Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τὴν νέαν χήραν

Ἰωάννης ὁ Χρυσόστομος

Απαλλαγή από την κενοδοξία και προσήλωση στα ουράνια αγαθά

Η χηρεία παρουσιάζεται ως ευκαιρία απαλλαγής από τα κοσμικά πάθη και τις μάταιες προσδοκίες αξιωμάτων, στρέφοντας την ελπίδα αποκλειστικά στον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 6

Καὶ ταύτην οἱ μετὰ τοῦ βασιλέως ἀπελθόντες εἰς πόλεμον ἀντὶ τοῦ βασιλέως ἐπανῆλθον τῇ γυναικὶ φέροντες τὴν ἀγγελίαν. Οὐδὲν γάρ, οὐδὲν τῶν ἐν τῇ σκηνῇ γινομένων καὶ τῆς τῶν ἐαρινῶν ἀνθέων ὥρας τὰ τοῦ κόσμου λαμπρὰ διενήνοχε. Πρῶτον μὲν γὰρ πρὶν ἢ φανῆναι ἀφίπταται· ἔπειτα δὲ κἂν μικρὸν ἀναμεῖναι ἀνάσχηται χρόνον, εὐθέως εὔφθαρτα γίνεται. Τί γὰρ τῆς παρὰ τῶν πολλῶν τιμῆς καὶ δόξης οὐδαμινέστερον; Τίνα ἔχει τὸν καρπόν, ποίαν τὴν ὄνησιν; Εἰς ποῖον τέλος χρήσιμον ἀπαντᾷ; Καὶ εἴθε τοῦτο μόνον ἦν τὸ δεινόν· νυνὶ δὲ πρὸς τῷ μηδὲν ἔχειν ἀπὸ τούτου κερδαίνειν καλόν, πολλὰ λυπηρὰ καὶ ἐπιβλαβῆ φέρειν ἀναγκάζεται συνεχῶς ὁ τὴν χαλεπωτάτην ταύτην δέσποιναν ἔχων. Δέσποινα γάρ ἐστι τῶν ἐχόντων αὐτὴν καὶ ὅσῳπερ ἂν κολακεύηται παρὰ τῶν δούλων, τοσούτῳ πλέον αἴρεται κατ᾽ αὐτῶν καὶ σκληροτέροις αὐτοὺς κατατείνει τοῖς ἐπιτάγμασι· τοὺς δὲ διαπτύοντας αὐτὴν καὶ παρορῶντας οὐδὲ αὐτὴ λοιπὸν ἀμύνασθαι δύναιτ᾽ ἄν· οὕτω καὶ τυράννου καὶ θηρίου παντός ἐστι χαλεπωτέρα. Ὁ μὲν γὰρ τύραννος καὶ τὸ θηρίον τιθασσεύονται διὰ θεραπείας πολλάκις, αὕτη δὲ τότε μάλιστα ἀγριαίνει ὅταν αὐτῇ πειθώμεθα, κἂν εὕρῃ τὸν ἀκουσόμενον καὶ εἰς πάντα εἴξοντα, οὐδέν ἐστιν ὃ παραιτεῖται ἐπιτάξαι λοιπόν. Ἔχει δὲ καὶ σύμμαχον ἑτέραν ἣν οὐκ ἄν τις ἁμάρτοι θυγατέρα αὐτῆς προσειπών.

Ὅταν γὰρ καὶ αὕτη τραφεῖσα καὶ αὐξηθεῖσα καλῶς ῥιζωθῇ παρ᾽ ἡμῖν, τότε τίκτει τὴν ἀπόνοιαν, πρᾶγμα οὐχ ἧττον αὐτῆς δυνάμενον κατακρημνίσαι τὴν τῶν ἐχόντων ψυχήν.

