Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς ἔχοντας τὰς εἰσακτοὺς παρθένους

Ἰωάννης ὁ Χρυσόστομος

Η αναίρεση των προφάσεων περί προστασίας, περιουσίας και φιλανθρωπίας

Κριτική των δικαιολογιών που αφορούν την προστασία των παρθένων και τη διαχείριση των υποθέσεών τους. Αντιπαραβάλλεται η υποκριτική μέριμνα προς τις νεαρές παρθένους με την αληθινή φιλανθρωπία προς τις πραγματικά αναξιοπαθούσες γυναίκες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 8

Τί οὖν, ἂν δυνηθῶμεν, φησίν, αἰτίαν εὔλογον καὶ δικαίαν εἰπεῖν, ἔσῃ μάτην ταῦτα περὶ ἡμῶν εἰρηκώς; Μάλιστα μὲν οὖν οὐδεμίαν ἐρεῖτε τοιαύτην· πλὴν ἀλλὰ καὶ οὕτως ἐβουλόμην μαθεῖν, εἴ τινα σκιὰν γοῦν ἔχετε εὐλόγου προφάσεως εἰπεῖν. Ἀπροστάτευτόν, φησίν, ἐστιν ἡ παρθένος, οὐκ ἄνδρα ἔχουσα, οὐ κηδεστὴν, πολλάκις δὲ οὐδὲ πατέρα, οὐκ ἀδελφὸν, καὶ δεῖται τοῦ χεῖρα ὀρέξοντος, καὶ τὴν ἐρημίαν παραμυθησομένου, καὶ πανταχοῦ προβεβλημένου καὶ καταστήσοντος αὐτὴν ἐν ἀσφαλείᾳ πολλῇ καὶ λιμένι. Ποίᾳ ἀσφαλείᾳ, εἰπέ μοι; ποίῳ λιμένι; τὸν γὰρ πρόβολον οὐκ εἴργοντα ὁρῶ τὰ κύματα, ἀλλ᾽ ἐπεγείροντα, καὶ τὸν λιμένα οὐκ ἀναστέλλοντα τὸν χειμῶνα, ἀλλὰ καὶ τὰς οὐκ οὔσας τίκτοντα τρικυμίας. Εἶτα οὐκ αἰσχύνεσθε, οὐκ ἐγκαλύπτεσθε τοιαῦτα ἀπολογούμενοι; Εἰ γὰρ μηδεμία ἐκ ταύτης τῆς διακονίας ἐτίκτετο κακηγορία, μηδὲ βλάβη, μηδὲ σκάνδαλον, ἀλλὰ μετ᾽ εὐφημίας ἐξῆν τὸ αὐτὸ τοῦτο ποιεῖν, τίνος οὐκ ἂν ἦτε ἐλεεινότεροι τὸν πλοῦτον αὐτῆς αὔξοντες, καὶ πρὸς φιλοχρηματίαν γυμνάζοντες, καὶ εἰς πράγματα ἐμβάλλοντες, καὶ πρὸς κοσμικὰς παιδοτριβοῦντες φροντίδας, οἰκονόμων τάξιν καὶ ἐπιτρόπων καὶ ἀγοραίων τινῶν ἀνταλλαττόμενοι; Καὶ σφόδρα γε.

Οὐ γὰρ δυνήσεσθε περὶ ἀκτημοσύνης διαλεχθῆναι, καὶ πεῖσαι τῶν ὄντων καταφρονεῖν, οἱ πάντα ποιοῦντες ὅπως μένοι καὶ αὔξοιτο τὰ ὄντα, καὶ πόροι πόροις ἐπιγίγνοιντο, κάπηλοί τινες καὶ παλιγκάπηλοι δι᾽ ἐκείνας γιγνόμενοι.

