τὴν ἡλικίαν μόνον, ἀλλ᾽ ὅσην ἄν τις τῶν θαυμαστῶν καὶ μεγάλων ἀνδρῶν. Μετὰ δὲ ταῦτα καὶ τῆς ἱερᾶς τῶν μυστηρίων τελετῆς ἀξιωθείς, πολλῷ μᾶλλον ἐπεδίδου πρὸς ἀρετήν. Καὶ πάντες ἔχαιρον καὶ ἐδόξαζον τὸν θεόν, ὅτι καὶ ἐν πλούτῳ τραφεὶς πολλῷ, καὶ προγόνους ἔχων λαμπροὺς καὶ σφόδρα ἔτι νέος ὤν, οὕτως ἐξαίφνης ἅπασαν τοῦ βίου τὴν φαντασίαν καταπατήσας πρὸς τὸ ὕψος ἀνέδραμεν τὸ ἀληθινόν.

Ἐν τούτῳ δὲ αὐτὸν ὄντα καὶ θαυμαζόμενον, φθόροι τινὲς ἄνδρες, κατὰ τὸν τῆς συγγενείας ἐπισκοποῦντες νόμον, αὖθις ἐπὶ τὸν πρότερον κλύδωνα ἐπανήγαγον. Καὶ πάντα ῥίψας πάλιν ἐκεῖνα, ἀπὸ τῶν ὀρέων εἰς μέσην εὐθέως κατέβη τὴν ἀγορὰν καὶ ἵππῳ ὀχούμενος καὶ ἀκολούθους ἔχων πολλούς, οὕτω περιῄει τὴν πόλιν πᾶσαν. Εἶτα τί; Καὶ οὐδὲ σωφρονεῖν ἤθελεν λοιπόν. Ὑπὸ γὰρ τῆς πολλῆς ἐκκαιόμενος τρυφῆς καὶ εἰς ἔρωτας ἐμπίπτειν ἀτόπους ἠναγκάζετο· καὶ οὐδὲ εἷς ἦν τῶν ἐν μέσῳ στρεφομένων, ὅστις οὐ τὴν σωτηρίαν ἀπηγόρευσεν τὴν ἐκείνου· τοσοῦτος αὐτὸν συνεῖχεν κολάκων ἑσμός, καὶ προσῆν ὀρφανία καὶ νεότης καὶ πλοῦτος πολύς. Καὶ οἱ τὰ πάντα εὐκόλως μεμφόμενοι, τῶν ἐπὶ τοῦτο τὴν ἀρχὴν ἀγαγόντων αὐτὸν κατηγόρουν λέγοντες, ὅτι καὶ τῶν πνευματικῶν διήμαρτεν καὶ οὐδὲ τοῖς αὑτοῦ πράγμασιν χρήσιμος ἔσται λοιπόν, πρὸ ὥρας τῶν περὶ λόγους πόνων ἀποπηδήσας, καὶ μηδὲν ἐκεῖθεν καρπώσασθαι δυνηθείς. Τούτων δὲ λεγομένων καὶ πολλῆς τῆς αἰσχύνης οὔσης, ἅγιοί τινες ἄνδρες καὶ πολλάκις τοιαύτης θήρας ἐπιτυχόντες, καὶ διὰ τῆς πείρας μαθόντες καλῶς, ὅτι οὐδέν τι τῶν τοιούτων ἀπογινώσκειν χρὴ ταῖς εἰς τὸν θεὸν ὁπλιζομένους ἐλπίσιν, παρατηροῦντες αὐτὸν συνεχῶς εἴ ποτε εἶδον φανέντα ἐπὶ τῆς ἀγορᾶς, καὶ προσῄεσαν καὶ ἠσπάζοντο.

Καὶ τὸ πρῶτον ἐκεῖνος ἄνωθεν αὐτοῖς ἀπὸ τοῦ ἵππου παρακολουθοῦσιν ἐκ πλαγίων διελέγετο· τοσαύτη κατεῖχεν αὐτὸν ἀναισχυντία τὴν ἀρχήν. Οἱ δὲ εὔσπλαγχνοι καὶ φιλόπαιδες ἐκεῖνοι τούτων μὲν ᾐσχύνοντο οὐδέν, εἰς ἓν δὲ ἑώρων μόνον, ὅτι πῶς τῶν λύκων τὸ ἀρνίον ἀποσπάσωσιν· ὅπερ οὖν διὰ τῆς καρτερίας καὶ ἤνυσαν. Ὕστερον γὰρ ὥσπερ ἔκ τινος παραπληξίας ἐν ἑαυτῷ γενόμενος, καὶ τὴν πολλὴν αὐτῶν προσεδρίαν ἐρυθριάσας, εἴ ποτε αὐτοὺς πόρρωθεν προσιόντας εἶδεν, ἀπεπήδα τε εὐθέως καὶ κάτω νεύων, οὕτω μετὰ σιγῆς τὰ παρ᾽ ἐκείνων ἤκουεν ἅπαντα, καὶ προϊὼν πλείονα τὴν πρὸς αὐτοὺς αἰδῶ καὶ τιμὴν ἐπεδείκνυτο.