Ταῦτα οὖν θρηνεῖς, εἰπέ μοι, ὅτι σε ὁ Θεὸς τῆς οὕτω χαλεπωτάτης δουλείας ἀπήλλαξεν, ὅτι ταῖς λοιμικαῖς ταύταις νόσοις πᾶσαν ἀπετείχισεν ἔφοδον; Ζῶντος μὲν γάρ σοι τοῦ ἀνδρὸς οὔπω ἐπαύσαντο συνεχῶς ἐπιπηδῶσαι τοῖς τῆς ψυχῆς λογισμοῖς, τελευτήσαντος δὲ οὐκ ἔχουσι πόθεν ἐπιλάβωνται τῆς διανοίας τῆς σῆς. Τοῦτο οὖν κατορθωθῆναι δεῖ λοιπόν, τὸ μὴ θρηνεῖν αὐτῶν τὴν ἀναχώρησιν μηδὲ τὴν δεσποτείαν ἐπιζητεῖν τὴν πικράν. Ὅπου γὰρ ἂν αὗται πνεύσωσι σφοδρόν, πάντα ἐκ βάθρων ἀνέτρεψαν καὶ κατέσπασαν· καὶ καθάπερ πολλαὶ τῶν πορνευομένων γυναικῶν, δυσειδεῖς οὖσαι κατὰ φύσιν καὶ εἰδεχθεῖς, τοῖς ἐπιτρίμμασι καὶ ταῖς ὑπογραφαῖς ἁπαλὰς οὔσας ἔτι τὰς τῶν νέων ἀναπτεροῦσι ψυχάς, ἐπειδὰν δὲ ὑπὸ τὴν ἀρχὴν λάβωσι τὴν ἑαυτῶν, παντὸς ἀνδραπόδου τούτοις ὑβριστικώτερον κέχρηνται· οὕτω καὶ ταῦτα τὰ πάθη ἥ τε κενοδοξία καὶ ἡ ἀπόνοια παντὸς ἄγους μᾶλλον τὰς τῶν ἀνθρώπων μολύνουσι ψυχάς.

Διὰ τοῦτο καὶ ὁ πλοῦτος τοῖς πολλοῖς ἔδοξεν εἶναι καλόν· ταύτης γοῦν γυμνωθεὶς οὐδὲ αὐτὸς ἔσται λοιπὸν ἐπέραστος. Οἷς γοῦν ἐξῆν διὰ πενίας ἐπιτυχεῖν τῆς δόξης τῆς παρὰ τῶν πολλῶν, οὐκ ἔτι εἵλοντο πλουτεῖν, ἀλλὰ πολὺ διδόμενον χρυσίον διέπτυσαν. Καὶ τούτους οὐ παρ᾽ ἐμοῦ δεήσῃ μαθεῖν, ἀλλ᾽ ἀκριβέστερον ἡμῶν οἶδας αὐτὴ τὸν Ἐπαμεινώνδαν, τὸν Σωκράτην, τὸν Ἀριστείδην, τὸν Διογένην, τὸν Κράτητα, τὸν μηλόβοτον ἀνέντα τὴν χώραν τὴν αὑτοῦ. Οἱ μὲν γὰρ ἄλλοι παρ᾽ ὧν πλουτῆσαι οὐκ ἦν, διὰ τῆς πενίας εἶδον τὴν δόξαν παραγινομένην αὐτοῖς, καὶ ἐπὶ τοῦτο ἦλθον εὐθέως· οὗτος δὲ καὶ ἅπερ εἶχεν ἔρριψεν· οὕτως ἅπαντες ἦσαν ἐμμανεῖς πρὸς τὴν τοῦ χαλεποῦ τούτου κτῆσιν θηρίου. Μὴ δὴ δακρύωμεν ὅτι ἡμᾶς ὁ Θεὸς ταύτης τῆς τυραννίδος ἀπήλλαξε τῆς αἰσχρᾶς καὶ καταγελάστου καὶ πολλὰ ἐχούσης ὀνείδη· ὄνομα γὰρ ἔχει μόνον λαμπρόν, ἐν δὲ τοῖς ἔργοις τἀναντία τῇ προσηγορίᾳ τοὺς ἔχοντας αὐτὴν διατίθησι, καὶ οὐκ ἔστιν οὐδεὶς ὁ μὴ καταγελῶν τοῦ πρὸς δόξαν τι πράττοντος. Μόνος γὰρ ἐκεῖνος περίβλεπτος καὶ ἐπίδοξος γενέσθαι δυνήσεται ὁ μὴ πρὸς τοῦτο ὁρῶν· ὁ δὲ μεγάλην δόξαν τιθέμενος τὴν παρὰ τῶν πολλῶν καὶ πάντα ὑπὲρ τοῦ ταύτης τυχεῖν ὑπομένων καὶ ποιῶν, οὗτος μάλιστα αὐτῆς ἀποτεύξεται καὶ ἀποπεσεῖται καὶ τῶν ἐναντίων ἀπολαύσεται πάντων, γέλωτος καὶ κατηγορίας, σκωμμάτων καὶ ἀπεχθείας καὶ μίσους.

