ΔΙΔΑΣΚΑΛΙΑ ΚΑΙ ΕΛΕΓΧΟΣ ΠΡΟΣ ΤΟΥΣ ΕΧΟΝΤΑΣ ΣΥΝΕΙΣΑΚΤΟΥΣ Ἐπὶ μὲν τῶν προγόνων τῶν ἡμετέρων δύο τινὲς ἦσαν προφάσεις αἱ τὰς γυναῖκας συγκατοικίζουσαι τοῖς ἀνδράσι· μία μὲν ἡ τοῦ γάμου, ἀρχαία τε καὶ δικαία καὶ εὔλογος, ἅτε τὸν Θεὸν ἔχουσα νομοθέτην· «Ἀντὶ γὰρ τούτου καταλείψει, φησὶν, ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν·» ἑτέρα δὲ ἡ τῆς πορνείας, καὶ νεωτέρα ταύτης καὶ ἄδικος καὶ παράνομος, ἅτε παρὰ τῶν πονηρῶν εἰσενεχθεῖσα δαιμόνων. Ἐπὶ δὲ τῆς γενεᾶς τῆς ἡμετέρας καὶ τρίτος τις ἐπενοήθη τρόπος, καινός τις καὶ παράδοξος, καὶ πολλὴν ἔχων ἀπορίαν τοῖς βουλομένοις τὴν αἰτίαν εὑρεῖν. Εἰσὶ γάρ τινες οἳ γάμου καὶ συνουσίας χωρὶς κόρας ἀπειρογάμους ἀγόμενοι, καθίζουσιν οἴκοι διὰ παντὸς, καὶ εἰς ἔσχατον γῆρας ἑαυτοῖς συγκατακλείουσιν, οὔτε ἐπὶ παιδοποιίᾳ (οὐ γάρ φασιν αὐταῖς συγγενέσθαι), οὔτε ἐξ ἀκολασίας (λέγουσι γὰρ αὐτὰς ἀκεραίους διατηρεῖν)· ἀλλ᾽ ἐάν τις ἔρηται τὴν αἰτίαν, ἔχουσι μὲν πολλὰς καὶ μεμελετήκασιν, εὔλογον δὲ, ὡς ἔγωγε οἶμαι, οὐδὲ μίαν, οὐδὲ σεμνήν. Ἀλλὰ μήπω περὶ τούτων, μηδὲ τὰς ἐκείνων τέως λέγωμεν προφάσεις, ἀλλ᾽ ἣν αὐτοὶ μάλιστα ὑποπτεύομεν εἶναι, ταύτην εἰς μέσον ἀγάγωμεν. Τίς οὖν ἐστιν αὕτη; πάντως δὲ, εἰ διαμάρτοιμι τοῦ σκοποῦ, ἔξεστιν ἐπιλαβέσθαι τοῖς βουλομένοις ὑμῶν.