Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τὴν νέαν χήραν

Ἰωάννης ὁ Χρυσόστομος

Η ματαιότητα της κοσμικής εξουσίας και τα παραδείγματα των σύγχρονων συμφορών

Παρατίθενται ιστορικά παραδείγματα από τις πτώσεις βασιλέων και τις βαρβαρικές επιδρομές, αντιπαραβάλλοντας τον ειρηνικό θάνατο του συζύγου της με τις τραγωδίες του πολέμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 6

Ἐπειδὴ δὲ καὶ ὑπὲρ ἀσφαλείας θρηνεῖς, ἣν δι᾽ ἐκεῖνον πάλαι ἐκέκτησο, ἴσως δὲ καὶ διὰ τὸ μείζους ἐμφαίνειν ἐλπίδας εὐδοκιμήσεως—καὶ γὰρ ἤκουον εὐθέως ἐπὶ τὸν τῶν ὑπάρχων θρόνον ἥξειν αὐτόν, ὃ μάλιστα πάντων, οἶμαι, συστρέφει σου τὴν ψυχὴν καὶ συγχεῖ—, ἐννόησον τοὺς ἐπὶ μείζονος ἀξιώματος ὄντας ἐκείνου καὶ τὸν βίον σφόδρα ἐλεεινῶς καταστρέψαντας.

Ἀναμνήσω δέ σε· Θεόδωρον ἴσως ἀκούεις τὸν ἀπὸ Σικελίας· καὶ γὰρ τῶν σφόδρα ἐπισήμων ἐτύγχανεν ὤν· οὗτος καὶ κάλλει καὶ μεγέθει σώματος καὶ παρρησίᾳ τῇ πρὸς τὸν βασιλέα πάντων κρατῶν, καὶ δυνάμενος ὅσα τῶν ἔνδον στρεφομένων οὐδείς, οὐκ ἤνεγκε τὴν εὐπραγίαν πράως ἐκείνην, ἀλλ᾽ ἐπιβουλεύσας βασιλεῖ καὶ ἁλοὺς αὐτὸς μὲν ἀπετμήθη σφόδρα ἐλεεινῶς, ἡ δὲ τούτου γυνή, καὶ ἀνατροφῆς καὶ γένους καὶ τῶν ἄλλων ἁπάντων οὐδὲν ἔλαττον ἔχουσα τῆς εὐγενείας τῆς σῆς, πάντων ἄφνω γυμνωθεῖσα τῶν αὑτῆς καὶ τῆς ἐλευθερίας ἐκπεσοῦσα ταῖς ταμιακαῖς ἐρίθοις ἐγκατελέγετο, καὶ πάσης θεραπαινίδος οἰκτρότερον ζῆν ἠναγκάζετο βίον, τοσοῦτον ἔχουσα τῶν ἄλλων πλέον, ὅσον διὰ τὴν ὑπερβολὴν τῆς συμφορᾶς ἐδακρύετο παρὰ τῶν ὁρώντων ἁπάντων αὐτήν.

Λέγεται δὲ καὶ Ἀρτεμισία ἀνδρὸς σφόδρα εὐδοκίμου γενομένη γυνή, ἐπειδὴ κἀκεῖνος τυραννίδος ἐπεθύμησεν, οὕτως εἰς ταύτην τὴν πενίαν ἐλθεῖν καὶ τὴν πήρωσιν. Τό τε γὰρ μέγεθος τῆς ἀθυμίας, τό τε πλῆθος τῶν δακρύων ἔσβεσεν αὐτῇ τοὺς ὀφθαλμούς· καὶ νῦν τῶν χειραγωγησόντων δεῖται καὶ πρὸς τὰς ἑτέρων ἀξόντων θύρας, ἵνα τῆς ἀναγκαίας οὕτως εὐπορεῖν ἔχῃ τροφῆς. Καὶ πολλὰς ἂν ἑτέρας εἶχον οἰκίας εἰπεῖν οὕτω κατενεχθείσας, εἰ μὴ τήν τε εὐλάβειαν καὶ τὴν σύνεσιν τῆς σῆς ἠπιστάμην ψυχῆς, οὐκ ἐκ τῶν ἀλλοτρίων κακῶν τῆς οἰκείας συμφορᾶς παραμυθίαν βουλομένην εὑρεῖν. Καὶ τούτων δὲ ὧν ἐμνήσθην δι᾽ οὐδὲν ἕτερον ἐμνήσθην νῦν, ἀλλ᾽ ἵνα μάθῃς ὅτι τὰ ἀνθρώπινα οὐδέν ἐστι πράγματα, ἀλλ᾽ ἀληθῶς, ὡς ὁ προφήτης φησί· «Πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου.» Ὅσῳ γὰρ ἂν ἐπαρθῇ καὶ λάμψῃ, τοσούτῳ μείζονα τὴν πτῶσιν ἐργάζεται, οὐ τὰ τῶν ἀρχομένων μόνον, ἀλλὰ καὶ τὰ τῶν βασιλευόντων αὐτῶν. Οὐδὲ γὰρ ἂν εὕροι τις οἰκίαν ἰδιωτικὴν τοσούτων ἐμπεπλησμένην συμφορῶν ὅσων τὰ βασίλεια γέμει τῶν κακῶν. Καὶ γὰρ ὀρφανίαι ἄωροι καὶ χηρεῖαι καὶ θάνατοι βίαιοι καὶ τῶν ἐν ταῖς τραγῳδίαις παρανομώτεροι πολλῷ καὶ πικρότεροι μάλιστα εἰς ταύτην κατασκήπτουσι τὴν ἀρχήν.