Οὐκ ἐπὶ τῶν ἀνδρῶν δὲ μόνον τοῦτο συμβαίνειν εἴωθεν, ἀλλὰ καὶ ἐπὶ ὑμῶν τῶν γυναικῶν, καὶ μάλιστά γε ἐφ᾽ ὑμῶν. Τὴν μὲν γὰρ ἄπλαστον καὶ ἐν σχήματι καὶ ἐν βαδίσει καὶ ἐν ἱματίοις καὶ παρὰ μηδενὸς ἐπιζητοῦσαν τιμὴν θαυμάζουσιν ἅπασαι καὶ ἐκπλήττονται καὶ μακαρίζουσι καὶ πάντα αὐτῇ συνεύχονται τὰ καλά· τὴν δὲ κενόδοξον ἀποστρέφονται καὶ μισοῦσι, καὶ ὥσπερ τι θηρίον ἄγριον φεύγουσι καὶ μυρίαις ἀραῖς τε καὶ λοιδορίαις βάλλουσιν. Οὐ ταῦτα δὲ μόνον ἀπὸ τοῦ μὴ προσίεσθαι τὴν παρὰ τῶν πολλῶν δόξαν διαφεύγομεν τὰ κακά, ἀλλὰ καὶ τὰ μέγιστα πάντων κερδανοῦμεν πρὸς τοῖς εἰρημένοις, παιδευόμενοι κατὰ μικρὸν ἀνιέναι καὶ πέτασθαι πρὸς τὸν οὐρανὸν καὶ πάντων καταφρονεῖν τῶν ἐπὶ τῆς γῆς.

Ὁ γὰρ μὴ δεόμενος τῆς παρὰ τῶν ἀνθρώπων τιμῆς, ἅπερ ἂν πράττῃ καλά, ταῦτα μετὰ ἀσφαλείας ἅπαντα πράξει, καὶ οὔτε ἐπὶ τῶν λυπηρῶν, οὔτε ἐπὶ τῶν χρηστῶν τοῦ βίου τούτου πείσεταί τι δεινόν. Οὔτε γὰρ ταῦτα αὐτὸν βαπτίσαι καὶ καθελεῖν, οὔτε ἐκεῖνα ἐξογκῶσαι καὶ φυσῆσαι δύναται, ἀλλ᾽ ἐν πράγμασιν εὐμεταπτώτοις καὶ τεταραγμένοις αὐτὸς μένει πάσης ἐκτὸς ὢν μεταβολῆς· ὅπερ ταχέως καὶ ἐπὶ τῆς σῆς ἔσεσθαι προσδοκῶ ψυχῆς, καὶ ἀθρόως ἁπάντων ἀποσπασθεῖσαν τῶν βιωτικῶν, τὴν ἐν τοῖς οὐρανοῖς ἡμῖν ἐπιδείξεσθαι πολιτείαν, καὶ τῆς δόξης ἣν θρηνεῖς νῦν μικρὸν ὕστερον καταγελάσεσθαι, καὶ τὸ διάκενον καὶ μάταιον κατοπτεύσειν προσωπεῖον αὐτῆς.

