Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς ἔχοντας τὰς εἰσακτοὺς παρθένους

Ἰωάννης ὁ Χρυσόστομος

Η καινοφανής πρακτική της συγκατοίκησης και τα πραγματικά της αίτια

Εισαγωγή στο φαινόμενο των συνεισάκτων παρθένων. Ο συγγραφέας αναδεικνύει την κρυμμένη σαρκική επιθυμία ως το πραγματικό κίνητρο της συμβίωσης, χρησιμοποιώντας παραδείγματα για τον βασανιστικό χαρακτήρα της ανικανοποίητης ηδονής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 8

ΔΙΔΑΣΚΑΛΙΑ ΚΑΙ ΕΛΕΓΧΟΣ ΠΡΟΣ ΤΟΥΣ ΕΧΟΝΤΑΣ ΣΥΝΕΙΣΑΚΤΟΥΣ Ἐπὶ μὲν τῶν προγόνων τῶν ἡμετέρων δύο τινὲς ἦσαν προφάσεις αἱ τὰς γυναῖκας συγκατοικίζουσαι τοῖς ἀνδράσι· μία μὲν ἡ τοῦ γάμου, ἀρχαία τε καὶ δικαία καὶ εὔλογος, ἅτε τὸν Θεὸν ἔχουσα νομοθέτην· «Ἀντὶ γὰρ τούτου καταλείψει, φησὶν, ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν·» ἑτέρα δὲ ἡ τῆς πορνείας, καὶ νεωτέρα ταύτης καὶ ἄδικος καὶ παράνομος, ἅτε παρὰ τῶν πονηρῶν εἰσενεχθεῖσα δαιμόνων. Ἐπὶ δὲ τῆς γενεᾶς τῆς ἡμετέρας καὶ τρίτος τις ἐπενοήθη τρόπος, καινός τις καὶ παράδοξος, καὶ πολλὴν ἔχων ἀπορίαν τοῖς βουλομένοις τὴν αἰτίαν εὑρεῖν. Εἰσὶ γάρ τινες οἳ γάμου καὶ συνουσίας χωρὶς κόρας ἀπειρογάμους ἀγόμενοι, καθίζουσιν οἴκοι διὰ παντὸς, καὶ εἰς ἔσχατον γῆρας ἑαυτοῖς συγκατακλείουσιν, οὔτε ἐπὶ παιδοποιίᾳ (οὐ γάρ φασιν αὐταῖς συγγενέσθαι), οὔτε ἐξ ἀκολασίας (λέγουσι γὰρ αὐτὰς ἀκεραίους διατηρεῖν)· ἀλλ᾽ ἐάν τις ἔρηται τὴν αἰτίαν, ἔχουσι μὲν πολλὰς καὶ μεμελετήκασιν, εὔλογον δὲ, ὡς ἔγωγε οἶμαι, οὐδὲ μίαν, οὐδὲ σεμνήν. Ἀλλὰ μήπω περὶ τούτων, μηδὲ τὰς ἐκείνων τέως λέγωμεν προφάσεις, ἀλλ᾽ ἣν αὐτοὶ μάλιστα ὑποπτεύομεν εἶναι, ταύτην εἰς μέσον ἀγάγωμεν. Τίς οὖν ἐστιν αὕτη; πάντως δὲ, εἰ διαμάρτοιμι τοῦ σκοποῦ, ἔξεστιν ἐπιλαβέσθαι τοῖς βουλομένοις ὑμῶν.