Καὶ ἵνα τὰ παλαιὰ ἀφῶμεν, τῶν βασιλευσάντων ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας, ἐννέα γεγενημένων ἁπάντων, δύο μόνοι κοινῷ θανάτῳ τὸν βίον κατέλυσαν· τῶν δὲ ἄλλων ὁ μὲν ὑπὸ τυράννου, ὁ δὲ ἐν πολέμῳ, ὁ δὲ ὑπὸ τῶν ἔνδον φυλαττόντων αὐτὸν ἐπιβουλευθείς, ὁ δὲ ὑπ᾽ αὐτοῦ τοῦ χειροτονήσαντος, καὶ τὴν ἀλουργίδα περιθέντος αὐτῷ. Αἱ δὲ τούτοις συνοικήσασαι γυναῖκες, αἱ μέν, ὥς φασι, φαρμάκοις ἀπέθανον, αἱ δὲ ὑπὸ τῆς ἀθυμίας αὐτῆς. Τῶν δὲ ἔτι περιουσῶν ἡ μὲν παῖδα ἔχουσα ὀρφανὸν τρέμει καὶ δέδοικε μή τις αὐτὸν τῶν κρατούντων φόβῳ τῶν μελλόντων ἀνέλῃ. Ἡ δὲ μόλις πολλῶν δεηθέντων ἀπὸ τῆς ὑπερορίας ἐπανῆλθεν εἰς ἣν αὐτὴν ὁ κρατῶν ἐξέβαλε πρότερον. Τῶν δὲ τοῖς νῦν βασιλεύουσι συνοικουσῶν ἡ μὲν ὑπὸ τῶν προτέρων ἀναπνεύσασα συμφορῶν ἀναμεμιγμένην ἔχει πολλὴν τῇ ἡδονῇ τὴν ὀδύνην διὰ τὸ σφόδρα ἔτι νέον εἶναι καὶ ἄπειρον τὸν κρατοῦντα καὶ πολλοὺς πολλαχόθεν ἔχειν τοὺς ἐπιβουλεύοντας· ἡ δὲ ἀποτέθνηκε τῷ δέει καὶ τῶν καταδίκων ἀθλιώτερον ζῇ διὰ τὸ τὸν ἄνδρα αὐτῆς, ἐξ οὗ τὸ διάδημα ἀνεδήσατο μέχρι τῆς σήμερον, ἐν πολέμοις διατρίβειν καὶ μάχαις καὶ τῶν συμφορῶν πλέον ὑπὸ τῆς αἰσχύνης ἀναλίσκεσθαι καὶ τοῖς παρὰ πάντων ὀνείδεσιν.

Ὃ γὰρ μηδέποτε γέγονε, συνέβη νῦν, καὶ τὴν αὑτῶν ἀφέντες οἱ βάρβαροι χώραν μυρίους σταδίους τῆς ἡμετέρας καὶ πολλάκις τοσούτους ἐπέδραμον, καὶ τὰς χώρας κατακαύσαντες, καὶ τὰς πόλεις ἑλόντες, οὐκ ἐθέλουσιν ὑποστρέφειν οἴκαδε πάλιν, ἀλλ᾽ ὥσπερ χορεύοντες μᾶλλον ἢ πολεμοῦντες οὕτω καταγελῶσι τοὺς ἡμετέρους ἅπαντας· καί τινα τῶν παρ᾽ ἐκείνοις βασιλέων εἰπεῖν φασιν ὅτι τῆς ἀναισχυντίας ἐκπλήττοιτο τοὺς ἡμετέρους στρατιώτας, οἳ μᾶλλον προβάτων κατασφαττόμενοι προσδοκῶσιν ἔτι νικᾶν καὶ οὐκ ἐθέλουσιν ἐκστῆναι τῆς ἑαυτῶν πατρίδος· αὐτὸς μὲν γὰρ ἔφασκε καὶ κόρον εἰληφέναι πολλάκις κατακόπτων αὐτούς.