Εἰ δὲ ἀσφάλειαν ποθεῖς τὴν δι᾽ ἐκεῖνόν σοι γεγενημένην καὶ τὴν τῶν πραγμάτων φυλακήν, καὶ τὸ παρὰ μηδενὸς ἐπιβουλεύεσθαι τῶν ταῖς ἀλλοτρίαις ἐπιπηδώντων συμφοραῖς, «Ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει.» «Ἐμβλέψατε γάρ, φησίν, εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε τίς ἤλπισεν ἐπὶ Κύριον καὶ κατῃσχύνθη, ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν, ἢ τίς ἐνέμεινε ταῖς ἐντολαῖς αὐτοῦ καὶ ἐγκατέλιπεν αὐτόν.» Ὁ γὰρ τὴν συμφορὰν τὴν οὕτως ἀφόρητον παρενεγκὼν καὶ ποιήσας εἶναι ἐν γαλήνῃ νῦν, οὗτος καὶ τὰ ἐπερχόμενα ἀποκρούσεται· ὅτι γὰρ ταύτης τῆς πληγῆς οὐδεμίαν ἑτέραν χαλεπωτέραν λήψῃ λοιπόν, καὶ αὐτὴ συνομολογήσαις ἡμῖν. Ἡ τοίνυν οὕτω γενναίως ἐνεγκοῦσα τὰ ἐν χερσὶ καὶ ταῦτα ἄπειρος οὖσα, πολλῷ μᾶλλον τὰ ἐπερχόμενα, εἴποτε, ὃ μὴ γένοιτο, συμβῇ τι τῶν ἀβουλήτων ἡμῖν, οἴσεις εὐκόλως. Τὸν γὰρ οὐρανὸν ζήτει καὶ πάντα τὰ πρὸς τὴν ἐκεῖ φέροντα ζωήν, καὶ οὐδὲν τῶν ἐνταῦθα βλάψαι δυνήσεταί σε, οὐδὲ ὁ τοῦ σκότους κοσμοκράτωρ αὐτός, μόνον μὴ ἑαυτοὺς καταβλάψωμεν ἡμεῖς. Κἂν γὰρ τὴν οὐσίαν τις ἀφέληται, κἂν κατατέμῃ τὸ σῶμα, τούτων οὐδὲν πρὸς ἡμᾶς ὑγιοῦς μενούσης ἡμῖν τῆς ψυχῆς.

Ὅλως δὲ εἰ βούλει καὶ τὰ χρήματά σοι μένειν ἐν ἀσφαλείᾳ καὶ αὔξεσθαι πάλιν, ἐγώ σοι καὶ τὸν τρόπον ὑποδείξω καὶ τὸν τόπον, ἔνθα οὐδενὶ τῶν ἐπιβουλευόντων θέμις εἰσελθεῖν. Τίς οὖν ἐστιν ὁ τόπος; Ὁ οὐρανός. Ἀπόστειλον αὐτὰ πρὸς τὸν καλὸν ἐκεῖνον ἄνδρα, καὶ οὔτε κλέπτης, οὔτε ἐπίβουλος, οὔτε ἄλλο τι τῶν λυμαινομένων αὐτοῖς ἐπιπηδῆσαι δυνήσεται. Ἂν ἐκεῖ κατορύξῃς ταῦτα τὰ χρήματα, πολὺν εὑρήσεις τὸν ἀπὸ τούτων καρπόν. Τὰ γὰρ ἐν τοῖς οὐρανοῖς φυτευόμενα πάντα παρ᾽ ἡμῶν καὶ πλείονα καὶ κρείττονα ἔχει τὴν φορὰν καὶ τοιαύτην οἵαν εἰκὸς ἐν οὐρανοῖς ἐρριζωμένων αὐτῶν. Κἂν τοῦτο πράξῃς, ὅρα ποίων ἀπολαύσῃ καλῶν· πρῶτον μὲν τῆς αἰωνίου ζωῆς καὶ τῶν ἐπηγγελμένων τοῖς ἀγαπῶσι τὸν Θεὸν ἃ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἔπειτα τοῦ πάντα συνοικῆσαι τῷ καλῷ τούτῳ τὸν αἰῶνα, καὶ ἐνταῦθα δὲ φροντίδων καὶ φόβων καὶ κινδύνων καὶ ἐπιβουλῶν καὶ ἔχθρας καὶ μίσους ἀπαλλάξεις σαυτήν. Ἕως μὲν γὰρ αὐτὰ περικειμένη ᾖς, ἴσως ἔσονταί τινες οἱ ἐπιτεθησόμενοι· ἂν δὲ πρὸς τὸν οὐρανὸν αὐτὰ μεταθῇς, ἀκίνδυνον καὶ ἀσφαλῆ καὶ πολλῆς ἡσυχίας γέμοντα βιώσῃ βίον αὐταρκείας μετὰ εὐσεβείας ἀπολαύουσα.