Τίς οὖν ἐστιν ἡ πρόφασις; Δοκεῖ μοί τινα ἡδονὴν ἔχειν τὸ γυναιξὶ συνοικεῖν, οὐ νόμῳ γάμου μόνον, ἀλλὰ καὶ γάμου καὶ συνουσίας χωρίς. Εἰ δὲ οὐκ ὀρθῶς δοκῶ, λέγειν οὐκ ἔχω· τὴν γὰρ ἐμαυτοῦ τέως ὑμῖν διηγοῦμαι γνώμην· τάχα δὲ οὐ τὴν ἐμαυτοῦ μόνον, ἀλλὰ καὶ τὴν αὐτῶν ἐκείνων· ὅτι γὰρ καὶ ἐκείνοις οὕτω δοκεῖ, δῆλον ἐκεῖθεν. Οὐ γὰρ ἂν τοσαύτης κατεφρόνησαν δόξης καὶ τοσούτων σκανδάλων, εἰ μὴ σφοδρά τις ἦν καὶ τυραννικὴ τῆς συνοικήσεως ταύτης ἡ ἡδονή. Εἰ δέ τινες δυσχεραίνοιεν ταῦτα λεγόντων ἡμῶν, παραιτήσομαι συγγινώσκειν ἡμῖν, καὶ μὴ ἀγανακτεῖν· οὐ γὰρ ἑκὼν οὐδὲ ἁπλῶς τὴν ἀπέχθειαν ἀναδέξασθαι ταύτην εἱλόμην· οὐχ οὕτως ἄθλιος ἐγὼ καὶ ταλαίπωρος, ὡς εἰκῇ βούλεσθαι προσκρούειν ἅπασιν· ἀλλ᾽ ὀδυνῶμαι σφόδρα καὶ ἀλγῶ καὶ τὴν τοῦ Θεοῦ δόξαν ὑβριζομένην ὁρῶν, καὶ τὴν τῶν πολλῶν σωτηρίαν κατὰ μικρὸν ὑπορρέουσαν διὰ τὴν ἡδονὴν ταύτην· Ὅτι γὰρ ἡδὺ τοῦτο καὶ τοῦ νόμῳ γάμου συνοικεῖν δριμύτερον ἔχει τὸν ἔρωτα, νῦν μὲν ἴσως καὶ θορυβεῖσθε ἀκούοντες, μετὰ δὲ τὴν ἀπόδειξιν καὶ αὐτοὶ συνομολογήσετε. Ἐπὶ μὲν γὰρ τῆς ἐννόμου γυναικὸς ἡ μῖξις ἀκώλυτος οὖσα, τόν τε πόθον παρεμυθήσατο καὶ εἰς κόρον τὸν ἄνδρα πολλάκις ἤγαγε, καὶ τὴν σφοδρὰν κατέλυσεν ἐπιθυμίαν.

Καὶ χωρὶς δὲ τούτων καὶ ὠδῖνες καὶ τόκοι καὶ παιδοποιίαι καὶ παιδοτροφίαι, καὶ τὰ ἐκ τούτων ἑπόμενα συνεχῆ νοσήματα, πολιορκοῦντα τὸ σῶμα καὶ μαραίνοντα τὸ ἄνθος τῆς ὥρας, ἀσθενέστερον τὸ κέντρον ἐργάζεται τῆς ἡδονῆς. Ἐπὶ δὲ τῆς παρθένου οὐδὲν τούτων ἔνι· οὔτε γὰρ μῖξίς ἐστι τὸν οἶστρον τῆς φύσεως δυναμένη χαλάσαι καὶ κατενεγκεῖν, οὔτε ὠδῖνες καὶ παιδοτροφίαι τὴν σάρκα μαραίνουσαι, ἀλλ᾽ ἐπὶ πολὺ διασῴζουσι τὴν ἀκμὴν, ἅτε ἀνέπαφοι μένουσαι. Ἐντεῦθεν τῶν μὲν γαμουμένων μετὰ τοὺς τόκους καὶ τὰς παιδοτροφίας ἀσθενέστερα τὰ σώματα γίνεται, αἱ δὲ καὶ εἰς τεσσαρακοστὸν ἔτος μένουσιν ἁμιλλώμεναι τῶν παρθένων ταῖς θαλαμευομέναις· ὅθεν διπλᾶ τὰ τῆς ἐπιθυμίας ἐγείρεται τοῖς συνοικοῦσιν αὐταῖς, τῷ τε μὴ συγχωρεῖσθαι τῇ μίξει τὸν πόθον παραμυθεῖσθαι, καὶ τῷ μένειν ἐπὶ πολὺ τοῦ πόθου τὴν ὑπόθεσιν ἰσχυροτέραν. Ταύτην ὑποπτεύω πρόφασιν εἶναι ἐγὼ τῆς ὁμοσκηνίας ταύτης. Ἀλλὰ μὴ ἀγανακτῶμεν πρὸς αὐτοὺς μηδὲ δυσχεραίνωμεν· οὐδεὶς γὰρ τὸν κάμνοντα ἀναστῆσαι βουλόμενος μετ᾽ ὀργῆς καὶ ἐπιπλήξεως τοῦτο ποιεῖ, ἀλλὰ μετὰ θεραπείας καὶ παρακλήσεως προσάγει τὰ φάρμακα.