Χρησταί γε, οὐ γάρ; καὶ γενναῖαι ὑμῶν αἱ ἐλπίδες, οἳ τὸν σταυρὸν κελευσθέντες βαστάζειν καὶ ἕπεσθαι τῷ Χριστῷ, ῥίψαντες τὸν σταυρὸν, καθάπερ στρατιῶται μαλακοὶ τὴν ἀσπίδα, ἠλακάτῃ παρακάθησθε καὶ καλαθίσκῳ, δι᾽ ἑτέρας αἰσχροτέρας εἰσόδου τὴν εἰς τὸν παρόντα βίον ἀνοίξαντες θύραν. Οὐ γὰρ οὕτως αἰσχρὸν τοὺς γεγαμηκότας ταῦτα οἰκονομεῖν, ὡς τοὺς προσποιουμένους ὑμᾶς ἀποπεπηδηκέναι μὲν τῶν παρόντων, δι᾽ ἑτέρου δὲ προσώπου πάλιν αὐτὰ ὑποδυομένους. Διὰ τοῦτο λαιμάργων καὶ παρασίτων καὶ κολάκων καὶ γυναικοδούλων πανταχοῦ δόξαν λαμβάνομεν, ὅτι χαμαὶ τὴν εὐγένειαν ἅπασαν ῥίψαντες τὴν ἄνωθεν δοθεῖσαν ἡμῖν, ἀντικαταλλαττόμεθα τὴν ἀπὸ τῆς γῆς δουλοπρέπειάν τε καὶ εὐτέλειαν. Καὶ χήραις μὲν διανεῖμαι χρήματα οὐχ εἵλοντο οἱ γενναῖοι τότε ἄνδρες ἐκεῖνοι, καὶ ταῦτα τοσαύτης βλασφημίας γινομένης διὰ τὸ μηδένα εἶναι τὸν οἰκονομοῦντα, ἀλλ᾽ ἔλαττον τῆς αὑτῶν φιλοσοφίας εἶναι τοῦτο νομίσαντες, ἑτέροις ἐπέτρεψαν· ἡμεῖς δὲ οὐκ αἰδούμεθα πλοῦτον ἀλλότριον αὔξοντες ἐπὶ λύμῃ τῶν κεκτημένων, τῶν εὐνούχων τῶν περὶ τὰ τοιαῦτα ἐσχολακότων οὐδὲν ἄμεινον διακείμενοι, οἱ καθ᾽ ἑκάστην ἡμέραν τὸ αἷμα καὶ τὰς ψυχὰς ἐπὶ τῶν χειρῶν προσταττόμενοι φέρειν ἀντὶ μεγάλων ὅπλων. Τί οὖν; ἁρπαζόμενα χρὴ παντὰ τὰ τῆς παρθένου περιιδεῖν ἀγόμενά τε καὶ [περι]φερόμενα ὑπὸ συγγενῶν, ὑπὸ οἰκετῶν, καὶ ἀλλοτρίων ἢ καὶ οἰκείων;

Καλήν γε, οὐ γάρ; ἀποδώσομεν τῇ παρθένῳ τὴν ἀμοιβὴν ἀνθ᾽ ὧν οὐκ ἔγημεν, οὐδὲ τὸν παρόντα κόσμον ἠγάπησεν, ἀλλ᾽ ἀντὶ πάντων εἵλετο τὸν Χριστὸν, ἀφέντες αὐτὴν προκεῖσθαι τοῖς βουλομένοις τῶν ὄντων ἀποστερεῖν.

Καὶ πόσῳ βέλτιον ἦν ὁμιλῆσαι γάμῳ, καὶ τῷ συνοικοῦντι πρὸς τὴν τῶν πραγμάτων τούτων οἰκονομίαν κεχρῆσθαι .... ἢ μένουσαν ἄγαμον πατῆσαι μὲν τὰς πρὸς τὸν Θεὸν συνθήκας, ὑβρίσαι δὲ εἰς πρᾶγμα οὕτω σεμνὸν καὶ φρικῶδες, καθελκύσαι δὲ καὶ ἑτέρους πρὸς τὰ ναυάγια τῶν οἰκείων κακῶν; Πῶς δὲ αὐτὴν ἀντὶ πάντων ἑλέσθαι λέγεις τὸν Χριστὸν, τοῦ Χριστοῦ βοῶντος, «Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμμωνᾷ»; πῶς δὲ τὸν κόσμον μισῆσαι καὶ τὰ παρόντα, πρὸς τὰς τοῦ κόσμου πείθων ἐπτοῆσθαι ἐπιθυμίας; Τίνι δέ ποτε τῶν ἄνδρα ἐχουσῶν δυνήσῃ παραινέσαι χρημάτων περιιδεῖν, τῇ παρθένῳ συγκατασκευάζων τὸν πλοῦτον;