Καὶ οὕτως αὐτὸν κατὰ μικρὸν τῇ τοῦ θεοῦ χάριτι πάντων ἐκείνων ἐξελκύσαντες τῶν δικτύων, τῇ προτέρᾳ πάλιν ἐρημίᾳ καὶ φιλοσοφίᾳ παρέδωκαν. Καὶ ἐπὶ τοσοῦτον ἔλαμψεν νῦν, ὡς τὸν πρότερον αὐτοῦ βίον, τῷ μετὰ τὴν ἔκπτωσιν παραβαλλόμενον, μηδὲν εἶναι δοκεῖν. Συνιδὼν γὰρ ἀπὸ τῆς πείρας καλῶς τὸ δέλεαρ, καὶ πάντα εἰς τοὺς δεομένους ἀναλώσας τὸν πλοῦτον, καὶ τῶν φροντίδων ἀπολύσας ἑαυτὸν ἐκείνων, πᾶσαν τοῖς βουλομένοις ἐπιβουλεύειν ἐξέκοψε πρόφασιν· καὶ νῦν τὴν ἐπὶ τὸν οὐρανὸν βαδίζων ὁδόν, πρὸς αὐτὸ λοιπὸν τὸ τέλος ἔφθασεν τῆς ἀρετῆς.

Ἀλλ᾽ οὗτος μὲν ἔτι νέος ὢν καὶ κατέπεσεν καὶ ἀνέστη, ἕτερος δέ τις μετὰ τοὺς πολλοὺς ἱδρῶτας, οὓς ἐν ταῖς ἐρημίαις διατρίβων ἤνεγκεν, ἕνα σύνοικον ἔχων μόνον καὶ ἀγγελικὸν βίον βιούς, καὶ πρὸς γῆρας ἐλαύνων λοιπόν, οὐκ οἶδ᾽ ὅπως, ὑπὸ σατανικῆς τινος περιστάσεως καὶ τοῦ ἀπονυστάξαι, μικρὸν πάροδον δοὺς τῷ πονηρῷ, εἰς ἐπιθυμίαν τῆς πρὸς γυναῖκας ὁμιλίας ἐνέπεσεν, ὁ μηδέποτε γυναῖκα ἰδὼν ἐξ οὗ πρὸς τὸν τῶν μοναχῶν βίον μετέθηκεν ἑαυτόν. Καὶ πρῶτον μὲν ἠξίου τὸν σύνοικον κρέα καὶ οἶνον αὐτῷ παρασχεῖν, καὶ ἠπείλει, εἰ μὴ λάβοι, κατελεύσεσθαι εἰς τὴν ἀγοράν. Ταῦτα δὲ οὐ κρεῶν ἐπιθυμῶν ἔλεγεν, ἀλλ᾽ ἀφορμήν τινα καὶ πρόφασιν βουλόμενος λαβεῖν τοῦ τὴν ἐπιθυμίαν πληρῶσαι. Ἐπὶ τούτοις ἐκεῖνος ἀπορούμενος καὶ δεδοικὼς μὴ τοῦτο κωλύσας ἐπὶ μέγα αὐτὸν ὤσῃ κακόν, δίδωσιν ἐμφορηθῆναι τῆς ἐπιθυμίας αὐτῷ. Ὡς δὲ ἔγνω τὸ σοφὸν τοῦτο ἕωλον γεγονός, φανερῶς ἀναισχυντήσας λοιπόν, ἀπεκάλυψεν τὴν ὑπόκρισιν, καὶ δεῖν ἔλεγεν πάντως εἰς τὴν πόλιν αὐτὸν κατελθεῖν. Ὡς δὲ οὐδὲν ἴσχυεν κωλύων ἐκεῖνος, τέλος ἀφῆκεν καὶ πόρρωθεν ἀκολουθῶν ἐπετήρει τί ποτε ἄρα αὐτῷ βούλεται ἡ τοιαύτη κάθοδος.

Ἰδὼν δὲ εἰς χαμαιτυπεῖον εἰσελθόντα, καὶ γνοὺς ὅτι πόρνῃ συγγέγονε γυναικί, περιμείνας μετὰ τὸ πληρῶσαι τὴν ἄτοπον ἐπιθυμίαν ἐκείνην, ἐξελθόντα ὑπτίαις δέχεται ταῖς χερσίν, καὶ περιχυθεὶς καὶ καταφιλήσας θερμῶς, καὶ ὑπὲρ τῶν γεγενημένων ἐγκαλέσας οὐδέν, παρεκάλει μόνον, ἐπειδὴ τὴν ἐπιθυμίαν ἐπλήρωσεν τὴν ἑαυτοῦ, πάλιν ἐπὶ τὸ τῆς ἐρημίας οἰκητήριον ἐπανελθεῖν. Ὁ δὲ τὴν πολλὴν ἐπιείκειαν αἰσχυνθεὶς ἐπλήγη τε εὐθέως τὴν ψυχὴν καὶ κατανυγεὶς ἐπὶ τοῖς τολμηθεῖσιν, εἵπετο πρὸς τὸ ὄρος αὐτῷ· καὶ ἀφιγμένων ἐκεῖ, δεῖται τἀνδρὸς ἐν οἰκίσκῳ τε αὐτὸν καθεῖρξαι ἑτέρῳ καὶ τὰς θυρίδας ἀποκλείσαντα τοῦ δωματίου ἄρτον αὐτῷ παρέχειν καὶ ὕδωρ δι᾽ ἡμερῶν, καὶ τοῖς ἐπιζήτουσιν αὐτὸν ἠξίου λέγειν ὅτι κεκοίμηται. Καὶ ταῦτα εἰπὼν καὶ πείσας, καθεῖρξεν ἑαυτόν, καὶ ἦν ἐκεῖ διαπαντὸς νηστείαις καὶ δεήσεσιν καὶ δάκρυσι τὸν τῆς ἁμαρτίας ῥύπον ἀποσμήχων τῆς ψυχῆς.