Καὶ γὰρ εἰ μὲν κολάσαι προὔκειτο, καὶ τὴν τῶν δικαζόντων εἴχομεν τάξιν, ἐχρῆν καὶ ἀγανακτεῖν· εἰ δὲ ἐκείνην ἀφέντες, τὴν τῶν ἰατρῶν καὶ θεραπεῦσαι βουλομένων μεταλαμβάνομεν, παρακαλεῖν χρὴ καὶ δεῖσθαι, καὶ αὐτῶν, εἰ δέοι, τῶν γονάτων αὐτῶν ἅπτεσθαι, ὥστε γενέσθαι τὸ σπουδαζόμενον. Καθάπερ οὖν οἱ ἰατροὶ τῶν βλαπτόντων μὲν, ἡδονὴν δὲ ἐχόντων ἀπάγοντες, εἴτε σιτίων, εἴτε ποτῶν, τοῦτο πρὸ τῶν ἄλλων πείθουσι τοὺς ἀρρώστους, ὅτι τὸ τοιοῦτον μετὰ τῆς βλάβης πολλὴν ἔχει καὶ τὴν ἀηδίαν· οὕτω καὶ ἡμεῖς ποιῶμεν, δεικνύντες αὐτοῖς, ὅτι ἡ ἡδίστη αὕτη συνοίκησις πολὺν ἔχει τὸν ὄλεθρον, καὶ τῶν δηλητηρίων οὐδὲν ἄμεινον φαρμάκων κατεσκεύασται. Καὶ δοκεῖ μὲν εὐφροσύνην τινὰ ἔχειν, πολλὴν δὲ ἐναποκεκρυμμένην δριμύτητα καὶ πικρίαν καταχέει τῆς ἡδομένης ψυχῆς.

Ἐπεὶ καὶ αὕτη ἡ μετὰ πειθοῦς ἀναχώρησις ἀσφαλής, —ὁ μὲν γὰρ φόβῳ τῆς φιλουμένης διαζευγνύμενος καὶ ἀνάγκῃ, σφοδρότερός τε ἐραστὴς γίνεται, καὶ ἴσως καὶ ἐπανήξει πάλιν· ὁ δὲ τοῦ πράγματος καταγνοὺς, καὶ οὕτω φυγὼν ὡς ἐπιβλαβὲς καὶ πικρὸν, οὐδ᾽ ἂν ὑποστρέψειεν αὖθις, τὴν ἐκ τῆς οἰκείας γνώμης ψῆφον πάσης ἀνάγκης ἔχων ἰσχυροτέραν— πῶς οὖν αὐτοὺς πείσομεν, ὅτι οὐ βλαβερὸν μόνον τοῦτο, ἀλλὰ καὶ πικρόν; πῶς δὲ ἄλλως ἀλλ᾽ ἢ ἐξ αὐτῆς τῶν πραγμάτων τῆς φύσεως; Ἐρώμεθα οὖν αὐτούς· εἴ τις πολυτελῆ τράπεζαν παραθεὶς, καὶ πολλῶν καὶ ἡδίστων γέμουσαν ἐδεσμάτων, ἀπηγόρευε μετὰ σφοδρᾶς τῆς ἀπειλῆς μὴ ἅπτεσθαί τινος τῶν προκειμένων, ἆρα ἄν τις εἵλετο τοιαύτῃ παρακαθῆσθαι τραπέζῃ, καὶ κολάζειν ἑαυτόν; Οὐκ ἔγωγε οἶμαι· οὐδὲ γὰρ τοσαύτην ἀπὸ τῆς ὄψεως ἐκαρποῦτο τὴν ἡδονὴν, ὅσην ἀπὸ τῆς κωλύσεως ὑπέμενε τὴν ἀθυμίαν. Τί δαὶ εἰ διψῶντι καὶ καιομένῳ πηγήν τις ἐπιδείξας καθαράν τε καὶ διαυγῆ, μὴ μόνον αὐτῆς μὴ ἀπογεύσασθαι, ἀλλὰ μηδὲ ἄκροις θιγεῖν τοῖς δακτύλοις ἐπέτρεπεν, ἆρα ἂν ταύτης ἐγένετό τι πικρότερον τῆς κολάσεως; Οὐδὲ ἐνταῦθα οἶμαί τινα ἀντερεῖν.