Καὶ γὰρ πολλῆς ἀλογίας ἀγρὸν μὲν βουλόμενον ὠνήσασθαι τὴν εὐφοροῦσαν γῆν ἐπιζητεῖν, οὐρανοῦ δὲ ἀντὶ γῆς προκειμένου, παρὸν ἐκεῖ κτήσασθαι χωρίον, μένειν ἐπὶ τῆς γῆς καὶ τῶν ἐκ ταύτης ἀνέχεσθαι πόνων καὶ τῶν δι᾽ ἁμαρτιῶν· πολλάκις γὰρ σφάλλει τῆς ἐλπίδος ἡμᾶς. Ἐπειδὴ δέ σου δεινῶς στρέφει τὴν ψυχὴν καὶ θορυβεῖ τὸ προσδοκηθὲν πολλάκις αὐτὸν ἐπὶ τὸ τῶν ὑπάρχων ἥξειν ἀξίωμα, καὶ προανηρπάσθαι τῆς ἀρχῆς, πρῶτον μὲν ἐκεῖνο σκόπει, ὅτι εἰ καὶ σφόδρα δήλη ἦν αὕτη ἡ ἐλπίς, ἀλλ᾽ ὅμως ἀνθρώπων ἐλπὶς ἦν, πολλάκις διαπίπτουσα· καὶ πολλὰ ἐν τῷ βίῳ τοιαῦτα ὁρῶμεν γινόμενα, καὶ τῶν σφόδρα προσδοκηθέντων ἀτελέστων μεινάντων, τὰ δὲ μηδ᾽ εἰς νοῦν ἐλθόντα ἡμῖν εἰς τέλος ἐξῆλθε πολλάκις, καὶ τοῦτο κἀν ταῖς ἀρχαῖς, κἀν ταῖς βασιλείαις, κἀν ταῖς κληρονομίαις, καὶ τοῖς γάμοις, καὶ πανταχοῦ συμβαῖνον ὁρῶμεν ἀεί. Ὥστε εἰ καὶ σφόδρα ἐγγὺς ἦν ὁ καιρός, ἀλλὰ πολλά, κατὰ τὴν παροιμίαν, μεταξὺ κύλικος καὶ χείλεος ἄκρου. Καὶ ἡ Γραφὴ δέ φησιν· «Ἀπὸ πρωΐθεν ἕως ἑσπέρας μεταβάλλει καιρός.» Οὕτω καί· «Ὁ βασιλεὺς ὁ σήμερον ὢν αὔριον τελευτᾷ.» Καὶ πάλιν τὸ παρ᾽ ἐλπίδας ἐμφαίνων ἡμῖν αὐτὸς οὗτος ὁ σοφός φησι· «Πολλοὶ τύραννοι ἐκάθισαν ἐπὶ ἐδάφους, ὁ δὲ ἀνυπονόητος ἐφόρεσε διάδημα.» Καὶ οὐ πάντως δῆλον ἦν ὅτι ζήσας ἐπ᾽ ἐκείνην ἥξει τὴν ἀρχήν· τὸ γὰρ τοῦ μέλλοντος ἄδηλον καὶ ἕτερα ὑποπτεύειν παρεῖχεν ἡμῖν.

