Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς ἀπολαύοντας τὰ πλούτη

Ἰωάννης ὁ Χρυσόστομος

Η ματαιότητα των εγκοσμίων και ο άνθρωπος ως οδοιπόρος

Η πνευματική διδασκαλία αντιπαραβάλλεται με την πρόσκαιρη φύση των επίγειων αγαθών, ενώ ο παρών βίος περιγράφεται ως πανδοχείο από το οποίο ο άνθρωπος απλώς διέρχεται.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

ΟΜΙΛΙΑ Εʹ. Πρὸς τοὺς μεγάλα τὰ παρόντα νομίζοντας καὶ περὶ τὰ τοῦ βίου λαμπρὰ μάτην ἐπτοημένους. Ἀγγέλοις μὲν οὐρανὸς εὐφροσύνης χωρίον, Ἐκκλησία δὲ πιστοῖς ἀντ᾽ οὐρανῶν ἓν διαίτημα καὶ νόμιμον, ταῖς ψυχαῖς ἡδονὴν δωρουμένη τῶν ἱερῶν ἐπῳδῶν τὴν ἀκρόασιν. Ταύτης ποτὲ τὴν Μαρίαν ἐκκρεμαμένην ὁ τῆς μακαριότητος δοτὴρ ἐμακάριζεν· Μαρία, φησὶν, τὴν καλὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾽ αὐτῆς. Μόνον δὲ τῆς εὐσεβοῦς διδασκαλίας τὸ κέρδος καὶ ζῶσιν ἡμῖν ἀγαθὸν φυλακτήριον, καὶ τεθνεῶσιν πρὸς τὸν κριτὴν συνοδεῦον· ἡ δὲ τῶν ἄλλων ἁπάντων εὐκατάλυτος κτῆσις, οὐ μόνον ὅτι τάφον τὴν διάδοχον ἔχει, ἀλλ᾽ ὅτι καὶ πρὸ τοῦ τάφου μυρία τὰ τοῦ βίου ναυάγια.

Καθάπερ γὰρ θάλατταν τὸν παρόντα ναυτιλλόμεθα βίον σφοδροτέροις κυμάτων συμπτώμασι χρώμενον. Οὐ πλοῦτος σταθερᾶς ἀπολαύει γαλήνης, ἀλλ᾽ ἐξ οὐρίας πολλάκις τοῖς κεκτημένοις συμπλέων, αἰφνιδίῳ λαίλαπι πειρασμῶν ἐβαπτίσθη. Οὐ θρόνος τὸ τῆς δυναστείας ἀκατάσειστον ὕψος· ἀθρόαι γὰρ πνεύσασαι καταιγίδες κινδύνων αὐτόῤῥιζον τὴν εὐημερίαν ἀνέσπασαν. Οὐ τὸ τῆς ὑγείας ἀδιάδοχον δῶρον, ἀλλ᾽ ἐφεδρεύει καὶ ταύτῃ νοσημάτων ἀπροσδόκητος βλάβη.

Πτεροῤῥυεῖ ποικίλως τῆς εὐπραγίας ἡ κτῆσις, καὶ δένδρῳ τινὶ προσέοικεν ἄνθρωπος, νῦν μὲν τὸ τῆς εὐθηνίας ἀνθηρὸν περιφέρων, νῦν δὲ τῷ ταύτης ὡς δένδρον ἐκδυόμενος φύλλον. Οὐδὲν τῶν βιωτικῶν ἀνθηρῶν ἐξετάζων γείτονα κεκτημένον τὸν μαρασμὸν οὐχ εὑρήσεις. Οὕτω γὰρ ἡμῖν τὸν βίον ὁ Κτίστης συνέθηκεν τῶν πρὸς τὴν γῆν κεχηνότων ἐκλύων τὴν ὄρεξιν, καὶ συνέζευξεν μαρασμῷ τὸ τοῦ βίου περίβλεπτον, ἵν᾽ ὅταν σε τῶν γηΐνων τὸ τερπνὸν καταθέλξῃ, τὸ πρόσκαιρον ἐλπισθὲν ἀναστήση. Τοῦ γὰρ παρόντος αἰῶνος ὁδοιπόρος κατετάχθης, οὐ κτήτωρ, καὶ τὴν ἐν τῇ κτίσει μόνην ὡς πανδοχείου παροδεύομεν χρῆσιν.

Καθάπερ γὰρ ὁδοιπόροι μικρᾶς ἐν πανδοχείῳ διατριβῆς ἀπολαύσαντες, τὴν ἐφεξῆς ἐκβάντες πληροῦσιν ὁδοιπορίαν, οὕτω καὶ τὸν τῆς ζωῆς ταύτης ὁδοιποροῦντες αἰῶνα, μικρὸν ὡς ἐν καταλύματι τῷ βίῳ προσμείναντες, τῆς ἐντεῦθεν ἐκδημοῦμεν οἰκήσεως.