Τοσοῦτον γάρ ἐστι τοῦτο κακὸν, ὅτι καὶ τῶν ἔξωθεν οἱ ταῦτα διασκέπτεσθαι μάλιστα ὄντες δεινοὶ, ἡδονῆς φύσιν λέγω καὶ λύπης, θελήσαντες ποιῆσαι κολαζομένους τινὰς σφοδρῶς, οὐκ ἄλλως ἐποίησαν, ἢ τούτῳ τῷ τρόπῳ· πλάσαντες γάρ τινα μῦθον, ἄγουσιν ἐν τῷ μύθῳ τινὰ, ὃν ἔδει δοῦναι δίκην ἐσχάτην, καὶ ἕτερον μὲν οὐδὲν, πανδαισίαν δὲ παραθέντες αὐτῷ, καὶ παραρρέον δείξαντες ὕδωρ, οὐδενὸς ἀπολαῦσαι τούτων συνεχώρουν, ἀλλ᾽ ὁμοῦ τε ἐξέτεινε τὴν χεῖρα ἐκεῖνος καὶ τὰ ὁρώμενα ἅπαντα ἀφίπτατο, καὶ τοῦτο ἐγίνετο διὰ παντός. Καὶ οὗτος τῆς κολάσεως ὁ τρόπος ἦν κατὰ τὸν μῦθον τὸν ἔξωθεν. Καὶ φιλοσόφων δέ τις ἰδών τινα τῶν αὐτῷ συνόντων καταφιλήσαντα νέον εὔμορφον, ἐθαύμασεν εἰπὼν ὅτι καὶ εἰς πῦρ οὗτος ῥᾳδίως ἂν κυβιστήσειεν ὁ τοσαύτην τολμήσας διὰ τοῦ φιλήματος ἀνάψαι ἐν ἑαυτῷ κάμινον. Ἐγὼ δὲ τοσοῦτο μὲν οὐκ ἂν εἴποιμι, ὅτι τὰς συνοικούσας φιλοῦσιν ἢ ἐπαφῶνται· εἰ δέ τινες ἕτεροι ταῦτα κατηγοροῖεν, δεῖξαι πειράσομαι ὅτι, κἂν μέχρι τοσούτου προΐωσι, πικροτέραν πάλιν καθ᾽ ἑαυτῶν τῆς προτέρας ἐπισπῶνται τὴν βάσανον. Εἰ γὰρ ὄψις μόνη τοσαύτην ἐντίθησιν ὀδύνην, ὅταν καὶ ἁφὴ προσῇ, τῆς ὄψεως πολὺ παχυτέρα ἀπόλαυσις, μείζονα αἴρει τὴν φλόγα, καὶ δριμυτέραν ἐργάζεται τὴν ἀλγηδόνα, καὶ χαλεπώτερον ποιεῖ τὸ θηρίον.

Ὅσῳ γὰρ ἂν αὔξωμεν τὰ τῆς ἐπιθυμίας, καὶ ἰσχυροτέραν αὐτῇ παρέχωμεν τὴν τροφὴν, τοσούτῳ καὶ τὰ τῆς ὀδύνης ἡμῖν ἐπιτείνεται. Καὶ καθάπερ ὁ τῇ τραπέζῃ καὶ τῇ πηγῇ παρακαθήμενος οὐχ οὕτως ὁρῶν ὀδυνᾶται, ὡς ὅταν καὶ τῇ χειρὶ θιγεῖν ἐπιτραπεὶς ἀπογεύσασθαι κωλυθῇ πάλιν· οὕτω δὴ καὶ οἱ τῶν παρθενικῶν σωμάτων ψαῦσαι ἐπιτρεπόμενοι, χαλεπώτερον τῆς θέας ἀπὸ τῆς ἁφῆς κολάζονται, πικροτέραν ἐφελκόμενοι τὴν ἐκ τῆς ἀποτυχίας ὀδύνην. Καὶ τί δεῖ ταῦτα ἀπὸ τῶν ἔξωθεν πραγμάτων φιλοσοφεῖν; ἡ γὰρ τοῦ Θεοῦ ψῆφος ἡ τούτων ἁπάντων ἰσχυροτέρα, αὕτη δείκνυσι τοῦτο τοιοῦτον ὄν. Τὸν γὰρ Ἀδὰμ κολάσαι βουλόμενος, οὐ πόρρω τοῦ παραδείσου κατῴκισεν, ἀλλ᾽ αὐτοῦ πλησίον ἐκείνου, ἵν᾽ ἔχῃ διηνεκῆ κόλασιν, τὴν θέαν τοῦ ποθουμένου χωρίου, θεωρῶν μὲν αὐτὸν διὰ παντὸς, ἀπολαῦσαι δὲ οὐκ ἐπιτρεπόμενος.

Ἀλλ᾽ ἴσως εἴποι τις ἂν, Καὶ πῶς, εἰ πικρὸν τοῦτο οὕτως ἐστὶ τῇ φύσει, μετὰ τοσαύτης αὐτὸ διώκουσιν οἱ πολλοὶ τῆς σπουδῆς; Ἐγὼ δὲ πρὸς τοῦτο ἐκεῖνο ἂν εἴποιμι, ὅτι αὐτὸ μὲν οὖν τοῦτο μέγιστον τεκμήριον τῆς ἐσχάτης αὐτῶν ἀρρωστίας ἐστίν. Τοῦτο γὰρ τῶν νοσούντων τὸ ἔθος, ψυχράν τινα καὶ ὀλιγοχρόνιον ἡδονὴν καρποῦσθαι, καὶ μακρὰν ἑαυτοῖς ἐντεῦθεν κατασκευάζειν κόλασιν. Τοῦτο καὶ ἐπὶ τῶν πυρεττόντων ἴδοι τις ἄν. Οἱ μὴ βουλόμενοι καρτερῆσαι μικρὸν, δι᾽ ὀλιγοχρόνιόν τινα ψυχαγωγίαν καὶ ποτῶν καὶ σιτίων κεκωλυμένων ἁπτόμενοι, μακράν τινα καὶ χαλεπωτάτην ἑαυτοῖς ἐργάζονται νόσον.