Αὐτὴν δὲ ταύτην πότε ἀφήσεις εὐπρόσεδρον εἶναι τῷ Κυρίῳ καὶ ἀπερίσπαστον, πάντα τὸν βίον καὶ τὴν σπουδὴν εἰς τὰ ἐκείνης ἀναλίσκων πράγματα; Πότε δὲ δυνήσεται ἡ παρθένος φιλοσοφῆσαι, σὲ τὸν ἄνδρα ὁρῶσα δεινὸν ἡγούμενον εἶναι, εἰ τὰ ἐκείνης διασπασθείη χρήματα; πῶς δὲ εἴσεται ζημίας ὑπερορᾶν, πάντα σε καὶ ποιοῦντα καὶ πάσχοντα βλέπουσα, ὥστε ἐπιτείνειν αὐτῇ τὸν παρόντα πλοῦτον; Οὐχ οὕτως ἡμᾶς ἀπηλλάχθαι βούλεται πραγμάτων ὁ Θεὸς, ἀλλ᾽ ἐν τῷ τῶν ὄντων καταφρονεῖν, τῷ πάντων ἀπηρτῆσθαι τῶν βιωτικῶν. Ἀλλ᾽ οὐκ ἐᾶτε ὑμεῖς, οὐδὲ συγχωρεῖτε τοῦ Θεοῦ τὸν νόμον ἰσχύειν.

Τί οὖν, ἂν τῆς ἑτέρων δεηθῇ προστασίας, φησί, καὶ πολλὰ ἀνάξια ὑπομείνῃ; νῦν γὰρ οὐκ ἀνάξια τῆς παρθένου ταῦτα; Οὐδὲν οὕτως ἀνάξιον τῆς παρθένου, ὡς τὸ πλουτεῖν καὶ περιβεβλῆσθαι πραγμάτων πλῆθος. Τί δαί; εἰ καὶ ἕτερα πρὸς τούτοις κελεύοι, οἷον δανείζειν χρυσίον, εἶτα καλέσασα ἡμᾶς εἰς τὰ συναλλάγματα μὴ πείθοι, καὶ μὴ πείσασα ἑτέρους λάβοι, ἡμεῖς ἐσόμεθα αἴτιοι; Τί δαί; εἰ καπηλείας ἄλλας τινὰς ἀνελευθέρους καὶ ἀπρεπεῖς κατασκευάζοι, εἶτα, μὴ βουλομένων ἡμῶν συμπράττειν, ἄλλων δεηθείη τινῶν, ἐγκαλεῖσθαι ἂν εἴημεν ἄξιοι; Οὐδαμῶς, ἀλλὰ καὶ ἐπαινεῖσθαι· τοὐναντίον γὰρ ἂν ἦν ψόγου καὶ κατηγορίας τὸ πρὸς τὰ τοιαῦτα συμβάλλεσθαι αὐταῖς καὶ συμπράττειν. Βούλει μὴ φέρεσθαι μηδὲ ἄγεσθαι τὰ χρήματα ἐκείνης; παραίνεσον αὐτῇ καταθεῖναι ἔνθα μηδὲ ἀνδρὸς δεήσεται πρὸς φυλακὴν, καὶ ἀνάλωτα μένει διὰ παντός· εἰ δὲ βούλοιτο πράγματα ἔχειν, τίνος ἕνεκεν παίζειν ἐν οὐ παικτοῖς; Τὸ γὰρ παρθένον οὖσαν τοιαῦτα πράττειν, παίζειν ἐστὶ παιδιὰν οὐχὶ τέρψιν, ἀλλὰ θάνατον ἔχουσαν. Ὅταν γὰρ ὑπεύθυνον ἑαυτὴν καταστήσασα τῶν τοιούτων παλαισμάτων, ἀνάξια πάντα πράττῃ τῆς τοιαύτης ὑποσχέσεως, μείζων ἡ κόλασις, χαλεπωτέρα ἡ τιμωρία.