Ποίαν οὖν οἴει καὶ τὸν βασιλέα καὶ τὴν τούτου γυναῖκα ταῦτα ἀκούουσαν τὰ ῥήματα ἔχειν ψυχήν; Ἐπειδὴ δὲ ἐμνήσθην τοῦ πολέμου τούτου, ἑσμός μοι πολὺς χηρῶν ἐπέδραμεν, αἳ πολλαὶ μὲν σφόδρα ἔλαμπον ἀπὸ τῆς τῶν ἀνδρῶν τιμῆς, νῦν δὲ ἀθρόως ἅπασαι πενθήρη καὶ μέλαιναν περιθέμεναι στολὴν θρηνοῦσι τὸν ἅπαντα χρόνον.

Οὐδὲ γὰρ τοῦτο αὐταῖς ὑπῆρξεν ὅπερ τῇ τιμίᾳ σου κεφαλῇ. Σὺ μὲν γάρ, ὦ θαυμασία, καὶ κείμενον ἐπὶ τῆς κλίνης εἶδες τὸν καλὸν ἐκεῖνον, καὶ ἐσχάτης ἤκουσας φωνῆς, καὶ τίνα χρὴ πρᾶξαι ὑπὲρ τῶν πραγμάτων τῆς οἰκίας ἔμαθες ἐπισκήπτοντος, καὶ διὰ τῶν διαθηκῶν ἅπασαν τοῖς πλεονέκταις καὶ συκοφάνταις ἀποτειχίζοντος ἔφοδον. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ νεκρῷ ἔτι κειμένῳ πολλάκις ἐπέπεσες, καὶ κατεφίλησας ὀφθαλμούς, καὶ περιεχύθης, καὶ ἐκώκυσας, καὶ προπεμφθέντα εἶδες μετὰ πολλῆς τῆς τιμῆς, καὶ τὰ πρὸς τὴν ταφὴν πάντα ἔπραξας, ὡς προσῆκον ἦν, καὶ πρὸς τὸν τάφον πολλάκις ἐρχομένη τὸν ἐκείνου παραμυθίαν ἔχεις τῆς ὀδύνης οὐ μικράν.

Αὗται δὲ τούτων ἁπάντων ἐστέρηνται ἐκπέμψασαι μὲν εἰς πόλεμον ἅπασαι τοὺς αὐτῶν, ὡς πάλιν αὐτοὺς ἀποληψόμεναι, ἀντὶ δὲ ἐκείνων τὴν πικρὰν τῆς τελευτῆς αὐτῶν ἀγγελίαν δεξάμεναι. Οὐδὲ γὰρ τὰ σώματά τις αὐτῶν κομίζων ἐπανῆλθεν αὐταῖς, ἀλλὰ ῥήματα μόνον τὸν τρόπον διηγούμενος τῆς τελευτῆς.

Εἰσὶ δὲ αἳ οὐδὲ ταύτης ἠξιώθησαν τῆς διηγήσεως οὐδὲ ὅπως κατέπεσον μαθεῖν ἠδυνήθησαν, ἐν πολλῷ τῷ πλήθει τῆς συμβολῆς καταχωσθέντων αὐτῶν. Καὶ τί θαυμαστὸν εἰ τῶν στρατηγῶν οὕτως ἀπέθανον οἱ πολλοί, ὅπου γε καὶ αὐτὸς ὁ βασιλεὺς εἰς κώμην τινὰ ἀπολειφθεὶς μετ᾽ ὀλίγων στρατιωτῶν ἐξελθεῖν μὲν καὶ ἀντιστῆναι τοῖς ἐπελθοῦσιν οὐκ ἐτόλμησε, μένων δὲ ἔνδον πῦρ ἐξαψάντων ἐκείνων συγκατεφλέχθη τοῖς ἔνδον ἅπασιν οὐκ ἀνδράσι μόνον ἀλλὰ καὶ ἵπποις καὶ τοίχοις καὶ δοκοῖς, καὶ πάντα μία γέγονε κόνις;