Πόθεν γὰρ δῆλον ὅτι ζήσας ἐπ᾽ ἐκείνην ἥξει τὴν ἀρχήν; ὅτι οὐχὶ καὶ τὰ ἐναντία ἐξέβαινε, καὶ τῆς οὔσης ἐξέπιπτε τιμῆς νόσῳ παραδοθείς, καὶ φθόνῳ καὶ βασκανίᾳ τῶν βουλομένων αὐτὸν παρευημερῆσαι βληθείς, ἢ καὶ ἕτερόν τι παθὼν χαλεπόν; θῶμεν δέ, εἰ βούλει, καὶ δῆλον εἶναι σαφῶς ὅτι πάντως ἐπιβιώσας ταύτης ἔμελλεν ἐπιτυγχάνειν τῆς κορυφῆς· ὅσῳ γὰρ ἡ ἀξία μείζων, τοσούτῳ καὶ μείζονας ἔχειν ἀνάγκη τοὺς κινδύνους ἦν καὶ φροντίδας καὶ ἐπιβουλάς.

Μηδὲ ταῦτα ἔστω, ἀλλ᾽ ἀκινδύνως καὶ μετὰ πολλῆς τῆς ἡσυχίας ἐκεῖνο διαπλείτω τὸ πέλαγος· καὶ τί τὸ πέρας, εἰπέ μοι; οὐ τοῦτο ὅπερ νῦν, μᾶλλον δὲ οὐ τοῦτο, ἀλλ᾽ ἕτερον ἴσως ἀηδὲς καὶ ἀπευκτόν. Πρῶτον μὲν τὸ βραδύτερον ἰδεῖν τὸν οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς, ὅπερ οὐ μικρὰ ζημία τοῖς ὑπὲρ τῶν μελλόντων πεπιστευκόσιν ἐστίν· ἔπειτα δὲ εἰ καὶ σφόδρα ἐβίου καθαρῶς, ἀλλ᾽ ὅμως τὸ μῆκος τοῦ βίου καὶ ἡ τῆς ἀρχῆς ἐκείνης ἀνάγκη οὐκ ἂν ἀφῆκεν οὕτως ἀπελθεῖν καθαρὸν ὥσπερ νῦν. Ἄδηλον δὲ εἰ καὶ πολλὰς δεξάμενος μεταβολὰς καὶ πρὸς ῥαθυμίαν ἀποκλίνας ἐσχάτως ἀπένευσε. Νῦν μὲν γὰρ θαρροῦμεν ὅτι τῇ τοῦ Θεοῦ χάριτι πρὸς τὸ τῆς ἀναπαύσεως ἀπέπτη χωρίον, διὰ τὸ μηδὲν αὐτῷ τετολμῆσθαι τῶν ἀποκλειόντων τῆς βασιλείας τῶν οὐρανῶν· τότε δὲ πολὺν χρόνον δημοσίοις πράγμασιν ἐνδιατρίψας, ἴσως ἂν καὶ ῥύπον πολὺν προσετρίψατο. Τὸ γὰρ ἐν μέσῳ στρεφόμενον τοσούτων κακῶν κατορθῶσαι μὲν τῶν σφόδρα σπανίων ἐστίν, ἁμαρτεῖν δὲ καὶ ἄκοντα καὶ ἑκόντα, τῶν εἰκότων καὶ συμβαινόντων ἀεί.

Ἀλλὰ νῦν τούτου τοῦ δέους ἀπηλλάγμεθα καὶ σφόδρα πεπείσμεθα ὅτι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ πολλῆς ἥξει τῆς φαιδρότητος, ἐγγὺς τοῦ βασιλέως ἀπολάμπων καὶ μετ᾽ ἀγγέλων προηγούμενος τοῦ Χριστοῦ, καὶ τὴν ἄρρητον δόξαν ἠμφιεσμένος, καὶ κρίνοντι παρεστὼς τῷ βασιλεῖ, καὶ τὰ πρῶτα διακονούμενος αὐτῷ.