Οὐκ ἤκουσας οἷον αὐτῇ νόμον ἔθηκεν ὁ Παῦλος, μᾶλλον δὲ ὁ Χριστὸς εἰπὼν δι᾽ ἐκείνου, ὅτι μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος, καὶ «Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι»; Ἀλλ᾽ ὑμεῖς οὐκ ἐᾶτε, πρὸς τὰς ἐπιθυμίας αὐτῶν πάσας ἀνδραπόδων ἀργυρωνήτων εὐκολώτερον ὑπακούοντες. Ναί, φησί· τί οὖν, ἂν ἐσχάτῃ πενίᾳ παλαίῃ; περὶ μὲν γὰρ τῶν εὐπόρων ταῦτα καλῶς εἴρηταί σοι· τὰς δὲ ἐν πτωχείᾳ καὶ ἀμελείᾳ πολλῇ κειμένας ποῖον ἔγκλημα ἀνορθοῦν; Εἴθε μὲν οὖν μὴ κατεβάλλετε μηδὲ ὠθεῖτε αὐτὰς πρὸς αὐτὰ τῆς ἀπωλείας τὰ βάραθρα, καὶ ἀγαπητὸν ἦν· καὶ γὰρ εἰ τῷ κελεύσαντι πενήτων προΐστασθαι πειθόμενος ταῦτα ποιεῖς, ἔχεις ἀδελφοὺς μυρίους· ἐκεῖ τὴν καλὴν ταύτην ἐργασίαν ἐπίδειξαι, ἔνθα μηδὲν ὑφορμεῖ τῶν σκανδαλίσαι δυναμένων, ὡς ἐνταῦθά γε πάσης ὠμότητος καὶ ἀπανθρωπίας χεῖρον ἡ ἐλεημοσύνη. Τί γὰρ ὄφελος, ὅταν τὸ μὲν σῶμα διατρέφῃς, τὴν δὲ ψυχὴν καταδύῃς; ὅταν ἱμάτιον μὲν δῷς, τὴν δὲ ὑπόληψιν τῶν γυμνῶν αἰσχροτέραν καταστήσῃς; ὅταν χρήσιμος ἐν τοῖς σωματικοῖς γενόμενος, πάντα λυμήνῃ τὰ πνευματικά; ὅταν ἐξευμαρίσας αὐτῇ τὰ ἐπὶ τῆς γῆς, ἐκβάλῃς αὐτὴν τῶν οὐρανίων; Ποία δὲ ἐλεημοσύνη, ὅταν ἡ τοῦ Θεοῦ ὑβρίζηται δόξα; ὅταν ὄνειδος ᾖ καὶ αἰσχύνη καὶ σκώμματα καὶ λοιδορίαι καὶ τῆς ἐλεουμένης αὐτῆς καὶ ἑτέρων πολλῶν τῶν δι᾽ ἐκείνης σκανδαλιζομένων;

Οὐκ ἀπὸ ἐλέου ἀλλ᾽ ἀπὸ ἀπανθρώπου ταῦτα γίνεται ψυχῆς καὶ ἀπηνοῦς. Εἰ γὰρ ἐξ ἐλέου καὶ φιλανθρωπίας ἐγίνετο, περὶ τοὺς ἄνδρας ταῦτα ἐπιδείκνυσθαι ἐχρῆν. Ἀλλ᾽ αἱ γυναῖκες πλείονος δέονται προστασίας, φησίν, οἱ δὲ ἄνδρες πολλὰς ἔχουσιν ἀπὸ τῆς φύσεως ἀφορμάς.

Καίτοι καὶ ἐν ἀνδράσιν εἰσὶ πολλοὶ γυναικῶν ἀσθενέστερον διακείμενοι καὶ διὰ γῆρας μακρὸν, καὶ δι᾽ ἀρρωστίαν, καὶ διὰ πήρωσιν σώματος, καὶ διὰ νόσους χαλεπὰς, καὶ δι᾽ ἑτέρας τινὰς τοιαύτας προφάσεις· πλὴν ἀλλ᾽ ἐπειδὴ μάλιστα τοῦ τῶν γυναικῶν κήδεσθε γένους, ἅτε ἀσθενεστέρου ὄντος, καὶ σφόδρα ἐλεήμονές ἐστε καὶ συμπαθεῖς πρὸς ἐκείνας, οὐδὲ ἐνταῦθα ταύτης ἀπορήσομεν τῆς προφάσεως, ἀλλὰ δείξομεν ὑποθέσεις ὑμῖν, αἳ καὶ κατηγορίας εἰσὶν ἀπηλλαγμέναι πάσης, καὶ πλείονα παρέξουσιν ὑμῖν τὸν μισθόν. Εἰσὶ γὰρ γυναῖκες, αἳ μὲν ὑπὸ γήρως παραλελυμέναι, αἳ δὲ τὰς χεῖρας ἐκκεκομμέναι, αἳ δὲ τοὺς ὀφθαλμοὺς πεπηρωμέναι, αἳ δὲ ἄλλα πάθη ποικίλα καὶ παντοδαπὰ πάσχουσαι καὶ τὴν τῶν παθῶν χαλεπωτέραν πενίαν. Ἥ τε γὰρ πενία καὶ τὸ μηδὲν ὅλως ἔχειν ἐπιτρίβει τοῦ σώματος αὐταῖς τὰ νοσήματα· αὐτή τε ἡ πενία πάλιν ὑπὸ τούτων χαλεπωτέρα γίνεται καὶ ἀφορητοτέρα.

Ἐπὶ τὴν τούτων ἔξελθε θήραν, ταύτας συνάγαγε· μᾶλλον δὲ οὐδὲ πόνου σοι δεῖ πρὸς τὴν συλλογήν· οὕτως πρόκεινται πᾶσιν ἕτοιμοι τοῖς βουλομένοις ὀρέξαι χεῖρα. Κἂν χρήματα ἔχῃς, εἰς ταύτας δαπάνησον· κἂν ἰσχυρὸς ᾖς, ἐνταῦθα τὴν ἀπὸ τοῦ σώματος ὑπηρεσίαν εἰσένεγκε· πολλὰ καὶ ἐνταῦθα πράγματα ὄψῃ, καὶ σωματικῆς ὑπηρεσίας δεόμενα καὶ χρημάτων δαπάνης καὶ περιδρομῆς. Καὶ γὰρ οἰκήματα περιποιῆσαι ταύταις ἔργον, καὶ φάρμακα κατασκευάσαι, καὶ κλίνην καὶ ἱμάτια πρίασθαι, καὶ τροφὰς ἐπιτηδείους, καὶ τὰ ἄλλα ἅπαντα ἐπιμελήσασθαι, κἂν δέκα ὦσι μόναι αἱ τὰ τοιαῦτα νοσοῦσαι· νυνὶ δὲ ἡ πόλις ἡμῖν τούτων ἐμπέπλησται, καὶ χιλίας καὶ δὶς τοσαύτας εὑρήσεις.

Αὗται αἱ δεόμεναι προστασίας, αὗται αἱ ἔρημοι, αὗται αἱ χαμαὶ κείμεναι· τοῦτο ἐλεημοσύνη, τοῦτο φιλανθρωπία, τοῦτο εἰς δόξαν διαβαίνει Θεοῦ, καὶ τὴν τῶν ὁρώντων καὶ τὴν τῶν πασχόντων καὶ τὴν τῶν ποιούντων ὠφέλειαν κατασκευάζει. Καὶ γὰρ τῶν ἰσχυρῶν αἱ ἀσθενέστεραι δικαιότερον ἂν βοηθοῖντο, καὶ τῶν νέων αἱ γεγηρακυῖαι, καὶ τῶν ὅλως μέτρια κεκτημένων αἱ μηδὲ τῆς ἀναγκαίας εὐποροῦσαι τροφῆς, καὶ τῶν παρὰ πολλοῖς ἐπεράστων αἱ βδελυκταὶ παρὰ πολλοῖς διὰ τὸ τῶν παθῶν δυσανάσχετον, καὶ τῶν ὕβριν προστριβομένων αἱ καὶ τὴν γεγενημένην ἀποτρῖψαι δυνάμεναι καὶ εὐφημίαν προσθεῖναι.

Δεῖξον τοίνυν, ὅτι διὰ τὸν Θεὸν τοῦτο ποιεῖς, καὶ τούτων ἀντιλαβοῦ. Ἂν δὲ ταύτας μὲν μηδὲ ὄναρ ἰδεῖν ἐθέλῃς, εὐπροσώπους δὲ καὶ νέας περιίῃς ἀγρεύων, καὶ τῆς ἀνελευθέρου ταύτης ἄγρας αἰτίαν μὲν ἑτέραν ἔχων οὐκ ἀνεκτὴν, προβαλλόμενος δὲ ἑτέραν δοκοῦσαν εἶναι εὐπρόσωπον, τὴν τῆς προστασίας, κἂν ἀνθρώπους παραλογίσῃ, ἀλλὰ τὸ ἀδέκαστον οὐκ ἀπατήσεις δικαστήριον, δι᾽ ἑτέραν μὲν ταῦτα ποιῶν πρόφασιν, ἄλλην δὲ προβαλλόμενος.

Λέγετε μὲν γὰρ διὰ τὸν Θεὸν ἅπαντα πράττειν, πράττετε δὲ ἃ τῶν ἐχθρῶν ἐστι τοῦ Θεοῦ· τὸ γὰρ ποιεῖν τὸ ὄνομα αὐτοῦ βλασφημεῖσθαι καὶ διαβάλλεσθαι τῶν ἐχθρῶν ἐστι τοῦ Θεοῦ. Ἐγὼ δὲ καὶ ἑτέραν ὑπερβολὴν ποιοῦμαι.